- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:5.30-5.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼奥斯预言了卡庇托尔神殿的焚毁与韦斯帕芗的重建,次日清晨他与狄翁、欧夫拉特斯一同晋见,就如何避免往昔暴君的覆辙、行正道以施政一事向皇帝建言。
ἐπιθειάσας δʼ ὁ Ἀπολλώνιος τῷ λόγῳ, Ζεῦ ἔφη Καπιτώλιε, σὲ γὰρ τῶν παρόντων πραγμάτων βραβευτὴν οἶδα, φύλαττε σεαυτὸν μὲν τούτῳ, σεαυτῷ δὲ τοῦτον· τὸν γὰρ νεών, ὃν χθὲς ἄδικοι χεῖρες ἐνέπρησαν, τόνδε σοὶ τὸν ἄνδρα ἀναστῆσαι πέπρωται. θαυμάσαντος δὲ τοῦ βασιλέως τὸν λόγον αὐτὰ εἶπεν αὐτὰ δηλώσει1 καὶ μηδὲν ἐμοῦ δέου, πέραινε δέ, ἃ ὀρθῶς ἐβουλεύσω. ξυμβεβήκει δὲ ἄρα κατὰ τὴν Ῥώμην Δομετιανὸν μὲν τὸν Οὐεσπασιανοῦ παῖδα παρατετάχθαι πρὸς τὸν Βιτέλιον ὑπὲρ τῆς ἀρχῆς τοῦ πατρός, πολιορκίας δʼ αὐτὸν περισχούσης ἐν τῷ Καπιτωλίῳ τὸν μὲν διαπεφευγέναι τοὺς πολιορκοῦντας, τὸν νεὼν δʼ ἐμπεπρῆσθαι καὶ τῷ Ἀπολλωνίῳ φαίνεσθαι πολλῷ θᾶττον ἢ εἰ κατʼ Αἴγυπτον ἐπράττετο. τοσαῦτα σπουδάσαντες ὁ μὲν ἀπῆλθε τοῦ βασιλέως εἰπὼν μὴ ξυγχωρεῖν αὐτῷ τὰ Ἰνδῶν πάτρια κατὰ μεσημβρίαν ἄλλο τι παρʼ ἃ ἐκεῖνοι πράττουσι ʽπράττεινʼ,2 ὁ δὲ ἀνέλαμπέ τε ἔτι μᾶλλον καὶ οὐ ξυνεχώρει τοῖς πράγμασι διαφεύγειν ἑαυτόν, ἀλλʼ ὡς βεβαίων τε καὶ αὐτῷ καθωμολογημένων εἴχετο διʼ ἃ ἤκουσεν.
阿波罗尼奥斯借此番话托附神意,说道: “卡庇托尔的宙斯啊,我知道你是当下时局的主宰,求你为他保全自身,也为你保全他;因为昨日被不义之手烧毁的神庙,注定要由这位男子为你重建。” 见皇帝对此言惊叹不已,阿波罗尼奥斯便说: “事情本身自会说明一切;无需有求于我,只管去践行你所正确决意之事吧。” 原来在罗马城中,韦斯帕芗之子图密善正为了父亲的皇权与维特里乌斯对阵,当他被围困在卡庇托尔山上时,虽然逃脱了包围者,但神庙已被焚毁;这景象显现在阿波罗尼奥斯眼前,比这事发生在埃及还要迅捷得多。商议了如此重大的事务后,阿波罗尼奥斯辞别皇帝,声称印度人的祖训不容许他在正午做他们所行之外的任何事情;而皇帝则益发精神焕发,不容机运从自身溜走,反因所听闻的预言,紧紧将大权视作确凿无疑且已许诺给己之物。
τῇ δʼ ὑστεραίᾳ περὶ ὄρθρον ἐπὶ τὰ βασίλεια ἥκων ὁ Ἀπολλώνιος ἤρετο τοὺς δορυφόρους, ὅ τι βασιλεὺς πράττοι, οἱ δὲ ἐγρηγορέναι τε αὐτὸν πάλαι ἔφασαν καὶ πρὸς ἐπιστολαῖς εἶναι. καὶ ἀκούσας τοῦτο ἀπῆλθεν εἰπὼν πρὸς τὸν Δάμιν ὁ ἀνὴρ ἄρξει. ἐπανελθὼν δὲ περὶ ἥλιον ἀνίσχοντα Δίωνα μὲν καὶ Εὐφράτην ἐπὶ θύραις εὗρε καὶ περὶ τῆς ξυνουσίας φιλοτίμως ἐρωτῶσι διῆλθε τὴν ἀπολογίαν, ἣν τοῦ βασιλέως ἤκουσε, τὰς δὲ αὑτοῦ δόξας ἀπεσιώπησεν. ἐσκληθεὶς δὲ πρῶτος ὦ βασιλεῦ, εἶπεν Εὐφράτης καὶ Δίων πάλαι σοι γνώριμοι ὄντες πρὸς θύραις εἰσὶν οὐκ ἀφρόντιδες τῶν σῶν· κάλει δὴ κἀκείνους ἐς κοινὸν λόγον, σοφὼ γὰρ τὼ ἄνδρε. ἀκλείστους ἔφη θύρας παρέχω σοφοῖς ἀνδράσι, σοὶ δὲ καὶ τὰ στέρνα ἀνεῷχθαι δοκεῖ τἀμά.
次日拂晓,阿波罗尼奥斯来到王宫,询问卫士皇帝在做什么;卫士们说皇帝早已醒来,正在批阅书信。听到这话,他便退了出来,对达米斯说道: “此人必将君临天下。” 大约在日出时分他再次返回,发现狄翁和欧夫拉特斯正候在门外;二人热切询问会谈之事,他向他们转述了从皇帝那里听到的申辩,却对自己本人的见解绝口不提。他被第一个召入后,说道: “皇帝啊,欧夫拉特斯和狄翁与您素有交往,此刻正守候在门外,心系您的前程;请把他们也召来共同商议吧,因为这两位都是智者。” 皇帝答道:“我对智者从来敞开大门,而对你,我的肺腑之言也似乎已全然剖白。”
ἐπεὶ δὲ ἐσεκλήθησαν, ὑπὲρ μὲν τῆς ἐμαυτοῦ διανοίας, εἶπεν ὦ ἄνδρες, ἀπολελόγημαι χθὲς Ἀπολλωνίῳ τῷ γενναίῳ. ἠκούσαμεν ἦ δʼ ὁ Δίων τῆς ἀπολογίας, καὶ νοῦν εἶχε. τήμερον δὲ εἶπεν ὦ φίλε Δίων, ξυμφιλοσοφήσωμεν ὑπὲρ τῶν βεβουλευμένων, ἵνʼ ὡς κάλλιστα καὶ κατὰ σωτηρίαν τῶν ἀνθρώπων πάντα πράττοιμι· ἐννοῶν γὰρ πρῶτον μὲν τὸν Τιβέριον, ὡς ἐς τὸ ἀπάνθρωπόν τε καὶ ὠμὸν τὴν ἀρχὴν μετέστησεν,3 εἶτα τὸν ἐπʼ ἐκείνῳ Γάιον, ὡς διονυσομανῶν καὶ λυδίζων τὴν στολὴν καὶ πολέμους νικῶν οὐκ ὄντας ἐς πάντα τὰ Ῥωμαίων αἰσχρῶς ἐβάκχευσεν, εἶτα τὸν χρηστὸν Κλαύδιον, ὡς ὑπὸ γυναίων ἡττηθεὶς ἐπελάθετο τοῦ ἄρχειν, ἀλλὰ καὶ τοῦ ζῆν, ἀπέθανε γὰρ ὑπʼ αὐτῶν, ὥς φασι, Νέρωνος δὲ τί ἂν καθαπτοίμην εἰπόντος Ἀπολλωνίου βραχὺν καὶ ἀθρόον λόγον περὶ ἀνέσεώς τε καὶ ἐπιτάσεως, αἷς Νέρων τὴν ἀρχὴν ᾔσχυνε; τί δʼ ἂν περὶ ὧν Γάλβας ξυνέταττεν, εἴποιμι, ὃς ἐπʼ ἀγορᾶς μέσης ἀπέθανεν ἡταιρημένους ἐσποιῶν ἑαυτῷ παῖδας τὸν Ὄθωνα καὶ τὸν Πείσωνα; εἰ δὲ καὶ Βιτελίῳ τῷ πάντων ἀσελγεστάτῳ τὴν ἀρχὴν παραδοίημεν, ἀναβιῴη Νέρων· ὁρῶν οὖν, ὦ ἄνδρες, ὑφʼ ὧν εἶπον τυραννίδων διαβεβλημένον τὸ ἄρχειν ξυμβούλους ὑμᾶς ποιοῦμαι, πῶς ἂν διαθείμην αὐτὸ προσκεκρουκὸς ἤδη τοῖς ἀνθρώποις.4 πρὸς ταῦτα ὁ Ἀπολλώνιος αὐλητὴς ἔφη τῶν πάνυ σοφῶν τοὺς ἑαυτοῦ μαθητὰς παρὰ τοὺς φαυλοτέρους τῶν αὐλητῶν ἔπεμπε μαθησομένους, πῶς δεῖ μὴ αὐλεῖν· τὸ μὲν δή, πῶς δεῖ μὴ ἄρχειν, μεμάθηκας, ὦ βασιλεῦ, παρὰ τούτων, οἳ πονηρῶς ἦρξαν, τὸ δʼ, ὅπως δεῖ ἄρχειν, σπουδάσωμεν.
当他们被召入之后,皇帝说道: “诸位,关于我本人的心思,昨日我已向高贵的阿波罗尼奥斯作了申辩。” 狄翁接话道:“我们已经听到了那番申辩,确实合情合理。” 皇帝接着说:“那么今天,亲爱的狄翁,让我们就已决意之事共同研讨哲理,好让我能以最美好的方式、为了拯救万民而料理一切政务。因为我首先思及提比略,看他如何将政权变为非人与残酷之物;接着是他之后的盖乌斯,看他如何如狂醉之徒一般,身着吕底亚式的服饰,以虚妄之胜自欺,丑态百出地在罗马人的所有事务中寻欢作乐;然后是温厚的克劳狄乌斯,看他如何屈从于妇人之手,不仅忘记了如何统治,甚至忘记了如何生存——因为正如人们所言,他是死于妇人之手;至于尼禄,我又何须再去声讨,阿波罗尼奥斯关于松弛与过度紧绷已作了简练而精辟的概括,尼禄正是借此玷污了皇权;而对于在广场正中殒命的加尔巴的作为,我又该说什么呢,他竟将生活放荡的奥托和皮索收为养子;倘若我们将统治权交给众人中最淫乱的维特里乌斯,尼禄势必借尸还魂。因此,诸位,看到我所提及的这些暴政已使统治大权声名狼藉,我请你们担任谋士,商议我该如何行使这已触怒世人的统治权。” 对此,阿波罗尼奥斯说道: “在极有才智的笛手之中,曾有人将自己的弟子派到劣等笛手门下,去学习怎样才是不该吹笛的。皇帝啊,怎样不该统治,你已从那些恶劣的执政者身上学到了;至于应当怎样统治,就让我们共同去探索吧。”
- 5.30αὐτὰ δηλώσει
成语性表达,中性复数 αὐτά 同时充当主语与宾语,意为“事情本身自会说明一切”(相当于古典希腊语的 αὐτὸ δείξει),意在推迟解释,留待将来的事实印证。
- 5.30μὴ ξυγχωρεῖν αὐτῷ τὰ Ἰνδῶν πάτρια κατὰ μεσημβρίαν ἄλλο τι παρʼ ἃ ἐκεῖνοι πράττουσι ʽπράττεινʼ
由 εἰπών 引出的间接引语不定词从句。ξυγχωρεῖν 的主语是 τὰ Ἰνδῶν πάτρια(“印度人的祖训”),支配与格 αὐτῷ,后接由上下文补足或校勘补入的不定词 πράττειν,意为“(祖训)不容许他在正午做他们所行之外的任何事情”。
- 5.32ἐννοῶν γὰρ πρῶτον μὲν τὸν Τιβέριον, ὡς ἐς τὸ ἀπάνθρωπόν τε καὶ ὠμὸν τὴν ἀρχὴν μετέστησεν
先取构式(prolepsis):从属从句(ὡς 从句)的主语被提前作为分词 ἐννοῶν 的直接宾格宾语(τὸν Τιβέριον)。随后的盖乌斯与克劳狄乌斯亦采用了完全平行的先取结构(τὸν ... Γάιον, ὡς... 与 τὸν χρηστὸν Κλαύδιον, ὡς...)。
- 5.32ὁρῶν οὖν, ὦ ἄνδρες, ὑφʼ ὧν εἶπον τυραννίδων διαβεβλημένον τὸ ἄρχειν ξυμβούλους ὑμᾶς ποιοῦμαι, πῶς ἂν διαθείμην αὐτὸ προσκεκρουκὸς ἤδη τοῖς ἀνθρώποις.
长句骨架整理:以开头的分词 ἐννοῶν 引出的长篇列举,在插入修辞疑问句(Νέρωνος δὲ τί ἂν καθαπτοίμην... / τί δʼ ἂν ... εἴποιμι...)之后,由分词 ὁρῶν οὖν 重新收束(resumption),最终落到主节 ξυμβούλους ὑμᾶς ποιοῦμαι(“我请你们担任谋士”)。πῶς ἂν διαθείμην αὐτό 为带有潜在希求法(potential optative)的间接疑问从句。
