← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§5.1-5.4

赫拉克勒斯之柱的地理、潮汐论与加狄拉

作者记述了赫拉克勒斯之柱及通往大洋的海峡一带的地理环境,探讨了阿波罗尼奥斯关于潮汐成因的学说与当地现象,并介绍了加狄拉独特的祭坛与希腊风俗。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

περὶ δὲ τῶν Στηλῶν, ἃς ὅρια τῆς γῆς τὸν Ἡρακλέα φασὶ πήξασθαι, τὰ μὲν μυθώδη ἐῶ, τὰ δʼ ἀκοῆς τε καὶ λόγου ἄξια δηλώσω μᾶλλον· Εὐρώπης καὶ Λιβύης ἄκραι σταδίων ἑξήκοντα πορθμὸν ἐπέχουσαι τὸν Ὠκεανὸν ἐς τὰ ἔσω πελάγη φέρουσι, καὶ τὴν μὲν τῆς Λιβύης ἄκραν, ὄνομα δὲ αὐτῇ Ἄβιννα, λέοντες ὑπερνέμονται περὶ τὰς ὀφρῦς τῶν ὀρῶν, ἃ ἔσω ὑπερφαίνεται, ξυνάπτουσαν πρὸς Γαιτούλους καὶ Τίγγας ἄμφω θηριώδη καὶ Λιβυκὰ ἔθνη, παρατείνει δὲ ἐσπλέοντι τὸν Ὠκεανὸν1 μέχρι μὲν τῶν ἐκβολῶν τοῦ Σάληκος ἐννακόσια στάδια, τὸ δὲ ἐντεῦθεν οὐκ ἂν ξυμβάλοι τις ὁπόσα, μετὰ γὰρ τὸν ποταμὸν τοῦτον ἄβιος ἡ Λιβύη καὶ οὐκέτι ἄνθρωποι. τὸ δὲ τῆς Εὐρώπης ἀκρωτήριον, ὃ καλεῖται Κάλπις, δεξιὰ μὲν ἐπέχει τοῦ ἔσπλου, σταδίων ἑξακοσίων μῆκος, λήγει δὲ ἐς τὰ ἀρχαῖα Γάδειρα.

关于被称为赫拉克勒斯所立大地边界的“赫拉克勒斯之柱”,神话之谈我暂且不提,而宁愿阐明那些值得闻听和讲述之事。欧洲与利比亚的岬角相隔六十斯塔德的海峡,将大洋引入内陆海。关于利比亚的岬角——其名为阿宾纳——狮子游荡在内陆耸起的山脉额峰一带,该岬角与盖图利人和廷吉斯人接壤,二者皆为凶残的利比亚部族;对于向大洋航行的人而言,它延伸九百斯塔德直至萨勒克斯河口,但由此再往前,无人能够推想其远近,因为过了这条河,利比亚便不可居留,不再有人类生存。而被称为卡尔佩的欧洲岬角,占据了水道入口的右侧,长达六百斯塔德,止于古老的加狄拉。

§5.2

τὰς δὲ τοῦ Ὠκεανοῦ τροπὰς καὶ αὐτὸς μὲν περὶ Κελτοὺς εἶδον, ὁποῖαι λέγονται, τὴν δὲ αἰτίαν ἐπὶ πολλὰ εἰκάζων, διʼ ἣν ἄπειρον οὕτω πέλαγος ἐπιχωρεῖ τε καὶ ἀνασπᾶται, δοκῶ μοι τὸν Ἀπολλώνιον ἐπεσκέφθαι τὸ ὄν.2 ἐν μιᾷ γὰρ τῶν πρὸς Ἰνδοὺς ἐπιστολῶν τὸν Ὠκεανόν φησιν ὑφύδροις ἐλαυνόμενον πνεύμασιν ἐκ πολλῶν χασμάτων, ἃ ὑπʼ αὐτῷ τε καὶ περὶ αὐτὸν ἡ γῆ παρέχεται, χωρεῖν ἐς τὸ ἔξω καὶ ἀναχωρεῖν πάλιν, ἐπειδὰν ὥσπερ ἆσθμα ὑπονοστήσῃ τὸ πνεῦμα. πιστοῦται δὲ αὐτὸ κἀκ τῶν νοσούντων περὶ Γάδειρα· τὸν γὰρ χρόνον, ὃν πλημμυρεῖ τὸ ὕδωρ, οὐκ ἀπολείπουσιν αἱ ψυχαὶ τοὺς ἀποθνήσκοντας, ὅπερ οὐκ ἂν ξυμβαίνειν, εἰ μὴ καὶ πνεῦμα τῇ γῇ ἐπεχώρει.3 ἃ δὲ περὶ τὴν σελήνην φασὶ φαίνεσθαι τικτομένην τε καὶ πληρουμένην καὶ φθίνουσαν, ταῦτα περὶ τὸν Ὠκεανὸν οἶδα, τὰ γὰρ ἐκείνης ἀνισοῖ μέτρα ξυμμινύθων αὐτῇ καὶ ξυμπληρούμενος.

至于大洋的潮汐,我自己也在凯尔特人之地亲眼目睹了正如传说所言的景象;在对如此无垠的大海因何进退的原因进行了诸多推测之后,我认为阿波罗尼奥斯探明了真相。因为在致印度人的一封信中他说,大洋受到地下气流的驱使——这些气流来自大地在其下方及周围所具有的诸多裂隙——向外涌出,并在气流如喘息般退缩时再次回落。这一点也从加狄拉周围的病人身上得到了证实:在水满之时,垂死者的灵魂不会离开躯体,若非气流亦浸入大地,这绝不可能发生。至于人们所说月亮在初生、渐满和亏蚀时所呈现的现象,据我所知在大洋上也是如此,因为大洋随着月亮的亏损而减少,随着月亮的盈满而充盈,从而与月亮的节律相一致。

§5.3

ἡμέρα δʼ ἐκδέχεται νύκτα καὶ νὺξ τὴν ἡμέραν περὶ Κελτοὺς μὲν κατʼ ὀλίγον ὑπαπιόντος τοῦ σκότους ἢ τοῦ φωτός, ὥσπερ ἐνταῦθα, περὶ Γάδειρα δὲ καὶ Στήλας ἀθρόως λέγονται τοῖς ὀφθαλμοῖς ἐμπίπτειν, ὥσπερ αἱ ἀστραπαί. φασὶ δὲ καὶ τὰς Μακάρων νήσους ὁρίζεσθαι τῷ Λιβυκῷ τέρματι πρὸς τὸ ἀοίκητον ἀνεχούσας ἀκρωτήριον.

在凯尔特人之地,白昼接替黑夜,黑夜接替白昼,乃是由于黑暗或光明逐渐退去,正如我们这里一样;但在加狄拉和诸柱一带,据说它们如同闪电一般突如其来地撞入眼帘。人们还说,福人之岛也是以利比亚的疆界为限,伸向无人居住的岬角。

§5.4

τὰ δὲ Γάδειρα κεῖται μὲν κατὰ τὸ τῆς Εὐρώπης τέρμα, περιττοὶ δέ εἰσι τὰ θεῖα· γήρως οὖν βωμὸν ἵδρυνται καὶ τὸν θάνατον μόνοι ἀνθρώπων παιωνίζονται, βωμοὶ δὲ ἐκεῖ καὶ πενίας καὶ τέχνης καὶ Ἡρακλέους Αἰγυπτίου καὶ ἕτεροι τοῦ Θηβαίου· τὸν μὲν γὰρ ἐπὶ τὴν ἐγγὺς Ἐρύθειαν ἐλάσαι φασίν, ὅτε δὴ τὸν Γηρυόνην τε καὶ τὰς βοῦς ἑλεῖν, τὸν δὲ σοφίᾳ δόντα4 γῆν ἀναμετρήσασθαι πᾶσαν ἐς τέρμα. καὶ μὴν καὶ Ἑλληνικοὺς εἶναί φασι τὰ Γάδειρα καὶ παιδεύεσθαι τὸν ἡμεδαπὸν τρόπον· ἀσπάζεσθαι γοῦν Ἀθηναίους Ἑλλήνων μάλιστα καὶ Μενεσθεῖ τῷ Ἀθηναίῳ θύειν καὶ Θεμιστοκλέα δὲ τὸν ναύμαχον σοφίας τε καὶ ἀνδρείας ἀγασθέντες χαλκοῦν ἵδρυνται ἐννοῦν καὶ ὥσπερ χρησμῷ ἐφιστάντα.

加狄拉坐落于欧洲的尽头,但其居民在敬神之事上极为非凡:他们立有“老年”的祭坛,并且是人类中唯一向“死亡”唱佩安赞歌的民族;那里还有“贫困”、“技艺”以及“埃及赫拉克勒斯”的祭坛,另有属于“底比斯赫拉克勒斯”的祭坛。因为他们说,后者曾远征附近的厄律忒亚,擒获了革律翁及其牛群;而前者则投身于智慧,勘测了整个大地直至尽头。此外,他们还说加狄拉带有希腊风貌,且以我们这方的方式受教育;至少他们在希腊人中最敬慕雅典人,向雅典人墨涅斯透斯献祭,并因仰慕海军统帅地米斯托克利的智慧与英勇,为他树立了一尊铜像,神态若有所思,宛若凝神聆听神谕。

语法注4 条
  1. 5.1παρατείνει δὲ ἐσπλέοντι τὸν Ὠκεανὸν

    分词 ἐσπλέοντι 作判断者与格(关系与格)使用,表示“从乘船驶入大洋者的视角来看”。宾格 τὸν Ὠκεανόν 由复合分词中前缀 ἐς-(εἰς)所引出。

  2. 5.2δοκῶ μοι τὸν Ἀπολλώνιον ἐπεσκέφθαι τὸ ὄν

    人称句式 δοκῶ μοι 搭配不定式(相当于拉丁语的 mihi videor),为“我自以为/我认为……”的习用表达。在此统摄宾格加不定式结构 τὸν Ἀπολλώνιον ἐπεσκέφθαι τὸ ὄν(“阿波罗尼奥斯探明了真相”)。

  3. 5.2ὅπερ οὐκ ἂν ξυμβαίνειν, εἰ μὴ καὶ πνεῦμα τῇ γῇ ἐπεχώρει

    此句为间接引语中的与事实相反(非真实)条件句。在原始直接引语中,归结分句本为未完成过去直陈式加 ἄν(οὐκ ἂν συνέβαινε),在此因受 πιστοῦται 所蕴含的论证/陈述语意统辖,定式动词转变为“不定式加 ἄν”(οὐκ ἂν ξυμβαίνειν)。

  4. 5.4τὸν δὲ σοφίᾳ δόντα

    不定过去式主动分词 δόντα(源自 δίδωμι)省略了反身代词 ἑαυτόν,为“投身于(智慧)”的惯用法。它与前文指代底比斯赫拉克勒斯的 τὸν μέν 相对,指代埃及赫拉克勒斯,充当不定式 ἀναμετρήσασθαι 的逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:5.1-5.4