← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§5.35

阿波罗尼奥斯驳斥空谈并维护君主制

阿波罗尼奥斯批评欧夫拉特斯与狄翁的空谈动摇了已然决断起兵的韦斯巴芗,力陈君主统治与务实进军的必要性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.35

σιωπὴ μὲν οὖν ἐπὶ τούτοις ἐγένετο καὶ τὸ πρόσωπον τοῦ βασιλέως ἀγῶνα ἐπεδήλου τῆς γνώμης, ἐπειδὴ πάνθʼ ὥσπερ αὐτοκράτωρ χρηματίζων τε καὶ πράττων ἀπάγεσθαι ἐδόκει τῆς βουλῆς ταύτης, καὶ ὁ Ἀπολλώνιος δοκεῖτέ μοι εἶπεν ἁμαρτάνειν ἀναλύοντες βασιλέα περὶ πραγμάτων ἤδη βεβουλευμένων,1 ἐς ἀδολεσχίαν καθιστάμενοι μειρακιώδη καὶ ἀργοτέραν τοῦ καιροῦ. εἰ μὲν γὰρ ἐμοὶ κεκτημένῳ δύναμιν, ὁπόσην οὗτος, καὶ βουλευομένῳ, τί δρῴην ἂν τοὺς ἀνθρώπους ἀγαθόν, ξύμβουλοι τῶν τοιούτων ἐγίγνεσθε, προὔβαινεν ἂν ὁ λόγος ὑμῖν — αἱ γὰρ φιλόσοφοι γνῶμαι τοὺς φιλοσόφους τῶν ἀκροατῶν διορθοῦνται2 — ἀνδρὶ δὲ ξυμβουλεύοντας ὑπάτῳ καὶ ἄρχειν εἰθισμένῳ,3 καὶ ᾧ ἕτοιμον, ἐπειδὰν ἐκπέσῃ τῆς ἀρχῆς, ἀπολωλέναι, τί δεῖ ἐπιπλήττειν, εἰ μὴ διωθεῖται τὰ παρὰ τῆς τύχης, ἀλλὰ δέχεται μὲν αὐτὰ ἥκοντα, βουλεύεται δέ, ὅπως χρήσεται σωφρόνως οἷς ἔχει; ὥσπερ οὖν, εἰ ἀθλητὴν ὁρῶντες εὐψυχίᾳ τε κατεσκευασμένον καὶ μήκει καὶ τὴν ἁρμονίαν τοῦ σώματος ἐπιτήδειον ἐς Ὀλυμπίαν βαδίζοντα διʼ Ἀρκαδίας ἤδη προσελθόντες ἐπὶ μὲν τοὺς ἀντιπάλους ἐρρώννυμεν, ἐκελεύομεν δὲ αὐτόν, ἐπειδὰν νικήσῃ τὰ Ὀλύμπια, μὴ κηρύττεσθαι τῆς νίκης, μηδὲ ὑπέχειν τὴν κεφαλὴν τῷ κοτίνῳ, ληρεῖν ἂν ἐδόξαμεν ἢ παίζειν ἐς τοὺς ἑτέρων πόνους, οὕτως ἐνθυμούμενοι τὸν ἄνδρα, καὶ ὁπόση μὲν αἰχμὴ περὶ αὐτόν, ὁπόσος δὲ χαλκὸς ἀστράπτει, πλῆθος δὲ ἵππων ὅσον, αὐτὸς δὲ ὡς γενναῖός τε καὶ σώφρων καὶ πρέπων κατασχεῖν ἃ διανοεῖται, πέμπωμεν ἐφʼ ἃ ὥρμηκεν αἴσια μὲν φθεγγόμενοι πρὸς αὐτόν, εὐφημότερα δὲ τούτων παρεγγυῶντες. οὔτε γὰρ ἐκεῖνο ἐνεθυμήθητε, ὅτι δυοῖν παίδοιν πατὴρ οὗτος, οἳ στρατοπέδων ἤδη ἄρχουσιν, οἷς εἰ μὴ παραδώσει τὴν ἀρχήν, ἐχθίστοις χρήσεται, καὶ τί λοιπόν, ἀλλʼ ἢ ἐκπεπολεμῆσθαι πρὸς τὸν ἑαυτοῦ οἶκον; τὴν δὲ ἀρχὴν ὑποδεξάμενος θεραπεύσεται μὲν ὑπὸ τῶν ἑαυτοῦ παίδων, στηρίξεται δὲ ἐπʼ αὐτῶν καὶ ἐπʼ αὐτοῦ οἱ παῖδες, δορυφόροις δὲ αὑτοῦ χρήσεται, μὰ Δίʼ, οὐ μεμισθωμένοις, οὐδʼ ἠναγκασμένοις, οὐδὲ πλαττομένοις εὔνουν πρόσωπον, ἀλλʼ ἐπιτηδειοτάτοις τε καὶ φιλτάτοις. ἐμοὶ πολιτείας μὲν οὐδεμιᾶς μέλει, ζῶ γὰρ ὑπὸ τοῖς θεοῖς,4 τὴν δὲ τῶν ἀνθρώπων ἀγέλην οὐκ ἀξιῶ φθείρεσθαι χήτει βουκόλου δικαίου τε καὶ σώφρονος. ὥσπερ γὰρ εἷς ἀρετῇ προὔχων μεθίστησι τὴν δημοκρατίαν ἐς τὸ ἑνὸς ἀνδρὸς τοῦ ἀρίστου ἀρχὴν φαίνεσθαι, οὕτως ἡ ἑνὸς ἀρχὴ πάντα ἐς τὸ ξυμφέρον τοῦ κοινοῦ προορῶσα δῆμός ἐστιν. οὐ κατέλυσας, φησί, Νέρωνα. σὺ δὲ, Εὐφρᾶτα; Δίων δέ; ἐγὼ δέ; ἀλλʼ ὅμως οὐδεὶς ἡμῖν ἐπιπλήττει τοῦτο, οὐδʼ ἡγεῖται δειλούς, εἰ φιλοσόφων ἀνδρῶν μυρίας ἤδη καθελόντων τυραννίδας ἀπελείφθημεν ἡμεῖς τοῦ δόξαι ὑπὲρ ἐλευθερίας τι πράττειν. καίτοι τό γε ἐπʼ ἐμοὶ καὶ παρεταττόμην πρὸς Νέρωνα, πολλὰ μὲν κακοήθως διαλεχθεὶς καὶ τὸν ὠμότατον Τιγελλῖνον ἐπικόψας ἀκούοντα, ἃ δὲ περὶ τὰ ἑσπέρια τῶν χωρίων ὠφέλουν Βίνδικα, Νέρωνι δήπου ἐπετείχιζον. ἀλλʼ οὔτε ἐμαυτὸν διὰ ταῦτα φήσω καθῃρηκέναι τὸν τύραννον, οὔτε ὑμᾶς, ἐπεὶ μὴ ταῦτʼ ἐπράττετε, μαλακωτέρους ἡγήσομαι τοῦ φιλοσοφίᾳ προσήκοντος. ἀνδρὶ μὲν οὖν φιλοσόφῳ τὸ ἐπὶ νοῦν ἐλθὸν εἰρήσεται, ποιήσεται δέ, οἶμαι, λόγον τοῦ μή τι ἀνοήτως ἢ μανικῶς εἰπεῖν· ὑπάτῳ δʼ ἐνθυμουμένῳ καταλῦσαι τύραννον πρῶτον μὲν δεῖ βουλῆς πλείονος, ἵνʼ ἐξ ἀφανοῦς προσβαίη τοῖς πράγμασιν, εἶτʼ ἐπιτηδείου σχήματος ἐς τὸ μὴ παρορκεῖν δοκεῖν. εἰ γὰρ ἐπʼ αὐτόν, ὃς ἀπέφηνεν αὐτὸν στρατηγὸν καὶ ᾧ τὰ βέλτιστα βουλεύσειν τε καὶ πράξειν ὤμοσε, μέλλοι χρήσεσθαι τοῖς ὅπλοις, ἀπολογεῖσθαι δήπου τοῖς θεοῖς δεῖ πρότερον, ὡς ξὺν ὁσίᾳ ἐπιορκοῦντα, φίλων τε δεῖ πλειόνων, οὐ γὰρ ἀχαρακώτους γε, οὐδὲ ἀφράκτους χρὴ τὰ τοιαῦτα πράττειν, καὶ χρημάτων ὡς πλείστων, ἵνʼ ὑποποιήσαιτο τὰς δυνάμεις καὶ ταῦτα ἐπιτιθέμενος ἀνθρώπῳ τὰ ἐν πάσῃ τῇ γῇ κεκτημένῳ. τριβὴ δὲ ὅση περὶ ταῦτα, ὅσοι δὲ χρόνοι. καὶ ταῦτα μὲν ἐκδέχεσθε, ὅπη βούλεσθε, μὴ γὰρ ἐς ἔλεγχον ἴωμεν ὧν ἐνεθυμήθη μέν, ὡς εἰκός, οὗτος, ἡ τύχη δὲ οὐδὲ ἀγωνισαμένῳ ξυνέλαβε· πρὸς δὲ ἐκεῖνο τί ἐρεῖτε; τὸν γὰρ χθὲς ἄρχοντα καὶ στεφανούμενον μὲν ὑπὸ τῶν πόλεων ἐν τοῖς δεῦρο ἱεροῖς, χρηματίζοντα δὲ λαμπρῶς καὶ ἀφθόνως, τοῦτον κελεύετε δημοσίᾳ κηρύττειν τήμερον, ὡς ἰδιώτης μὲν εἴη λοιπόν, παρανοῶν δὲ ἐπὶ τὴν ἀρχὴν ἦλθεν; ὥσπερ γὰρ ἐπιτελῶν τὰ δεδογμένα προθύμους δορυφόρους, οἷς πιστεύων ταῦτʼ ἐνεθυμήθη, παραστήσεται, οὕτως ἐς τὸ μεθίστασθαι τῶν δοξάντων ἥκων πολεμίῳ τῷ μετὰ ταῦτα ἀπιστουμένῳ χρήσεται.5

听了这些话之后,全场陷入一片沉默,皇帝的面容显露出心中的思想挣扎,因为他本如独裁者一般裁决并行使一切政权,此刻却似乎要被拉离这一决断。阿波罗尼奥斯遂说道: “在我看来, 你们犯了错误:你们动摇皇帝对业已决议之事的决心,使自己沦于幼稚且不合时宜的闲谈。因为,倘若是对我这样一个拥有与他同等力量、并正权衡能为人类造何种福祉的人,你们作为此类议题的参谋,你们的议论尚可有所进益——盖因哲学的见解自能匡正具有哲学素养的听众;然而,对于一个身为执政官、惯于统御、且一旦失势便面临毁灭的男子,当他并非推诿命运的赐予,而是接纳降临的机运,并权衡如何审慎运用手中之物时,为何非要加以责难呢?正如我们若见到一位兼具胆识与身材、体魄匀称适宜的竞技者已在穿过阿卡迪亚前往奥林匹亚,走上前去,虽激励他对抗对手,却命令他在赢得奥林匹亚盛会时不得让人宣布获胜,亦不得让头颅接受野橄榄树冠的加冕,我们必会被视为胡言乱语,或是对旁人的辛劳加以戏弄;同理,考虑到这位男子,他身边环绕着何等规模的矛阵,闪烁着何等耀目的铠甲青铜,拥有何其众多的骑兵,而他本人又是何等英武审慎、堪当掌控心中所图,就让我们对他吐露吉祥之兆,奉劝比你们那些更为吉利的建言,送他踏上已然启程的征途吧。因为你们连这一点也不曾思虑:他是两个儿子的父亲,这两个儿子已统领军团;若他不将统治权传给他们,便会将他们变成最险恶的仇敌,除了与自己的家族彻底反目为仇,还能剩下什么呢?反之,一旦承担统治权,他将受到自己儿子的侍奉,儿子将成为他的倚靠,儿子们亦倚靠于他,并且凭宙斯起誓,他身边的侍卫将不再是雇佣而来的,亦非被迫屈从的,更非伪装顺从面孔的人,而是最可靠、最亲近的骨肉。我本人对任何政体皆不在意,因为我生活于诸神之下;但我决不认为人类的羊群应当因缺乏正直审慎的牧人而遭毁灭。正如一个道德卓绝之人能将民主政体转变为表面上呈现为一个最优秀之人的统治,同样,一个全心为公共福祉深谋远虑的个人统治,其本质便是人民政体。有人会说:‘你并未推翻尼禄。’然而欧夫拉特斯,你推翻了吗?狄翁,你呢?我呢?然而,即便哲学家们此前已推翻了无数僭政,而我们却未能显出为自由贡献了什么,也绝无人为此责难我们,或视我们为懦夫。不过就我个人而言,我也曾与尼禄正面对抗,说了许多刻毒的讽喻之语,当着最为残暴的提盖利努斯的面加以驳斥;而在西方各地援助温代克斯之事,实则是为针对尼禄修筑壁垒。但我决不会因此自称推翻了僭主,亦不会因你们未曾做出这些事,就认为你们较之哲学应有的刚毅更为软弱。因此,作为哲学之士固然会畅所欲言,然而我想,他也会审慎行事,免于口吐愚昧或狂妄之语;可是对于一位意图推翻僭主的执政官而言,首先需要更为周密的谋划,以便隐秘地切入局势,其次需要合宜的借口,以免显得违背誓言。因为他若要对其任命自己为将领、且自己曾起誓为其谋划并施行最善之事的君王动用武力,自当首先向诸神辩解,表明自己乃是合乎神圣正义而背弃誓言;而且需要更多的盟友,因行此类大事决不可毫无防备、孤立无援;还需要极其充足的资财,以便收买军队,更何况攻击的对象是坐拥普天之下资源的君王。围绕这些事有着何等浩繁的周折,何其漫长的时间!这些你们尽可随意理解;因为我们无需去检验这位统帅自然曾考虑过、而命运在他甚至未曾交战时便已相助的事情。但对于下面这一点,你们作何回答?昨日仍是最高统治者、在本地神殿中接受诸城邦加冕、显赫而宽宏地裁决政务之人,你们却命他在今日公然宣称自己今后沦为平民,且当初夺取统治权乃是一时发疯吗?因为,若付诸实施业已决议之事,他将有热切的近卫侍从伴随身侧——他正是信任这些人方才谋划了此事;反之,若中途变卦放弃既定之议,他此后所面对的,将全是不再受其信任的敌人。”

语法注5 条
  1. 5.35ἀναλύοντες βασιλέα περὶ πραγμάτων ἤδη βεβουλευμένων

    分词 ἀναλύοντες 与 ἁμαρτάνειν 连用,说明犯错误的具体方式或原因;动词 ἀναλύω 此处引申为“瓦解、动摇(既定决意)”。

  2. 5.35αἱ γὰρ φιλόσοφοι γνῶμαι τοὺς φιλοσόφους τῶν ἀκροατῶν διορθοῦνται

    主语 αἱ φιλόσοφοι γνῶμαι 支配带有部分属格的宾语 τοὺς φιλοσόφους τῶν ἀκροατῶν(“听众中具有哲学素养者”),构成了哲学思辨与对统治者切实行谋之间的对比核心。

  3. 5.35ἀνδρὶ δὲ ξυμβουλεύοντας ὑπάτῳ καὶ ἄρχειν εἰθισμένῳ

    宾格分词 ξυμβουλεύοντας 与不定式的主语(暗指的 ὑμᾶς)一致,支配与格补足语 ἀνδρὶ ... ὑπάτῳ(“对一位执政官男子”),与前文设想向阿波罗尼奥斯进言的情形形成鲜明对比。

  4. 5.35ἐμοὶ πολιτείας μὲν οὐδεμιᾶς μέλει, ζῶ γὰρ ὑπὸ τοῖς θεοῖς

    非人称动词 μέλει 支配人称与格(ἐμοί)和事物属格(πολιτείας ... οὐδεμιᾶς)。后半句介词短语 ὑπὸ τοῖς θεοῖς(“在诸神之下”)体现了哲学家超脱于凡俗政体之外的立场。

  5. 5.35πολεμίῳ τῷ μετὰ ταῦτα ἀπιστουμένῳ χρήσεται

    动词 χράομαι 支配与格;此处 πολεμίῳ 作述语同位语(“视作敌人/作为敌人”),实词化分词 τῷ μετὰ ταῦτα ἀπιστουμένῳ(“此后不受其信任者”)作实际对象,点出统治者出尔反尔而不再信任部下时必树敌的危局。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:5.35