- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:5.5-5.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
叙述了加狄拉赫拉克勒斯神殿中奇特的树木、祭坛与奉纳宝物,阿波罗尼奥斯阐释了刻有神秘铭文的石柱的宇宙论意义,并记述了贝蒂斯河的潮汐逆流与富饶的贝蒂卡地区。
ἰδεῖν καὶ δένδρα φασὶν ἐνταῦθα, οἷα οὐχ ἑτέρωθι τῆς γῆς, καὶ Γηρυόνεια μὲν καλεῖσθαι αὐτά, δύο δὲ εἶναι, φύεσθαι δὲ τοῦ σήματος,1 ὃ ἐπὶ τῷ Γηρυόνῃ ἕστηκε, παραλλάττοντα ἐκ πίτυός τε καὶ πεύκης ἐς εἶδος ἕτερον, λείβεσθαι δὲ αἵματι, καθάπερ τῷ χρυσῷ τὴν Ἡλιάδα αἴγειρον. ἡ δὲ νῆσος, ἐν ᾗ τὸ ἱερόν, ἔστι μὲν ὁπόση ὁ νεώς, πετρῶδες δὲ αὐτῆς οὐδέν, ἀλλὰ βαλβῖδι ξεστῇ εἴκασται. ἐν δὲ τῷ ἱερῷ τιμᾶσθαι μὲν ἄμφω τὼ Ἡρακλέε φασίν, ἀγάλματα δὲ αὐτοῖν οὐκ εἶναι, βωμοὺς δὲ τοῦ μὲν Αἰγυπτίου δύο χαλκοῦς καὶ ἀσήμους, ἕνα δὲ τοῦ Θηβαίου — τὰς δὲ ὕδρας τε καὶ τὰς Διομήδους ἵππους καὶ τὰ δώδεκα Ἡρακλέους ἔργα ἐκτετυπῶσθαί φασι κἀνταῦθα — λίθου ὄντα. ἡ Πυγμαλίωνος δὲ ἐλαία ἡ χρυσῆ, ἀνάκειται δὲ κἀκείνη ἐς τὸ Ἡράκλειον, ἀξία μέν, ὥς φασι, καὶ τοῦ θαλλοῦ θαυμάζειν,2 ᾧ εἴκασται, θαυμάζεσθαι δʼ ἂν ἐπὶ τῷ καρπῷ μᾶλλον, βρύειν γὰρ αὐτὸν σμαράγδου λίθου. καὶ Τεύκρου τοῦ Τελαμωνίου ζωστῆρα χρυσοῦν φασι δείκνυσθαι, πῶς δὲ ἐς τὸν Ὠκεανὸν πλεύσαντος ἢ ἐφʼ ὅ τι, οὔτε αὐτὸς ὁ Δάμις ξυνιδεῖν φησιν οὔτε ἐκείνων ἀκοῦσαι. τὰς δὲ ἐν τῷ ἱερῷ στήλας χρυσοῦ μὲν πεποιῆσθαι καὶ ἀργύρου ξυντετηκότοιν ἐς ἓν χρῶμα, εἶναι δὲ αὐτὰς ὑπὲρ πῆχυν τετραγώνου τέχνης, ὥσπερ οἱ ἄκμονες, ἐπιγεγράφθαι δὲ τὰς κεφαλὰς οὔτε Αἰγυπτίοις οὔτε Ἰνδικοῖς γράμμασιν, οὔτε οἵοις ξυμβαλεῖν. ὁ δὲ Ἀπολλώνιος, ὡς οὐδὲν οἱ ἱερεῖς ἔφραζον, οὐ ξυγχωρεῖ μοι ἔφη ὁ Ἡρακλῆς ὁ Αἰγύπτιος μὴ οὐ λέγειν,3 ὁπόσα οἶδα· γῆς καὶ Ὠκεανοῦ ξύνδεσμοι αἵδε αἱ στῆλαί εἰσιν, ἐπεγράψατο δὲ αὐτὰς ἐκεῖνος ἐν Μοιρῶν οἴκῳ, ὡς μήτε νεῖκος τοῖς στοιχείοις ἐγγένοιτο μήτε ἀτιμάσειαν τὴν φιλότητα, ἣν ἀλλήλων ἴσχουσιν.
据说在那里还能看到世上他处所无的树木,它们被称为“革律翁之树”,共有两株,生长在为革律翁立起的坟冢上;它们的形态从云杉与松树变异为另一种模样,且滴落鲜血,宛如赫利亚得斯的白杨滴落黄金。神庙所在的岛屿与殿堂大小相等,其上毫无石壁嶙峋之处,而是形如抛光平整的起跑线石阶。据说在神殿中两位赫拉克勒斯都受到尊崇,但并无二者的雕像;属于埃及赫拉克勒斯的是两座未经雕琢的青铜祭坛,属于底比斯赫拉克勒斯的则是一座石坛——据说其上还浮雕着九头蛇、狄奥墨得斯的牝马以及赫拉克勒斯的十二功业。皮格马利翁的金橄榄树也同样供奉在赫拉克勒斯神庙中,据人们说,它仿制出的枝桠固然值得赞叹,但其果实更令人叹服,因为其上挂满了绿宝石。据说忒拉蒙之子忒克洛斯的金腰带也在那里陈列,但他究竟如何航行至大洋或为了何种目的,达米斯说自己既未能参透,也未能从当地人那里听闻。至于神庙中的柱子,是由金银熔铸为同一成色制成,高一肘余,如铁砧般呈四方形工艺,其柱头所刻文字既非埃及文字亦非印度文字,也非人们所能辨识。见祭司们闭口不言,阿波罗尼奥斯说道:“埃及赫拉克勒斯不允许我不道出我所知晓的:这些柱子是大地与大洋的联结纽带,是他于命运女神之邸刻下铭文,以免诸元素之间发生争斗,也不致践踏彼此怀有的友谊。”
φασὶ δὲ καὶ τὸν ποταμὸν ἀναπλῶσαι τὸν Βαῖτιν, ὃς δηλοῖ μάλιστα τὴν τοῦ Ὠκεανοῦ φύσιν· ἐπειδὰν γὰρ πλημμύρῃ τὸ πέλαγος, ἐπὶ τὰς πηγὰς ὁ ποταμὸς παλίρρους ἵεται πνεύματος δήπου ἀπωθουμένου αὐτὸν τῆς θαλάττης.4 τὴν δὲ ἤπειρον τὴν Βαιτικήν, ἧς ὁ ποταμὸς οὗτος ὁμώνυμος, ἀρίστην ἠπείρων φασί, πόλεών τε γὰρ εὖ ἔχειν καὶ νομῶν καὶ διῆχθαι τὸν ποταμὸν ἐς τὰ ἄστη πάντα, γεωργίας τε ξυμπάσης μεστὴν εἶναι καὶ ὡρῶν, οἷαι τῆς Ἀττικῆς αἱ μετοπώριναί τε καὶ μυστηριώτιδες.
据说他们还曾沿贝蒂斯河逆流而上,这条河最能彰显大洋的本性;因为每逢海水上涨时,河水受到大海气流的推阻,便向着源头逆流奔涌。据说以此河得名的贝蒂卡大陆是诸地中最好的一方,因其城镇与牧场优越,河水贯通所有城邑,遍布各种农耕,并享有宛如阿提卡秋季与秘仪时节那般宜人的天时气候。
- 5.5φύεσθαι δὲ τοῦ σήματος
名词 τοῦ σήματος 与动词 φύεσθαι(生长、生出)连用,作表示来源或起点的离格/源格性属格,无需借助前置词 ἐκ 或 ἀπό。
- 5.5ἀξία μέν, ὥς φασι, καὶ τοῦ θαλλοῦ θαυμάζειν
形容词 ἀξία 支配说明性不定词 θαυμάζειν(值得赞赏),而属格 τοῦ θαλλοῦ 则作为原因属格(出于枝条的原因),遵循动词 θαυμάζω 支配原因属格(θαυμάζω τινά τινος)的句法。
- 5.5οὐ ξυγχωρεῖ μοι ... μὴ οὐ λέγειν
在带有否定词的拒绝/阻碍类动词(οὐ ξυγχωρεῖ,“不容许”)之后,不定词(λέγειν)带双重否定 μὴ οὐ。当主句动词受否定时,不定词通常由 μὴ οὐ 引出而非单用 μή,表达“不容我不说(即必须说)”的强化含义。
- 5.6πνεύματος δήπου ἀπωθουμένου αὐτὸν τῆς θαλάττης
πνεύματος ... ἀπωθουμένου 构成属格独立结构(“气流将其推阻”)。属格 τῆς θαλάττης 既可作为分离属格直接附属于复合动词 ἀπωθουμένου(“从海中阻退”),亦可作 πνεύματος 的定语属格(“大海的气流/风”);结合前文(5.2)关于大洋受地下潮汐气流驱使的论述,理解为“大海之气流推阻河水”尤为契合。
