- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:5.39-5.41
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者记述了阿波罗尼奥斯与尤弗拉特斯的公开争端以及他对狄翁修辞风尚的批评,随后说明了因韦斯伯芗皇帝剥夺希腊自由而导致阿波罗尼奥斯与其决裂的始末。
τὰ μὲν δὴ τῆς διαφορᾶς, ἣ Ἀπολλωνίῳ τε καὶ Εὐφράτῃ ἐγένετο, τοιάδε εὗρον, ἐξελάσαντος δὲ τοῦ βασιλέως καθήπτοντο ἀλλήλων ἐς τὸ φανερόν, ὁ μὲν Εὐφράτης ξὺν ὀργῇ τε καὶ λοιδορίαις, ὁ δʼ αὖ φιλοσόφως καὶ ξὺν ἐλέγχῳ μᾶλλον. ὁπόσα μὲν δὴ Εὐφράτου κατηγόρηκεν, ὡς παρὰ τὸ πρέπον φιλοσοφίᾳ πράττοντος, ἔξεστιν Ἀπολλωνίου μαθεῖν ἐκ τῶν πρὸς αὐτὸν ἐπιστολῶν, πλείους γάρ, ἐμοὶ δὲ ἀφεκτέα τοῦ ἀνδρός,1 οὐ γὰρ ἐκεῖνον διαβαλεῖν προὐθέμην, ἀλλὰ παραδοῦναι τὸν Ἀπολλωνίου βίον τοῖς μήπω εἰδόσι. τὸ μέντοι περὶ τοῦ ξύλου λεγόμενον, λέγεται δὲ ἐπανατείνασθαι μὲν αὐτὸ διαλεγομένῳ τῷ Ἀπολλωνίῳ, μὴ καθικέσθαι δέ, οἱ μὲν πολλοὶ δεινότητι τοῦ πεπληξομένου προσγράφουσιν, ἐγὼ δὲ λογισμῷ τοῦ πλήξοντος,2 διʼ ὃν ἐγένετο κρείττων ὀργῆς νενικηκυίας ἤδη.
关于阿波罗尼奥斯与尤弗拉特斯之间所产生的争端,我所查明的大致如此。皇帝启程离去后,他们便公开互相抨击,尤弗拉特斯满怀怒火与谩骂,阿波罗尼奥斯则更具哲人风度且重在反驳求证。至于阿波罗尼奥斯因尤弗拉特斯行事有乖哲学之体统而对其作出的种种指责,人们尽可从写给他的信件中获悉,因为信件数量甚多;但我却必须避而不谈此人,因为我的初衷并非诋毁他,而是将阿波罗尼奥斯的生平传给尚不知晓的人。至于关于木杖的传闻——据说阿波罗尼奥斯正在谈话时,对方举起了木杖,却未曾击中——多数人将其归功于将要挨打者的敏捷,而我则归因于挥杖者的理智,正是由于这种理智,他才战胜了那股本已占了上风的怒火。
ἡ δὲ τοῦ Δίωνος φιλοσοφία ῥητορικωτέρα τῷ Ἀπολλωνίῳ ἐφαίνετο καὶ ἐς τὸ εὐφραῖνον κατεσκευασμένη μᾶλλον, ὅθεν διορθούμενος αὐτόν φησιν αὐλῷ καὶ λύρᾳ μᾶλλον ἢ λόγῳ θέλγε, καὶ πολλαχοῦ τῶν πρὸς Δίωνα ἐπιστολῶν ἐπιπλήττει τῇ δημαγωγίᾳ ταύτῃ.
在阿波罗尼奥斯看来,狄翁的哲学过于偏向修辞,更多是为了取悦听众而设,因此他在纠正他时说道: “宁用笛与七弦琴来惑人,莫以言辞去取悦。” 并且在致狄翁的信函中,阿波罗尼奥斯多处斥责这种迎合大众的做法。
τὸ δὲ μὴ ἀφικέσθαι αὐτὸν παρὰ τὸν βασιλέα ἔτι, μηδὲ ξυγγενέσθαι οἱ μετὰ τὴν Αἴγυπτον καίτοι καλοῦντι καὶ πλεῖστα ὑπὲρ τούτου γράφοντι ὁπόθεν ξυνέβη, δηλῶσαι βούλομαι· Νέρων ἐλευθέραν ἀφῆκε τὴν Ἑλλάδα σωφρονέστερόν τι ἑαυτοῦ γνούς,3 καὶ ἐπανῆλθον αἱ πόλεις ἐς ἤθη Δωρικὰ καὶ Ἀττικὰ πάντα τε ἀνήβησε ξὺν ὁμονοίᾳ τῶν πόλεων, ὃ μηδὲ πάλαι ἡ Ἑλλὰς εἶχεν, Οὐεσπασιανὸς δὲ ἀφικόμενος ἀφείλετο αὐτὴν τοῦτο στάσεις προβαλλόμενος καὶ ἄλλα οὔπω τῆς ἐπὶ τοσόνδε ὀργῆς·4 ταῦτʼ οὖν οὐ μόνον τοῖς παθοῦσιν, ἀλλὰ καὶ τῷ Ἀπολλωνίῳ πικρότερα τοῦ τῆς βασιλείας ἤθους ἔδοξεν, ὅθεν ἐπέστειλε τῷ βασιλεῖ ὧδε· Ἀπολλώνιος Οὐεσπασιανῷ βασιλεῖ χαίρειν. Ἐδουλώσω τὴν Ἑλλάδα, ὥς φασί, καὶ πλέον μὲν οἴει τι ἔχειν Ξέρξου, λέληθας δὲ ἔλαττον ἔχων Νέρωνος· Νέρων γὰρ ἔχων αὐτὸ παρῃτήσατο. ἔρρωσο. τῷ αὐτῷ. διαβεβλημένος οὕτω πρὸς Ἕλληνας, ὡς δουλοῦσθαι αὐτοὺς ἐλευθέρους ὄντας τί ἐμοῦ ξυνόντος δέῃ; ἔρρωσο. τῷ αὐτῷ. Νέρων τοὺς Ἕλληνας παίζων ἠλευθέρωσε, σὺ δὲ αὐτοὺς σπουδάζων ἐδουλώσω. ἔρρωσο. τὰ μὲν δὴ διαβάλλοντα Οὐεσπασιανὸν Ἀπολλωνίῳ τοιάδε ἐγένετο, ἀκούων δʼ αὐτὸν εὖ διατιθέμενον τὴν μετὰ ταῦτα ἀρχὴν πᾶσαν οὐκ ἀφανὴς ἦν χαίρων καὶ ἡγούμενος ἑαυτῷ ἀγαθὸν πράττεσθαι.
至于在埃及之后,阿波罗尼奥斯何以不再去拜访皇帝,亦不愿与他会面,尽管皇帝再三相邀并为此频频致信,我亦欲说明其缘由:尼禄曾释放希腊使之重获自由,表现出了超越其本性的一丝明智,诸城邦由此重归多利斯与阿提卡的古老习俗,并在各城邦的和睦中万物复苏,这种和睦甚至连昔日的希腊也未曾享有过;然而韦斯伯芗一到,便以城邦内讧以及其他远不足以引起如此大怒的琐事为借口,剥夺了希腊的自由。因此,这不仅在受害者眼中,在阿波罗尼奥斯看来亦残酷得有失王者的品格。于是他致信皇帝如下: “阿波罗尼奥斯致韦斯伯芗皇帝问候。如人们所言,你奴役了希腊。你自以为成就超越了薛西斯,却不知自己已落于尼禄之下;因为尼禄拥有它,却主动放弃了。保重。” “致同一人。你对希腊人抱有如此深仇,以致将本已自由的他们加以奴役,那又何需我的陪伴?保重。” “致同一人。尼禄出于戏谑而解放了希腊人,你却煞有介事地奴役了他们。保重。” 使韦斯伯芗在阿波罗尼奥斯眼中声名败坏的缘由便是这些;但当阿波罗尼奥斯听说皇帝此后将整个帝国治理得井井有条时,他亦毫不掩饰自己的欣喜,并认为这对自身亦是一桩益事。
- 5.39ἐμοὶ δὲ ἀφεκτέα τοῦ ἀνδρός
由动词性形容词 ἀφεκτέος(源自 ἀπέχομαι,意为“克制、回避”)的中性复数形式构成的无人称结构。与格 ἐμοί 表示施事者(“我应当避开/不谈”),属格 τοῦ ἀνδρός 为动词支配的分离属格(“避开此人”)。
- 5.39δεινότητι τοῦ πεπληξομένου προσγράφουσιν, ἐγὼ δὲ λογισμῷ τοῦ πλήξοντος
将来完成被动分词(或具有被动意义的将来中动态分词)τοῦ πεπληξομένου 指将要挨打的人(阿波罗尼奥斯),而将来能动分词 τοῦ πλήξοντος 指挥杖打人的人(尤弗拉特斯)。与格 δεινότητι 和 λογισμῷ 作为 προσγράφουσιν 的间接宾语,表示归因。
- 5.41σωφρονέστερόν τι ἑαυτοῦ γνούς
中性比较级 σωφρονέστερον 搭配比较属格 ἑαυτοῦ(“作出了比他自身平素更明智的决断”),强调这一免除赋税与统治的决定相对于尼禄一贯的行径显得异乎寻常的明智。
- 5.41οὔπω τῆς ἐπὶ τοσόνδε ὀργῆς
属格 τῆς ἐπὶ τοσόνδε ὀργῆς 为性质或价值属格,修饰前面的借口(στάσεις καὶ ἄλλα),意为“远未达到足以引起如此大怒程度的(琐事借口)”。
