← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§5.37-5.38

尤弗拉特斯失宠与阿波罗尼奥斯启程

尤弗拉特斯企图诋毁阿波罗尼奥斯却遭皇帝制止,最终因贪婪索贿而自取其辱;狄翁则谦逊地仅请求免除一位学生的军职,而阿波罗尼奥斯谢绝了皇帝同行的邀请与重金馈赠,选择启程前往埃塞俄比亚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.37

ὁ δὲ Εὐφράτης τοῖς μὲν δεδογμένοις ξυγχωρῶ, ἔφη τί γὰρ ἂν πλέον μεταδιδάσκων πράττοιμι; φιλοσοφίαν δέ, ὦ βασιλεῦ, τουτὶ γὰρ λοιπὸν προσειρήσει, τὴν μὲν κατὰ φύσιν ἐπαίνει καὶ ἀσπάζου, τὴν δὲ θεοκλυτεῖν φάσκουσαν παραιτοῦ, καταψευδόμενοι γὰρ τοῦ θείου πολλὰ καὶ ἀνόητα ἡμᾶς ἐπαίρουσιν. ταυτὶ μὲν πρὸς τὸν Ἀπολλώνιον αὐτῷ ἐλέγετο, ὁ δὲ οὐδὲν ἐπιστραφεὶς ἀπῄει μετὰ τῶν ἑαυτοῦ γνωρίμων, διανύσας τὴν σπουδήν· βουλομένου δὲ τοῦ Εὐφράτου θρασύτερόν τι περὶ αὐτοῦ λέγειν, ξυνῆκεν ὁ βασιλεὺς καὶ διακρουόμενος αὐτὸν ἐσκαλεῖτε ἔφη τοὺς δεομένους τῆς ἀρχῆς καὶ ἀπολαβέτω ἡ βουλὴ τὸ ἑαυτῆς σχῆμα. οὕτω μὲν δὴ ὁ Εὐφράτης ἔλαθε διαβαλὼν ἑαυτόν,1 καὶ γὰρ βάσκανός τε τῷ βασιλεῖ καὶ ὑβριστὴς ἔδοξε, καὶ τοὺς λόγους τοὺς ὑπὲρ τῆς δημοκρατίας οὐχ ὡς ἐγίγνωσκεν, εἰρηκώς,2 ἀλλʼ ἐς ἀντιλογίαν τοῦ Ἀπολλωνίου δι’ ἃ περὶ τῆς ἀρχῆς ἐκείνῳ ἐδόκει· οὐ μὴν ἀπερρίπτει αὐτόν, οὐδὲ ἐπεδήλου τι ὀργῆς πρὸς ταῦτα. καὶ τὸν Δίωνα οὐκ ἐπῄνει μὲν ξυναράμενον αὐτῷ τῆς γνώμης, οὐ μὴν ἐπαύσατο ἀγαπῶν· ἐπίχαρίς τε γὰρ τὰς διαλέξεις ἐδόκει καὶ τὰς ἔριδας παρῃτεῖτο, ὥραν τε ἐπέφαινε τοῖς λόγοις, οἵα τοῦ πρὸς τοῖς ἱεροῖς ἀτμοῦ ἐκπνεῖ, προσῆν δὲ αὐτῷ καὶ τὸ ἀποσχεδιάζειν ἄριστα ἀνθρώπων. τὸν δὲ Ἀπολλώνιον ὁ βασιλεὺς οὐκ ἠγάπα μόνον, ἀλλὰ καὶ ὑπέκειτο αὐτῷ διιόντι μὲν τὰ ἀρχαῖα, διηγουμένῳ δὲ τὸν Ἰνδὸν Φραώτην ποταμούς τε ἀναγράφοντι καὶ θηρία, ὑφʼ ὧν ἡ Ἰνδικὴ οἰκεῖται, προλέγοντι δὲ καὶ ὁπόσα οἱ θεοὶ περὶ τῆς ἀρχῆς ἔφαινον. ἐξελαύνων δὲ τῆς Αἰγύπτου ξυνῳκισμένης τε καὶ νεαζούσης κοινωνὸν μὲν τῆς ὁδοῦ τὸν Ἀπολλώνιον ἐποιεῖτο, τῷ δὲ οὐκ ἐδόκει ταῦτα·3 Αἴγυπτόν τε γάρ, ὁπόση ἐστίν, οὔπω ἑωρακέναι τοῖς τε Γυμνοῖς οὔπω ἀφῖχθαι ἐς λόγον μάλα ἐσπουδακὼς σοφίᾳ Ἰνδικῇ ἀντικρῖναι Αἰγυπτίαν. οὐδὲ Νείλου ἔφη ἔπιον, ὅθεν ἄρχεται. ξυνεὶς οὖν ὁ βασιλεύς, ὅτι ἐπʼ Αἰθιοπίαν στέλλεται ἡμῶν δὲ ἔφη οὐ μεμνήσῃ; νὴ Δίʼ, εἶπεν ἢν βασιλεὺς ἀγαθὸς μένῃς καὶ σεαυτοῦ μνημονεύῃς.

于是尤弗拉特斯说道: “我服从已作出的决断;盖因我若再行劝导,又能多成何事?然而关于哲学,王啊——因今后你将被如此称呼——请赞赏并接纳顺乎自然的哲学,而摒弃声称与神灵相通的哲学;因他们假托神明之名妄言,以诸多荒唐之念诱惑煽动我们。” 这些话是他针对阿波罗尼奥斯而说的;但阿波罗尼奥斯丝毫不加理会,既已完成了紧要之务,便与门徒一同离去。当尤弗拉特斯企图针对他发表更为放肆的言论时,皇帝洞悉其意,打断他道: “传唤那些有求于政权之人,让元老院恢复其应有的秩序。” 如此一来,尤弗拉特斯便在不知不觉中自毁声誉,因在皇帝看来,他既心怀忌妒又傲慢无礼,且他发表支持民主政制的言论并非出自本心,而仅是为了反对阿波罗尼奥斯关于帝业的主张。然而皇帝并未将他斥退,亦未对此流露出怒意。对于狄翁,皇帝虽未赞许他赞同尤弗拉特斯的主张,却未曾停止对他的喜爱;因狄翁在论辩中显得温雅和悦,回避争执,其言辞散发着一种犹如神庙香气般的美妙神采,且他更兼具冠绝人寰的即席演讲之能。至于阿波罗尼奥斯,皇帝不仅喜爱他,更对他敬畏顺从:当阿波罗尼奥斯讲述古代遗事、详述印度君王弗拉奥特斯、列举印度境内的河流与野兽,以及预言诸神关于政权所昭示的一切时,皇帝皆洗耳恭听。当皇帝离开重归安定且焕发新貌的埃及启程时,本想邀阿波罗尼奥斯作同行伴侣,但阿波罗尼奥斯并不同意;因他尚未游遍埃及全境,亦未与赤身裸行僧会谈,而他极盼将印度的智慧与埃及的智慧相互参验。 “我甚至还未曾饮过,”他说道,“尼罗河发源之地的泉水。” 皇帝明白他是要启程前往埃塞俄比亚,便道: “那你就不会记起我们了吗?” “凭宙斯起誓,我会的,”阿波罗尼奥斯道,“只要你依然是一位贤明君主,且时刻铭记自己的本分。”

§5.38

μετὰ ταῦτα θύσας ὁ βασιλεὺς ἐν τῷ ἱερῷ δωρεὰς ἐπήγγειλεν αὐτῷ δημοσίᾳ. ὁ δὲ ὥσπερ αἰτήσων τίνας δέ, εἶπεν ὦ βασιλεῦ, δωρεὰς δώσεις; δέκα ἔφη νῦν, ἀφικομένῳ δὲ ἐς τὴν Ῥώμην τἀμὰ πάντα. καὶ ὁ Ἀπολλώνιος οὐκοῦν ἔφη φείδεσθαί με χρὴ τῶν σῶν ὡς ἐμῶν καὶ μὴ σπαθᾶν αὐτὰ νῦν ἀποκεισόμενά μοι ἀθρόα· ἀλλʼ ἐπιμελήθητι τούτων, ὦ βασιλεῦ μᾶλλον, ἐοίκασι γὰρ δεομένοις. ἐδείκνυε δὲ ἄρα τοὺς περὶ τὸν Εὐφράτην. ὁ μὲν δὴ βασιλεὺς ἐκέλευσεν αἰτεῖν θαρροῦντας, ἐρυθριάσας δὲ ὁ Δίων διάλλαξόν με, βασιλεῦ, εἶπε πρὸς Ἀπολλώνιον τὸν διδάσκαλον ὑπὲρ ὧν ἀντιλέγειν αὐτῷ ἔδοξα μήπω πρότερον ἀντειπὼν τῷ ἀνδρί. ἐπαινέσας οὖν ὁ βασιλεὺς χθὲς ἔφη τοῦτο ἐγὼ ᾔτησα καὶ ὑπάρχει· ἀλλʼ αἴτει ὑπὲρ δωρεᾶς. καὶ ὁ Δίων Λασθένης ἔφη ἐστὶ μὲν ἐξ Ἀπαμείας τῆς ἐν τῷ Βιθυνῶν ἔθνει, ξυμφιλοσοφῶν δέ μοι χλαμύδος ἠράσθη καὶ στρατιώτου βίου· τοῦτον, ἐπειδὴ τρίβωνος πάλιν ἐρᾶν φησιν, ἄνες τῆς στρατείας, δεῖται δὲ αὐτὸς ταῦτα. χαριεῖ δὲ ἐμοὶ μὲν ἀποφῆναι αὐτὸν ἄνδρα ἀγαθόν, ἐκείνῳ δὲ ζῆν, ὡς βούλεται.4 ἀνείσθω, ἔφη δίδωμι δὲ αὐτῷ καὶ τὰ τῶν ἐστρατευμένων, ἐπειδὴ σοφίας ἐρᾷ καὶ σοῦ. καὶ μετὰ τοῦτον ἐς τὸν Εὐφράτην ἐπεστράφη, τῷ δὲ ἐπιστολὴ ξυνετέτακτο περὶ ὧν ᾔτει. τὴν μὲν δὴ ἐπιστολὴν ὤρεγεν, ὡς ἀναγνωσομένῳ καθʼ ἑαυτόν, βουληθεὶς δὲ ὁ βασιλεὺς παραδοῦναί τινα κατʼ αὐτοῦ λόγον ἀνέγνω δημοσίᾳ πᾶσιν· αἰτῶν δὲ ἐφαίνετο τὰ μὲν ἑαυτῷ, τὰ δὲ ἑτέροις, καὶ τῶν δωρεῶν αἱ μὲν χρήματα ἦσαν, αἱ δὲ ὑπὲρ χρημάτων. γελάσας οὖν ὁ Ἀπολλώνιος εἶτα ὑπὲρ δημοκρατίας ἔφη ξυνεβούλευες τοσαῦτα μέλλων αἰτήσειν βασιλέα;

此后,皇帝在神庙献祭完毕,当众允诺赐予他厚礼。阿波罗尼奥斯却宛如将有所求一般说道: “王啊,你将赐予怎样的礼物?” “如今赐予十份,”皇帝道,“待你抵达罗马时,则赐予我所有的一切。” 阿波罗尼奥斯说道: “既是如此,我理当珍惜你的财物,如同对待己物一般,而不应在此时挥霍日后将全数留给我的资财。王啊,反倒请顾恤这些人吧,因他们似乎正有所求。” 说着,他便指向了尤弗拉特斯一干人。于是皇帝命他们大胆祈请,狄翁面带羞惭说道: “王啊,请让我与我的老师阿波罗尼奥斯和解吧;因我此前从未反对过这位贤士,如今却似乎与他产生了异议。” 皇帝称赞了他,说道: “昨日我已为此祈请,此事已然成全;但请祈求一份厚礼吧。” 狄翁说道: “有一位来自比提尼亚族境内阿帕梅亚的拉斯泰内斯;他曾与我一同研习哲学,后来却迷恋上军袍与戎马生涯。如今他说自己再度向往粗褐哲人袍,请免除他的军职,因他本人亦有此愿。让我将他造就为善士是对我的恩赐,而如其所愿地生活则是对他的恩遇。” “准予退役,”皇帝说道,“既然他向往智慧与你,我亦赐予他退伍军人所享有的权益。” 继他之后,皇帝转向尤弗拉特斯;尤弗拉特斯早已备好一封陈述其所求之事的书信。他递上书信,本指望皇帝独自阅览;但皇帝意欲让人有话柄非议他,便当众向所有人朗读出来。只见他所请求的事项,有的是为自己,有的是为他人;而在所求之物中,有些是金钱,有些则是为了换取金钱。阿波罗尼奥斯见状笑道: “既然你打算向君王索求如此之多,此前竟还为民主政制建言献策吗?”

语法注4 条
  1. 5.37ἔλαθε διαβαλὼν ἑαυτόν

    λανθάνω 后接补充补语分词(διαβαλών)的固定句式,意为“不知不觉中诋毁/败坏了自己”。表明尤弗拉特斯本欲构陷阿波罗尼奥斯,却在未曾察觉的情况下反而在皇帝面前暴露了自己的嫉妒与虚伪。

  2. 5.37εἰρηκώς

    主格阳性单数完成时分词,在句法逻辑上与主语 Euphrates 一致。它与前面的谓语形容词(βάσκανός τε... καὶ ὑβριστὴς ἔδοξε)相并列,充当说明皇帝对尤弗拉特斯看法的补充性分词,解释皇帝判定其“并非出于真知灼见,而是为了反驳阿波罗尼奥斯才发表拥护民主的言论”。

  3. 5.37τῷ δὲ οὐκ ἐδόκει ταῦτα

    无人称动词 δοκεῖ 搭配人物与格(τῷ,指代阿波罗尼奥斯)的未完成过去时形式,意为“但他并不赞同此事(即同行)”。随后的理由从句由 γάρ 引导,以间接引语的不定式(ἑωρακέναι, ἀφῖχθαι)陈述其不愿离开埃及的缘由。

  4. 5.38χαριεῖ δὲ ἐμοὶ μὲν ἀποφῆναι αὐτὸν ἄνδρα ἀγαθόν, ἐκείνῳ δὲ ζῆν, ὡς βούλεται

    χαριεῖ 是 χαρίζομαι 的阿提卡未来时第二人称单数中动形式。分别支配两组平行的与格(ἐμοί, ἐκείνῳ)与不定式(ἀποφῆναι, ζῆν),字面意为:“对我而言,您将赐予让我将他造就为善士的恩惠;对彼而言,您将赐予容其随心生活的恩典”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:5.37-5.38