← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§5.36

阿波罗尼奥斯论明君的为政之道

应皇帝的请求,阿波罗尼奥斯向其阐述明君的为政之道,论及善用财富、敬奉神明与法律、严加管教诸子、节制奢靡逸乐,并建言依语言与习俗为各行省选派相称的长官。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.36

ἄσμενος τούτων ἀκούσας ὁ βασιλεὺς εἰ τὴν ψυχὴν ἔφη τὴν ἐμὴν ᾤκεις, οὐκ ἂν οὕτω σαφῶς, ἃ ἐνεθυμήθην, ἀπήγγειλας·1 ἕπομαι δή σοι, θεῖον γὰρ ἡγοῦμαι τὸ ἐκ σοῦ πᾶν, καὶ ὁπόσα χρὴ τὸν ἀγαθὸν βασιλέα πράττειν δίδασκε. καὶ ὁ Ἀπολλώνιος οὐ διδακτά με ἔφη ἐρωτᾷς·2 βασιλεία γὰρ μέγιστον μὲν τῶν κατʼ ἀνθρώπους, ἀδίδακτον δέ. ὁπόσα δʼ οὖν μοι δοκεῖς πράττων ὑγιῶς ἂν πρᾶξαι, καὶ δὴ φράσω· πλοῦτον ἡγοῦ μὴ τὸν ἀπόθετον — τί γὰρ βελτίων οὗτος τῆς ὁποθενδὴ ξυνενεχθείσης ψάμμου; — μηδὲ τὸν φοιτῶντα παρʼ ἀνθρώπων, οἳ τὰς ἐσφορὰς ὀλοφύρονται, κίβδηλον γὰρ ὁ χρυσὸς καὶ μέλαν, ἢν ἐκ δακρύων ἥκῃ· πλούτῳ δʼ ἂν ἄριστα βασιλέων χρῷο τοῖς μὲν δεομένοις ἐπαρκῶν, τοῖς δὲ πολλὰ κεκτημένοις παρέχων ἀσφαλῆ τὸν πλοῦτον. τὸ ἐξεῖναί σοι πᾶν, ὅ τι βούλει, δέδιθι, σωφρονέστερον γὰρ αὐτῷ χρήσῃ. μὴ τέμνε τῶν ἀσταχύων τοὺς ὑψηλούς τε καὶ ὑπεραίροντας, ἄδικος γὰρ ὁ τοῦ Ἀριστοτέλους λόγος, ἀλλὰ τὸ δύσνουν ἐξαίρει μᾶλλον, ὥσπερ τὰς ἀκάνθας τῶν ληίων καὶ φοβερὸς δόκει τοῖς νεώτερα πράττουσι μὴ ἐν τῷ τιμωρεῖσθαι, ἀλλʼ ἐν τῷ τιμωρήσεσθαι.3 νόμος, ὦ βασιλεῦ, καὶ σοῦ ἀρχέτω· σωφρονέστερον γὰρ νομοθετήσεις, ἢν μὴ ὑπερορᾷς τῶν νόμων. θεοὺς θεράπευε μᾶλλον ἢ πρότερον· μεγάλα μὲγ γὰρ παρʼ αὐτῶν εἴληφας, ὑπὲρ μεγάλων δὲ εὔχῃ. καὶ τὰ μὲν τῇ ἀρχῇ προσήκοντα, ὡς βασιλεὺς πρᾶττε, τὰ δὲ τῷ σώματι, ὡς ἰδιώτης. περὶ δὲ κύβων καὶ μέθης καὶ ἐρώτων καὶ τοῦ διαβεβλῆσθαι πρὸς τὰ τοιαῦτα τί ἄν σοι παραινοίην, ὅν φασι μηδὲ ἐφʼ ἡλικίας ταῦτα ἐπαινέσαι; παῖδές εἰσί σοι, βασιλεῦ, δύο καὶ γενναῖοι, ὥς φασιν. ἄρχε τούτων μάλιστα, τὰ γὰρ ἐκείνοις ἁμαρτηθέντα σὲ δήπου διαβαλεῖ. ἔστω δέ σοι καὶ ἀπειλὴ πρὸς αὐτούς, ὡς οὐ παραδώσεις τὴν ἀρχήν σφισιν, εἰ μή που καλοί τε καὶ ἀγαθοὶ μείνωσιν, ἵνα μὴ κληρονομίαν ἡγῶνται τὴν ἀρχήν, ἀλλʼ ἀρετῆς ἆθλα. τὰς δὲ ἐμπολιτευομένας ἡδονὰς τῇ Ῥώμῃ, πολλαὶ δὲ αὗται, δοκεῖ μοι, ὦ βασιλεῦ, ξυμμέτρως παύειν, χαλεπὸν γὰρ μεταβαλεῖν δῆμον ἐς τὸ ἀθρόως σῶφρον, ἀλλὰ δεῖ κατʼ ὀλίγον ἐμποιεῖν ῥυθμὸν ταῖς γνώμαις, τὰ μὲν φανερῶς, τὰ δὲ ἀφανῶς διορθούμενον. ἀπελευθέρων τε καὶ δούλων, οὓς ἡ ἀρχή σοι δίδωσιν, ἀνέλωμεν τρυφὴν τοσούτῳ ταπεινότερον αὐτοὺς ἐθίσαντες φρονεῖν, ὅσῳ μείζονος δεσπότου εἰσίν. τί λοιπὸν ἀλλʼ ἢ4 περὶ τῶν ἡγεμόνων εἰπεῖν, οἳ ἐς τὰ ἔθνη φοιτῶσιν, οὐ περὶ ὧν αὐτὸς ἐκπέμψεις, ἀριστίνδην γάρ που τὰς ἀρχὰς δώσεις, ἀλλὰ περὶ τῶν κληρωσομένων τὸ ἄρχειν· τούτων γὰρ τοὺς μὲν προσφόρους τοῖς ἔθνεσιν, ἃ διέλαχον, φημὶ δεῖν πέμπειν, ὡς ὁ κλῆρος, ἑλληνίζοντας μὲν Ἑλληνικῶν ἄρχειν, ῥωμαΐζοντας δὲ ὁμογλώττων καὶ ξυμφώνων. ὅθεν δὲ τοῦτʼ ἐνεθυμήθην, λέξω· κατὰ τοὺς χρόνους, οὓς ἐν Πελοποννήσῳ διῃτώμην, ἡγεῖτο τῆς Ἑλλάδος ἄνθρωπος οὐκ εἰδὼς τὰ Ἑλλήνων, καὶ οὐδʼ οἱ Ἕλληνές τι ἐκείνου ξυνίεσαν· ἔσφηλεν οὖν καὶ ἐσφάλη τὰ πλεῖστα, οἱ γὰρ ξύνεδροί τε καὶ κοινωνοὶ τῆς ἐν τοῖς δικαστηρίοις γνώμης ἐκαπήλευον τὰς δίκας διαλαβόντες τὸν ἡγεμόνα, ὥσπερ ἀνδράποδον. ταῦτά μοι, βασιλεῦ, παρέστη τήμερον, εἰ δέ τι καὶ ἕτερον ἐπὶ νοῦν ἔλθοι, πάλιν ξυνελευσόμεθα. νυνὶ δὲ τὰ προσήκοντα τῇ ἀρχῇ πρᾶττε, μὴ ἀργότερος τοῖς ὑπηκόοις δόξῃς.

皇帝欣喜地听完这些话,说道: “即便你曾住在我灵魂之中, 恐怕也无法如此清晰地说出我心中所想之策。我愿听从于你,因我认为出自你的一切皆具神意;请教导我一位贤明君王应当做些什么。” 阿波罗尼奥斯说道: “你向我探问的, 是不可教授之事;盖因王道虽是人间至伟之业,却不可传授。然而,在我看来只要去做便能做得妥善的一切,我自当明言。 莫将囤积之物视作财富——这与随处堆聚的沙砾相比又有何高下?亦莫将取自痛哭纳税之人手中的钱财视作财富,因源自泪水的黄金既是虚妄亦是晦暗的;但若能扶助贫困之士,并为广有资财者提供稳固的财产保障,你便能在列王之中最善用财富。 对于随心所欲行事的权力当存敬畏之心,如此方能更审慎地行使之。 切莫削除那些高耸出众的麦穗,因亚里士多德之说是非正义的;反当拔除恶意之徒,宛如拔除麦田里的荆棘;面对谋反作乱之人,当显得可畏,但并非通过施加惩戒,而是通过必行惩戒的威慑。 王啊,让法律亦统治于你;若不轻慢法律,你立法时必将更为审慎。 当比以往更笃诚地侍奉诸神,因你已从他们那里承受大任,且所祈求者亦是至大之事。 凡属政权之事,当以君王之身份施行;凡属躯体之事,当以平民之身份处之。 至于骰戏、沉湎于酒色以及厌恶此类事物,我又何须向你规劝?据说你即便在青年时代亦从未赞许过此类行径。 王啊,你有两个儿子,且据传皆英武出众。当最严格地统御他们,因他们的过失必将归咎于你。你亦当对他们保持威吓,声明若他们不能始终保持高尚与良善,便不会将政权传于他们,以免他们将大权视作世袭私产,而非美德之奖赏。 至于植根于罗马的逸乐——此类享乐甚多——王啊,我认为应当适度加以遏止;因骤然使民众转向节制殊为困难,唯须逐步将规范注入其心智,或显或隐地加以匡正。 对于权势赐予你的获释奴与奴隶,我们当消除其骄纵之气,使他们习惯于因主人愈发崇高而愈发谦卑自处。 除开前往诸行省的巡视长官之外,还剩下何事须言?这并非指你将亲自派出的官员——因你自会选拔最贤能者授予职权——而是指那些依抽签而获得治权的官员。因为我主张,在这些人当中,凡适合自己抽中之行省者,应当照抽签结果派遣,让通晓希腊语者统辖希腊之地,让通晓拉丁语者治理同语同调之民。 我由何处得此体悟,且容我道来:在我客居伯罗奔尼撒期间,一位全然不通希腊事务之人曾统治希腊,而希腊人亦丝毫听不懂其言语;是以他在多数事情上皆遭挫败且坏了大事,因法庭上共同列席参议的陪审助手们把那位长官如奴隶一般玩弄于股掌之间,倒买倒卖司法裁判。 王啊,此即我今日心中所思;若另有领悟,我们当再度相聚。此刻请处理政务所当为之事,免得臣民认为你怠惰荒政。”

语法注4 条
  1. 5.36εἰ τὴν ψυχὴν ... τὴν ἐμὴν ᾤκεις, οὐκ ἂν οὕτω σαφῶς, ἃ ἐνεθυμήθην, ἀπήγγειλας

    与过去事实相反的虚拟条件句,条件从句用未完成过去时直陈式(ᾤκεις),主句用带 ἄν 的不定过去时直陈式(οὐκ ἂν ... ἀπήγγειλας)。这是一种夸张的反诘性赞誉表达:“即便你寄居于我的灵魂之中,也绝不可能(比方才所言)更清晰地道出我的心曲”。

  2. 5.36οὐ διδακτά με ... ἐρωτᾷς

    动词 ἐρωτάω 支配的双重宾格结构,分别指向人的宾格代词(με)和表示所问内容的中性复数宾格(διδακτά,“可被教授之事”)。否定词 οὐ 直接否定 διδακτά,意为“你向我探问不可教授之事”。

  3. 5.36μὴ ἐν τῷ τιμωρεῖσθαι, ἀλλʼ ἐν τῷ τιμωρήσεσθαι

    带定冠词不定词构成的介词短语(ἐν + 与格)之对比。现在中动/被动态 τιμωρεῖσθαι 指正在施加惩罚的实际行动,而将来中动态 τιμωρήσεσθαι 则指将要施行惩罚的预期或威慑力;意指统治者应当通过使人确信其必遭惩处来树立威严,而非依靠频繁的实际惩罚。

  4. 5.36τί λοιπὸν ἀλλʼ ἢ

    反诘惯用句式,省略了系动词 ἐστίν:τί λοιπὸν [ἐστιν] ἀλλʼ ἢ ...(“除了……之外还剩下什么”=“唯当谈及……”)。短语 ἀλλʼ ἤ 意为“除……之外”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:5.36