← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§5.34

狄翁建议将政体抉择权归还罗马人民

在阿波罗尼奥斯的询问下,狄翁发表见解,指出当年推翻尼禄本优于征讨犹太人,但他赞成出兵推翻维特里乌斯,并建议胜利后将政体抉择权归还给罗马民众。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.34

τοσαῦτα τοῦ Εὐφράτου εἰπόντος ὁρῶν ὁ Ἀπολλώνιος τὸν Δίωνα προστιθέμενον τῇ γνώμῃ, τουτὶ γὰρ καὶ τῷ νεύματι ἐπεδήλου καὶ οἷς ἐπῄνει λέγοντα, μή τι, ἔφη Δίων, τοῖς εἰρημένοις προστίθης; νὴ Δίʼ, εἶπε πὴ μὲν ὅμοια, πὴ δὲ ἀνόμοια· τὸ μὲν γὰρ ὡς πολλῷ βελτίων ἂν ἦν Νέρωνα καταλύων μᾶλλον ἢ τὰ τῶν Ἰουδαίων διορθούμενος, ἡγοῦμαι κἀμοὶ πρὸς σὲ εἰρῆσθαι, σὺ δὲ ἐῴκεις ἀγῶνα ποιουμένῳ μὴ καταλυθῆναί ποτε αὐτόν·1 ὁ γὰρ τὴν ταραχὴν τῶν ἐκείνου πραγμάτων εὖ τιθέμενος ἐρρώννυέ που τὸν ἄνθρωπον ἐπὶ πάντας, οὓς κακῶς ἔρρωτο.2 τὴν δὲ ἐπὶ τὸν Βιτέλιον ὁρμὴν ἐπαινῶ· τοῦ γὰρ τυραννίδα καθεστηκυῖαν παῦσαι μεῖζον ἡγοῦμαι τὸ μηδὲ ἐᾶσαι φῦναι. δημοκρατίαν δὲ ἀσπάζομαι μέν — καὶ γὰρ εἰ τῆς ἀριστοκρατίας ἥττων ἥδε ἡ πολιτεία, ἀλλὰ τυραννίδων τε καὶ ὀλιγαρχιῶν αἱρετωτέρα τοῖς σώφροσι — δέδια δέ, μὴ χειροήθεις ἤδη Ῥωμαίους αὗται αἱ τυραννίδες πεποιηκυῖαι χαλεπὴν ἐργάσωνται τὴν μεταβολὴν καὶ μὴ δύνωνται μήτε ἐλευθεριάζειν μήτε πρὸς δημοκρατίαν ἀναβλέπειν, ὥσπερ οἱ ἐκ σκότους ἐς ἀθρόον φῶς βλέψαντες· ὅθεν φημὶ δεῖν τὸν μὲν Βιτέλιον ἐξωθεῖν τῶν πραγμάτων, καὶ ὡς τάχιστά γε καὶ ἄριστα τοῦτο ἔσται, γιγνέσθω, δοκεῖ δέ μοι παρασκευάζεσθαι μὲν ὡς πολεμήσοντα, πόλεμον δὲ αὐτῷ μὴ προκηρύττειν, ἀλλὰ τιμωρίαν, εἰ μὴ μεθεῖτο τῆς ἀρχῆς, κἂν ἕλῃς αὐτόν, τουτὶ δʼ ὑπάρξειν ἡγοῦμαί σοι μηδὲ πονήσαντι, δίδου Ῥωμαίοις αἵρεσιν τῆς αὑτῶν πολιτείας, κἂν μὲν αἱρῶνται δημοκρατίαν, ξυγχώρει· τουτὶ γάρ σοι πολλῶν μὲν τυραννίδων, πολλῶν δὲ Ὀλυμπιάδων μεῖζον καὶ πανταχοῦ μὲν γεγράψῃ τῆς πόλεως, πανταχοῦ δὲ ἑστήξεις χαλκοῦς, ἡμῖν δʼ ἀφορμὰς παραδώσεις λόγων, αἷς οὔτε Ἁρμόδιος οὔτε Ἀριστογείτων παραβεβλήσεταί τις. εἰ δὲ μοναρχίαν προσδέχοιντο, τίνι λοιπὸν ἀλλʼ ἢ σοὶ ψηφίσασθαι τὴν ἀρχὴν πάντας;3 ἃ γὰρ ἔχων ἤδη τῷ κοινῷ παρήσεις, σοὶ δήπου μᾶλλον ἢ ἑτέρῳ δώσουσιν.

欧夫拉特斯陈词毕了,阿波罗尼奥斯见狄翁赞同其观点——因为狄翁不仅频频点头,且以言辞称赞讲者,显露无遗——便问道:“狄翁,对于方才所言,你还有所补充吗?” 狄翁答道:“凭宙斯起誓,部分相同,部分不同。因为与其去平定犹太人的叛乱,推翻尼禄本要卓越得多,我认为此言我也曾对您说过;而您自己却仿佛在极力确保他永不被推翻。盖因整饬尼禄紊乱政局之人,实乃助长了那厮向所有人逞凶肆虐的狂威。然而对于征伐维特里乌斯的决断,我深表赞许;因为我认为阻止一场僭政滋生,实比终结已然确立的僭政更为伟大。另一方面,我固然拥护民主政体——因为即便该政体逊于贵族政体,但在明智之士眼中仍远胜于僭主政体和寡头政体——但我却担忧,接连的僭政已使罗马人变得驯服顺从,会令政体变革变得艰难重重,以致他们既无法行使自由,亦不敢仰视民主,正如久居幽暗之人骤睹强光一般。因此我认为,维特里乌斯必须被逐出政权,且应尽快、尽善地实现此事;依我之见,您应以作战之势厉兵秣马,但切勿对他宣战,而应通告:若他不交出政权,便将对其施以严惩。一旦您擒获了他——我认为您甚至无需苦战便唾手可得——请给予罗马人自行抉择政体的权利;若他们选择民主,便顺从民意。因为对您而言,此举远胜于无数僭政与奥林匹亚盛会的桂冠;您的名字将铭刻于城中各处,您的青铜雕像将巍然矗立于四方,并为我们提供演讲的绝佳主题,届时连哈尔摩狄奥斯与阿里斯托革顿亦无法与这些〔主题〕相提并论。倘若他们仍愿接受君主制,那么除了您之外,万民又怎会将最高统治权投票授予他人呢?因为您既已握在手中却甘愿还予公共之物,世人必会毫不犹豫地赋予您,而非他人。”

语法注3 条
  1. 5.34σὺ δὲ ἐῴκεις ἀγῶνα ποιουμένῳ μὴ καταλυθῆναί ποτε αὐτόν

    动词 ἐῴκεις(ἔοικα 的过去完成时)支配与格分词 ἀγῶνα ποιουμένῳ,构成“你仿佛是一个竭力……之人”的表象/类比结构。其后的不定式短语 μὴ καταλυθῆναί ποτε αὐτόν 由 ἀγῶνα ποιοῦμαι(极力设法/苦心经营)引出,表示防止其发生的内容(“极力使他永不被推翻”)。

  2. 5.34οὓς κακῶς ἔρρωτο

    关系代词 οὕς 是动词 ἔρρωτο(ῥώννυμι 的过去完成时中动意义,“振奋”、“逞威”)所支配的表示对象的宾格,呼应前面的介词短语 ἐπὶ πάντας,指代尼禄怀着恶意逞威的对象(“那些他向之凶残逞威之人”)。

  3. 5.34τίνι λοιπὸν ἀλλʼ ἢ σοὶ ψηφίσασθαι τὴν ἀρχὴν πάντας

    包含习惯表达 ἀλλʼ ἤ(“除……之外”)的反问句。形容词 λοιπόν 之后省略了系动词 ἐστί(“还剩下……”),并以宾格不定式短语 πάντας ψηφίσασθαι 作为主语(“除了您之外,还剩下让所有人把统治权投票给谁呢?”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:5.34