← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§5.28-5.29

韦斯巴芗求立为帝并恳请阿波罗尼奥斯建言

韦斯巴芗在亚历山大里亚神庙中与阿波罗尼奥斯相见并祈请其立己为帝,阿波罗尼奥斯证实他正是自己向诸神祈求的明君。随后在王宫中,韦斯巴芗向阿波罗尼奥斯阐明自己一生克己审慎的履历以及起兵推翻维特里乌斯的缘由,恳请阿波罗尼奥斯就神明旨意担任自己的谋士。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.28

θύσας γὰρ καὶ οὔπω χρηματίσας κατʼ ἀξίαν ταῖς πόλεσι προσεῖπε τὸν Ἀπολλώνιον καὶ ὥσπερ εὐχόμενος αὐτῷ ποίησόν με ἔφη βασιλέα. ὁ δὲ ἐποίησα, εἶπεν ἤδη γὰρ εὐξάμενος βασιλέα δίκαιόν τε καὶ γενναῖον καὶ σώφρονα καὶ πολιᾷ κεκοσμημένον καὶ πατέρα παίδων γνησίων, σὲ δήπου παρὰ τῶν θεῶν ᾔτουν ἐγώ. ὑπερησθεὶς δὲ τούτοις ὁ βασιλεύς, καὶ γὰρ ἐβόησε τὸ ἐν τῷ ἱερῷ πλῆθος ξυντιθέμενοι τῷ λόγῳ, τί σοι ἔφη Νέρωνος ἀρχὴ ἐφαίνετο; καὶ ὁ Ἀπολλώνιος Νέρων εἶπε κιθάραν μὲν ἴσως ᾔδει ἁρμόττεσθαι, τὴν δὲ ἀρχὴν ᾔσχυνεν ἀνέσει καὶ ἐπιτάσει.1 ξύμμετρον οὖν ἔφη κελεύεις εἶναι τὸν ἄρχοντα; οὐκ ἐγώ, εἶπε θεὸς δὲ τὴν ἰσότητα μεσότητα ὁρισάμενος. ἀγαθοὶ δὲ τούτων ξύμβουλοι καὶ οἵδε οἱ ἄνδρες τὸν Δίωνα δείξας καὶ τὸν Εὐφράτην μήπω αὐτῷ ἐς διαφορὰν ἥκοντα. τότε δὴ ἀνασχὼν ὁ βασιλεὺς τὰς χεῖρας ὦ Ζεῦ ἔφη σοφῶν μὲν ἐγὼ ἄρχοιμι, σοφοὶ δὲ ἐμοῦ. καὶ ἐπιστρέψας ἑαυτὸν ἐς τοὺς Αἰγυπτίους ἀρύσασθε, εἶπεν ὡς Νείλου καὶ ἐμοῦ.

因为他在献祭之后,尚未按照各城的地位接见其代表,便径直走向阿波罗尼奥斯,仿佛向他祈愿般说道: “请立我为皇帝。” 阿波罗尼奥斯答道: “我已经立你了;因为我此前向神明祈求一位公正、高尚、节制、白发庄重且有合法子嗣之父为帝时,我向诸神所求的正是你。” 皇帝听闻此言大喜过望,因为神殿中的人群也齐声欢呼,赞同这番话。皇帝问道: “依你看,尼禄的统治如何?” 阿波罗尼奥斯说: “尼禄或许懂得如何给齐特拉琴调弦,但他却因松弛与过度紧绷而玷污了帝国政权。” 皇帝问:“那么,你是命统治者务须保持适度适中吗?” 他答道:“不是我命令,而是将齐整均等定为中庸之道的神明所命。而关于这些事,眼前这几位也是极好的谏言者。” 他说着指向狄翁,以及当时尚未与他交恶的欧夫拉特斯。皇帝这时举起双手说道: “宙斯啊,愿我统治智者,而智者统领我!” 随后他转身对埃及人说: “像汲取尼罗河水一样,从我这里汲取吧!”

§5.29

ἡ μὲν δὴ Αἴγυπτος ὧδε ἀνέσχεν ἀπειρηκότες ἤδη διʼ ἃ ἐπιέζοντο.2 κατιὼν δὲ τοῦ ἱεροῦ ξυνῆψε τῷ Ἀπολλωνίῳ τὴν χεῖρα καὶ παραγαγὼν αὐτὸν ἐς τὰ βασίλεια, ἴσως ἔφη μειρακιώδης ἐνίοις δοκῶ βασιλείας ἁπτόμενος περὶ ἔτος ἑξηκοστὸν τοῦ βίου· δώσω οὖν ἀπολογίαν, ὡς ἀπολογοῖο ὑπὲρ ἐμοῦ τοῖς ἄλλοις· ἐγὼ γὰρ πλούτου μὲν ἡττηθεὶς οὐδὲ ἐν μειρακίῳ ποτὲ οἶδα, τὰς δὲ ἀρχάς τε καὶ λαμπρότητας, ὁπόσαι τῇ Ῥωμαίων ἀρχῇ προσήκουσιν, οὕτω σωφρόνως καὶ μετρίως διεθέμην, ὡς μήτε ὑπέρφρων μήτʼ αὖ κατεπτηχὼς δόξαι, νεώτερα δὲ οὐδʼ ἐπὶ Νέρωνα ἐνεθυμήθην, ἀλλʼ ἐπειδὴ τὴν ἀρχήν, εἰ καὶ μὴ κατὰ νόμους, παρʼ ἀνδρὸς γοῦν αὐτοκράτορος παραλαβὼν εἶχεν, ὑφιέμην αὐτῷ διὰ τὸν Κλαύδιον, ὃς ὕπατόν τε ἀπέδειξέ με καὶ ξύμβουλον τῶν ἑαυτοῦ· καὶ νὴ τὴν Ἀθηνᾶν, ὁπότε Νέρωνα ἴδοιμι ἀσχημονοῦντα, δάκρυά μοι ἐξέπιπτεν ἐνθυμουμένῳ τὸν Κλαύδιον, ὑφʼ οἵου καθάρματος τὸ μέγιστον τῶν ἑαυτοῦ ἐκληρονομήθη. ὁρῶν δὲ μηδʼ ὁπότε Νέρων ἐκποδὼν γέγονεν ἐπὶ τὸ λῷον μεθιστάμενα τὰ τῶν ἀνθρώπων, ἀλλʼ οὕτως ἀτίμως τὴν ἀρχὴν πράττουσαν, ὡς ἐπὶ Βιτελίῳ κεῖσθαι, θαρρῶν ἤδη ἐπʼ αὐτὴν εἶμι, πρῶτον μέν, ἐπειδὴ βούλομαι τοῖς ἀνθρώποις παρασχεῖν ἐμαυτὸν πολλοῦ ἄξιον, εἶτα, ἐπειδὴ πρὸς ἄνθρωπον ὁ ἀγὼν ἔσται κραιπαλῶντα· Βιτέλιος γὰρ μύρῳ μὲν λοῦται πλεῖον ἢ ἐγὼ ὕδατι, δοκεῖ δέ μοι καὶ ξίφει πληγεὶς μύρον ἐκδώσειν μᾶλλον ἢ αἷμα, οἴνῳ δὲ οἶνον ξυνάπτων μαίνεται, καὶ κυβεύει μὲν δεδιὼς μή τι αὐτὸν οἱ πεττοὶ σφήλωσιν, ὑπὲρ δὲ ἀρχῆς ἀναρριπτεῖ παίζων, ἑταίραις δὲ ὑποκείμενος ἐπιθόρνυται ταῖς γεγαμημέναις ἡδίω φάσκων τὰ μετὰ κινδύνων ἐρωτικά. ἐῶ τὰ ἀσελγέστερα, ὡς μὴ τοιαῦτα ἐπὶ σοῦ λέγοιμι· μὴ δὴ περιίδοιμι Ῥωμαίους ὑπὸ τοιούτου ἀρχθέντας, ἀλλʼ ἡγεμόνας ποιούμενος τοὺς θεοὺς ἀνὴρ γιγνοίμην ἐμαυτῷ ὅμοιος· ὅθεν ἐκ σοῦ, Ἀπολλώνιε, πεῖσμα ἐγὼ βάλλομαι,3 φασὶ γὰρ πλεῖστά σε τῶν θεῶν αἰσθάνεσθαι, καὶ ξύμβουλον ποιοῦμαί σε φροντίδων, ἐφʼ αἷς ἐστι γῆ καὶ θάλαττα, ἵνʼ εἰ μὲν εὐμενῆ τὰ παρὰ τῶν θεῶν φαίνοιτο, πράττοιμι ταῦτα, εἰ δὲ ἐναντία καὶ μὴ πρὸς ἐμοῦ μηδὲ Ῥωμαίων, μὴ ἐνοχλοίην τοὺς θεοὺς ἄκοντας.

埃及至此得以重获喘息,尽管当地人早已因横征暴敛而精疲力竭。皇帝步出神庙,携着阿波罗尼奥斯的手引他进入王宫,说道: “也许在某些人看来,我在年近花甲之际攫取帝位未免显得狂妄轻率;因此我愿作一番申辩,好让你能代我向其他人辩护。我自知即便在青年时期,也从未被钱财所降服;凡属罗马政权的各种官职与显赫荣耀,我都料理得如此谦恭适度,以致既不显得傲慢,亦不显得畏缩卑屈。我对尼禄亦从未动过犯上作乱的念头;相反,既然他是从一位皇帝手中接掌统治权——哪怕并非完全依法合规——因着克劳狄乌斯的缘故,我始终臣服于他,毕竟正是克劳狄乌斯任命我为执政官并充当其机要顾问。凭雅典娜起誓,每当我目睹尼禄丑态毕露,想起克劳狄乌斯便不禁潸然泪下,痛惜他最伟大的基业竟由这等败类继承。但眼见尼禄伏诛之后,天下局势并未转好,帝国大权反而沦落到任由维特里乌斯摆布的可耻地步,如今我才断然决然地前去争夺它。首先,因为我愿使自己成为对人类大有裨益之人;其次,因为这场较量所针对的是一个沉湎宿醉之徒。维特里乌斯用香膏沐浴比我用水还多,在我看来,即便被利剑刺中,他流出的也是香膏而非鲜血;他杯连杯狂饮无度,掷色子时唯恐棋子出丝毫差错而胆战心惊,却在博取江山时视同儿戏;他屈身于娼妓,又对有夫之妇寻欢作乐,声称带有危险的风流韵事更为甘美。更卑劣下流之事我就不再赘述,免得在您面前提及这等污秽。我决不能坐视罗马人受这等货色统治,而要奉诸神为引路先导,做一个无愧于自身品格之人!因此,阿波罗尼奥斯,我将缆绳系于你身——因为众人都说你最谙神意——我请你在关涉天下苍生的重大思虑中担任我的谋士;倘若来自神明之意显得仁慈吉兆,我便放手施行;但若凶险逆戾,既不利于我亦不利于罗马人,我也就不去勉强违逆诸神而多生烦扰了。”

语法注3 条
  1. 5.28ἀνέσει καὶ ἐπιτάσει

    此处借用了弦乐器调音中琴弦的“放松”(ἄνεσις)与“拉紧”(ἐπίτασις)的音乐术语作政治比喻。承接前文的 κιθάραν ἁρμόττεσθαι(调齐特拉琴之弦),指尼禄在治国上失于两极,既有荒怠放纵,又有严苛残暴,未能保持平衡中道。

  2. 5.29ἡ μὲν δὴ Αἴγυπτος ὧδε ἀνέσχεν ἀπειρηκότες ἤδη διʼ ἃ ἐπιέζοντο

    主语为阴性单数名词 ἡ Αἴγυπτος(埃及),而分词 ἀπειρηκότες 却采用阳性复数主格,这是依意合构文(constructio ad sensum),即将国名视作代指居住在该国的全体民众。

  3. 5.29ἐκ σοῦ, Ἀπολλώνιε, πεῖσμα ἐγὼ βάλλομαι

    名词 πεῖσμα 指系泊船只的缆绳或锚缆,βάλλεσθαι 意为“抛出、投下”。与介词短语 ἐκ σοῦ 连用,构成航海比喻,字面意思是“从你身上抛下我的缆绳”,引申为“将你视作依托、把希望系于你身上”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:5.28-5.29