← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§5.33

欧夫拉特斯抨击君主制与力主恢复共和

欧夫拉特斯因嫉妒阿波罗尼奥斯独得皇帝青睐而激烈进言,痛斥君主政体的弊端并批评韦斯帕芗过去的延误,力劝他在消灭维特里乌斯后废除帝制、恢复共和民主政体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.33

ὁ δʼ Εὐφράτης ἀφανῶς μὲν ἤδη ἐβάσκαινε τῷ Ἀπολλωνίῳ προσκείμενον αὐτῷ τὸν βασιλέα ὁρῶν μᾶλλον ἢ τοῖς χρηστηρίοις τοὺς ἐς αὐτὰ ἥκοντας, ἀνοιδήσας δὲ ὑπὲρ τὸ μέτρον τότε καὶ τὴν φωνὴν ἐπάρας παρʼ ὃ εἰώθει οὐ χρὴ ἔφη κολακεύειν τὰς ὁρμάς, οὐδὲ ἀνοήτως συνεκφέρεσθαι τοῖς παρὰ τὴν ἡνίαν τι πράττουσι, καταρρυθμίζειν δὲ αὐτούς, εἴπερ φιλοσοφοῦμεν· ἃ γὰρ εἰ προσήκει πράττειν, ἔδει βουλευομένους φαίνεσθαι, ταῦθʼ ὃν πεπράξεται τρόπον κελεύεις λέγειν οὔπω μαθών, εἰ ὑπὲρ πρακτέων οἱ λόγοι.1 ἐγὼ δὲ Βιτέλιον μὲν καταλυθῆναι κελεύω, μιαρὸν γὰρ τὸν ἄνθρωπον οἶδα καὶ μεθύοντα ἀσελγείᾳ πάσῃ, σὲ δʼ ἄνδρα εἰδὼς ἀγαθὸν καὶ γενναιότητι προὔχοντα οὔ φημι χρῆναι τὰ μὲν Βιτελίου διορθοῦσθαι, τὰ σεαυτοῦ δὲ μήπω εἰδέναι. ὅσα μὲν δὴ αἱ μοναρχίαι ὑβρίζουσιν, οὐκ ἐμοῦ χρὴ μανθάνειν, ἀλλʼ αὐτὸς εἴρηκας, γιγνώσκοις δʼ ἄν, ὡς νεότης μὲν ἐπὶ τυραννίδα πηδῶσα προσήκοντα ἑαυτῇ που πράττει, τὸ γὰρ τυραννεύειν οὕτως ἔοικε νέοις, ὡς τὸ μεθύειν, ὡς τὸ ἐρᾶν, καὶ νέος μὲν τυραννεύσας οὔπω κακός, ἢν μιαιφόνος παρὰ τὴν τυραννίδα καὶ ὠμὸς καὶ ἀσελγὴς δόξῃ, γέροντος δὲ ἐπὶ τυραννίδα ἥκοντος πρώτη αἰτία τὸ τοιαῦτα βούλεσθαι· καὶ γὰρ ἢν φιλάνθρωπος φαίνηται καὶ κεκοσμημένος, οὐκ ἐκείνου ταῦτα νομίζουσιν, ἀλλὰ τῆς ἡλικίας καὶ τοῦ κατηρτυκέναι, δόξει δὲ καὶ πάλαι τούτου καὶ νέος ἔτι ἐπιθυμήσας ἁμαρτεῖν, αἱ δὲ τοιαῦται ἁμαρτίαι πρόσκεινται μὲν δυστυχίᾳ, πρόσκεινται δὲ δειλίᾳ· δοκεῖ γάρ τις ἢ καταγνοὺς τῆς ἑαυτοῦ τύχης τὸ ἐν νῷ τυραννεῦσαι παρεῖναι ἢ τυραννησείοντι ἐκστῆναι ἑτέρῳ δείσας δήπου αὐτὸν ὡς ἄνδρα. τὸ μὲν δὴ τῆς δυστυχίας ἐάσθω, τὸ δὲ τῆς δειλίας πῶς παραιτήσῃ καὶ ταῦτα Νέρωνα δοκῶν δεῖσαι2 τὸν δειλότατόν τε καὶ ῥᾳθυμότατον; ἃ γὰρ ἐνεθυμήθη Βίνδιξ ἐπʼ αὐτόν, σέ, νὴ τὸν Ἡρακλέα, ἐκάλει πρῶτον. καὶ γὰρ στρατιὰν εἶχες καὶ ἡ δύναμις, ἣν ἐπὶ τοὺς Ἰουδαίους ἦγες, ἐπιτηδειοτέρα ἦν τιμωρεῖσθαι Νέρωνα· ἐκεῖνοι μὲν γὰρ πάλαι ἀφεστᾶσιν οὐ μόνον Ῥωμαίων, ἀλλὰ καὶ πάντων ἀνθρώπων· οἱ γὰρ βίον ἄμικτον εὑρόντες καὶ οἷς μήτε κοινὴ πρὸς ἀνθρώπους τράπεζα μήτε σπονδαὶ μήτε εὐχαὶ μήτε θυσίαι, πλέον ἀφεστᾶσιν ἡμῶν ἢ Σοῦσα καὶ Βάκτρα καὶ οἱ ὑπὲρ ταῦτα Ἰνδοί· οὐκοῦν οὐδʼ εἰκὸς ἦν τιμωρεῖσθαι τούτους ἀφισταμένους, οὓς βέλτιον ἦν μηδὲ κτᾶσθαι. Νέρωνα δὲ τίς οὐκ ἂν ηὔξατο τῇ ἑαυτοῦ χειρὶ ἀποκτεῖναι μονονοὺ πίνοντα τὸ τῶν ἀνθρώπων αἷμα καὶ ἐν μέσοις τοῖς φόνοις ᾅδοντα; καίτοι ἐμοῦ τὰ ὦτα ὀρθὰ ἦν πρὸς τοὺς ὑπὲρ σοῦ λόγους καὶ ὁπότε τις ἐκεῖθεν ἀφίκοιτο τρισμυρίους Ἰουδαίων ἀπολωλέναι φάσκων ὑπὸ σοῦ καὶ πεντακισμυρίους κατὰ τὴν ἐφεξῆς μάχην, ἀπολαμβάνων τὸν ἥκοντα ξυμμέτρως ἠρώτων, τί δʼ ὁ ἀνήρ; μὴ μεῖζόν τι τούτων; ἐπεὶ δὲ τὸν Βιτέλιον εἴδωλον πεποιημένος τοῦ Νέρωνος ἐπʼ αὐτὸν στρατεύεις, ἃ μὲν βεβούλευσαι, πρᾶττε, καλὰ γὰρ καὶ ταῦτα, τὰ δὲ ἐπὶ τούτοις ὧδε ἐχέτω· Ῥωμαίοις τὸ δημοκρατεῖσθαι πολλοῦ ἄξιον καὶ πολλὰ τῶν ὄντων αὐτοῖς ἐπʼ ἐκείνης τῆς πολιτείας ἐκτήθη· παῦε μοναρχίαν, περὶ ἧς τοιαῦτα εἴρηκας, καὶ δίδου Ῥωμαίοις μὲν τὸ τοῦ δήμου κράτος, σαυτῷ δὲ τὸ ἐλευθερίας αὐτοῖς ἄρξαι.3

然而欧夫拉特斯早已暗生嫉妒,看到皇帝依附阿波罗尼奥斯,竟甚于求神谕者依附神坛本身;此时他怒火攻心,超出常度,提高了嗓门,一改平日的声调说道: “我们绝不可阿谀顺从一时的冲动,亦不可愚蠢地任由那些脱缰驰骋之徒将我们裹挟而去,若我们真是在研求哲学,便应当使之回归节制。因为那些本该审慎商榷究竟是否应当去践行的事情,您却在尚未弄清这些言论是否属于当行之事以前,就命令我们说明将以何种方式去完成。我本人主张推翻维特里乌斯,因为我知道此人污秽不堪,沉溺于诸般狂妄之中;但明知您是一位卓越之人、以崇高著称,我却不能认为在匡正维特里乌斯的过失的同时,对自己本人的职分尚茫然无知是合宜的。至于君主政体行事何等暴虐,您无需向我讨教,您自己早已言及;但您应当明白,若是青年跃居于僭主之位,在某种程度上尚合其性情——因为称僭对年轻人而言,正如狂饮或坠入爱河,青年若成为僭主,只要未在僭政之外被视为嗜杀、残酷和放荡,便尚不至于算作全无是处;但若是一位老者谋求僭位,首当其冲的罪名便是其竟妄图如此权位。因为纵使他显得宽仁自律,人们也不会将其归功于其人格,而只会归之于其年岁与沉稳;而且人们还会认为,他早在年轻之时就已垂涎此位却未得逞,而此种挫败既会被归因于时运不济,亦会被归因于胆怯懦弱。因为世人若非认为他自认时运不济而放弃了称僭图谋,便是认为他在另一位觊觎僭位之人面前想来是畏惧其为男子汉而退缩避让。关于时运不济之名尚且不论,然而关于怯懦之讥,您又当如何推脱?尤其是您竟被认为曾畏惧尼禄——那个全人类中最胆怯、最怠惰之徒。因为文德克斯针对他所图谋之事,凭赫拉克勒斯起誓,首先呼唤的正是您。事实上,您手握大军,且您率领征伐犹太人的部队,更适合用来惩处尼禄。因为那些犹太人不仅背叛了罗马人,而且早已背叛了全人类;他们开创了一种离群索居的生活方式,与外人既不同席进餐,亦不共享奠祭、祈祷与献祭,他们与我们的隔阂,甚至远过苏萨、巴克特拉以及更远方的印度人。因此,去惩罚这群本就不该被征服的背叛者,甚至是不合情理的。而对于尼禄这个几乎在痛饮世人鲜血、并在屠杀中引吭高歌之人,谁不曾祈求能亲手将他手刃?然而,我的耳朵始终警觉地倾听着关于您的传闻,每当有人自东方归来,声称有三万犹太人被您歼灭,继而在下一场战役中又有五万人殒命时,我便将归人拉至一旁,悄声探问:‘那个人究竟如何了?难道他就没有做下比这些更伟大的壮举吗?’如今,既然您已将维特里乌斯视为尼禄的化身并率军征伐于他,那就去推行您所决意之事吧,因为这些行动亦属崇高;但是对于其后的安排,应当如此措置:对罗马人而言,实行民主政体具有崇高价值,他们现有的许多基业皆是在该政体下奠定的;请终止您刚才如此痛斥的君主制,把国家大权归还给罗马民众,而把开创其自由的荣耀留给您自己。”

语法注3 条
  1. 5.33ἃ γὰρ εἰ προσήκει πράττειν, ἔδει βουλευομένους φαίνεσθαι, ταῦθʼ ὃν πεπράξεται τρόπον κελεύεις λέγειν οὔπω μαθών, εἰ ὑπὲρ πρακτέων οἱ λόγοι.

    关系代词从句(ἃ ... φαίνεσθαι)倒装先置于其先行词 ταῦθʼ 之前(提叙构词)。主节的核心框架为“ταῦθʼ ὃν πεπράξεται τρόπον κελεύεις λέγειν”(您命令我们说明将以何种方式完成这些事情)。关系代词 ἃ 先行指代 ταῦθʼ,并在嵌入的条件句 εἰ προσήκει πράττειν 中作动词 πράττειν 的宾语。ἔδει 为无人称过去式,表示未实现的义务(“本应当表现出审议的样子”)。

  2. 5.33καὶ ταῦτα Νέρωνα δοκῶν δεῖσαι

    καὶ ταῦτα 是惯用的副词性宾格短语,意为“而且是在……”或“尤其是……”,用于强调修饰其后的分词 δοκῶν,引出带有谴责或不可思议意味的让步/伴随情况:“尤其是在您竟被认为畏惧尼禄的情况下”。

  3. 5.33δίδου Ῥωμαίοις μὲν τὸ τοῦ δήμου κράτος, σαυτῷ δὲ τὸ ἐλευθερίας αὐτοῖς ἄρξαι.

    结构工整的对照性祈使句。中性定冠词 τὸ 使整个不定词短语 ἐλευθερίας αὐτοῖς ἄρξαι 名词化。动词 ἄρχω 支配属格 ἐλευθερίας,意为“开创自由”,与格 αὐτοῖς 则为表利益的与格(“为他们/向他们”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:5.33