- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:5.26-5.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼奥斯严厉斥责了亚历山大里亚人因赛马派系争斗而自相残杀的行径。与此同时,进军埃及以谋求帝位的韦斯巴芗抵达亚历山大里亚,并急切地希望与阿波罗尼奥斯会面。
τούτοις ἐπέκοπτε τὸν Αἰγύπτιον ὡς ἀμαθῆ τῶν θείων. προσκειμένης δὲ τῆς Ἀλεξανδρείας ἵπποις καὶ ξυμφοιτώσης μὲν ἐς τὸν ἱππόδρομον ἐπὶ τῇ θέᾳ ταύτῃ, μιαιφονούντων δὲ ἀλλήλους1 ἐπίπληξιν ὑπὲρ τούτων ἐποιεῖτο, καὶ παρελθὼν ἐς τὸ ἱερὸν ποῖ ἔφη παρατενεῖτε ἀποθνήσκοντες οὐχ ὑπὲρ τέκνων οὐδὲ ἱερῶν, ἀλλʼ ὡς χραίνοιτε μὲν τὰ ἱερὰ λύθρου μεστοὶ ἐς ταῦτα ἥκοντες, φθείροισθε δὲ2 ἔσω τείχους; καὶ Τροίαν μέν, ὡς ἔοικεν, ἵππος εἷς διεπόρθησεν, ὃν ἐσοφίσαντο οἱ Ἀχαιοὶ τότε, ἐφʼ ὑμᾶς δὲ ἅρματα ἔζευκται καὶ ἵπποι, δι’ οὓς οὐκ ἔστιν ὑμῖν εὐηνίως ζῆν· ἀπόλλυσθε γοῦν οὐχ ὑπὸ Ἀτρειδῶν, οὐδʼ ὑπὸ Αἰακιδῶν, ἀλλʼ ὑπʼ ἀλλήλων, ὃ μηδʼ οἱ Τρῶες ἐν τῇ μέθῃ. κατὰ μὲν οὖν τὴν Ὀλυμπίαν, οὗ πάλης καὶ πυγμῆς καὶ τοῦ παγκρατιάζειν ἆθλα, οὐδεὶς ὑπὲρ ἀθλητῶν ἀπέθανεν ἴσως καὶ ξυγγνώμης ὑπαρχούσης, εἴ τις ὑπερσπουδάζοι περὶ τὸ ὁμόφυλον, ὑπὲρ δὲ ἵππων ἐνταῦθα γυμνὰ μὲν ὑμῖν ἐπʼ ἀλλήλους ξίφη, βολαὶ δὲ ἕτοιμοι λίθων. πῦρ δὲ ἐπὶ τὴν τοιαύτην πόλιν, ἔνθα οἰμωγή τε καὶ ὕβρις ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέει δʼ αἵματι γαῖα. αἰδέσθητε τὸν κοινὸν τῆς Αἰγύπτου κρατῆρα Νεῖλον. ἀλλὰ τί Νείλου μνημονεύω πρὸς ἀνθρώπους αἵματος ἀναβάσεις διαμετροῦντας μᾶλλον ἢ ὕδατος; καὶ πλείω ἐς τὴν ἐπίπληξιν ταύτην διελέχθη ἕτερα, ὡς διδάσκει ὁ Δάμις.
他用这些话驳倒了那个埃及人,斥责他对神圣之事懵懂无知。由于亚历山大里亚人沉溺于赛马,为观看此项竞技而纷纷涌入赛马场,并互相残杀,阿波罗尼奥斯便就此对他们予以严厉斥责,步入神庙说道: “你们还要这样无休止地送死到几时?你们不是为了儿女,也不是为了神殿,反而是为了满身血污地来到这些神殿将其玷污,并在城墙之内自取灭亡!特洛伊看来是被一匹马洗劫毁弃的,那是当年阿开奥斯人运筹所造;但针对你们套上轭的却是战车与群马,正是因为它们,你们才无法过上循规蹈矩的安宁生活。你们终究不是死在阿特柔斯之子手里,也不是死在埃阿科斯之子手里,而是自相残杀——这等荒唐连特洛伊人在醉酒之时都未曾做过。在奥林匹亚,虽有摔跤、拳击和全能格斗的竞技,却无一人为竞技者丧命,即便有人因偏爱同族之人而过分狂热,或许也情有可原;然而在这里,为了马匹,你们却彼此拔剑相向,随时准备投石!愿烈火降临于这样一座城市,在这里充斥着毁灭者与被毁灭者的哀号与暴虐,大地上鲜血横流!敬畏尼罗河吧,它是整个埃及共同的调酒钵!但我何必向一群计量血涨胜过水涨之徒提及尼罗河呢?” 据达米斯所载,他在此次训斥中还讲了许多别的话。
Οὐεσπασιανοῦ δὲ τὴν αὐτοκράτορα ἀρχὴν περινοοῦντος περὶ τὰ ὅμορα τῇ Αἰγύπτῳ ἔθνη καὶ προχωροῦντος ἐπὶ τὴν Αἴγυπτον Δίωνες μὲν καὶ Εὐφρᾶται,3 περὶ ὧν μικρὸν ὕστερον εἰρήσεται, χαίρειν παρεκελεύοντο· μετὰ γὰρ τὸν πρῶτον αὐτοκράτορα, ὑφʼ οὗ τὰ Ῥωμαίων διεκοσμήθη, τυραννίδες οὕτω χαλεπαὶ ἴσχυσαν ἐπὶ πεντήκοντα ἔτη, ὡς μηδὲ Κλαύδιον τὰ μέσα τούτων τρισκαίδεκα ἄρξαντα χρηστὸν δόξαι· καίτοι πεντηκοντούτης μὲν ἐς τὸ ἄρχειν παρῆλθεν, ὅτε νοῦς μάλιστα ὑγιαίνει ἀνθρώπων, παιδείας δὲ ξυμπάσης ἐδόκει ἐρᾶν· ἀλλὰ κἀκεῖνος τηλικόσδε ὢν πολλὰ μειρακιώδη ἔπαθε καὶ μηλόβοτον γυναίοις τὴν ἀρχὴν ἀνῆκεν, ὑφʼ ὧν οὕτω ῥᾳθύμως ἀπέθανεν, ὡς καίτοι προγιγνώσκων, ἃ ἔμελλε πείσεσθαι, μηδʼ ἃ προῄδει, φυλάξασθαι. Ἀπολλώνιος δὲ παραπλησίως μὲν Εὐφράτῃ καὶ Δίωνι περὶ τούτων ἔχαιρε, μελέτην δʼ αὐτὰ οὐκ ἐποιεῖτο ἐς πάντας ῥητορικωτέραν ἡγούμενος τὴν τοιάνδε ἰδέαν τοῦ λόγου, προσιόντι δὲ τῷ αὐτοκράτορι τὰ μὲν ἱερὰ πρὸ πυλῶν ἀπήντα καὶ τὰ τῆς Αἰγύπτου τέλη καὶ οἱ νομοί, καθʼ οὓς Αἴγυπτος τέτμηται, φιλόσοφοί τε ὡσαύτως καὶ σοφία πᾶσα, ὁ δὲ Ἀπολλώνιος οὐδὲν ἐπολυπραγμόνει τούτων, ἀλλὰ ἐσπούδαζεν ἐν τῷ ἱερῷ. διαλεχθεὶς δὲ ὁ αὐτοκράτωρ γενναῖά τε καὶ ἥμερα καὶ διελθὼν λόγον οὐ μακρὸν ἐπιδημεῖ ἔφη ὁ Τυανεύς; ναὶ ἔφασαν βελτίους γε ἡμᾶς ἐργασάμενος. πῶς ἂν οὖν ξυγγένοιτο ἡμῖν; ἔφη σφόδρα γὰρ δέομαι τοῦ ἀνδρός. ἐντεύξεταί σοι περὶ τὸ ἱερόν, ὁ Δίων εἶπε πρὸς ἐμὲ γὰρ δεῦρο ἥκοντα ὡμολόγει ταῦτα. ἴωμεν ἔφη ὁ βασιλεὺς προσευξόμενοι μὲν τοῖς θεοῖς, ξυνεσόμενοι δὲ ἀνδρὶ γενναίῳ. ἐντεῦθεν ἀνέφυ λόγος, ὡς ἐνθύμιος μὲν αὐτῷ ἡ ἀρχὴ γένοιτο πολιορκοῦντι τὰ Σόλυμα, μεταπέμποιτο δὲ τὸν Ἀπολλώνιον ὑπὲρ βουλῆς τούτων, ὁ δὲ παραιτοῖτο ἥκειν ἐς γῆν, ἣν ἐμίαναν οἱ ἐν αὐτῇ οἰκοῦντες οἷς τε ἔδρασαν οἷς τε ἔπαθον· ὅθεν αὐτὸς ἐλθεῖν ἐς Αἴγυπτον4 τὴν μὲν ἀρχὴν κεκτημένος, διαλεξόμενος δὲ τῷ ἀνδρὶ ὁπόσα δηλώσω·
当韦斯巴芗在邻近埃及的诸邦谋划称帝并向埃及进发时,狄翁与欧夫拉特斯诸人——稍后将详述他们——极力劝导人们为此欢欣鼓舞。因为自那位缔造罗马秩序的首任皇帝之后,严酷的僭主统治肆虐长达五十年之久,以致在此期间统治了整整十三年的克劳狄乌斯,也未被视作贤良之君。虽然他在五十岁掌权,正值人之心智最为健全成熟之际,且看似酷爱一切学术;但即便年届高龄,他仍犯下许多幼稚的过失,将帝国大权拱手让给蠢妇犹如任羊群啃食牧场,并由于这些妇人而死得极其轻率,以致尽管预知自己将遭受的命运,却连自己早已预知之事都未能加以防范。阿波罗尼奥斯固然如同欧夫拉特斯与狄翁那样对此事感到欣慰,却并未公诸于众大肆宣扬,他认为这种言辞样式未免流于修辞论辩之风。当皇帝临近时,圣物在城门前迎接,埃及的官吏、埃及所划分的各州属地代表,乃至哲人与所有饱学之士亦皆前往相迎;阿波罗尼奥斯却对这一切漠不关心,只在神殿内潜心笃行。皇帝发表了一番庄重温和的简短演说后,便问道: “那位图阿纳人可在城中?” 众人答道:“在,且他已使我们变得更为良善。” 皇帝道:“那么怎样才能让他同我们相见?我极其需要此人。” 狄翁说道:“他会在神庙附近与您会面,因为我到此地时,他已向我允诺此事。” 皇帝说:“我们走吧,既向神明祈祷,也与这位贤者相会。” 由此流传出一种说法:他在围攻耶路撒冷时便动了称帝之念,曾遣人延请阿波罗尼奥斯共商大计,而阿波罗尼奥斯却拒绝踏足那片土地,因其居民所作所为及所遭之难皆玷污了那片疆土;故而皇帝本人在夺得帝位之后亲临埃及,以便就我稍后将阐明之事同这位智者详谈。
- 5.26προσκειμένης δὲ τῆς Ἀλεξανδρείας ἵπποις καὶ ξυμφοιτώσης μὲν ἐς τὸν ἱππόδρομον ἐπὶ τῇ θέᾳ ταύτῃ, μιαιφονούντων δὲ ἀλλήλους
在此属格独立结构中,前段的分词 προσκειμένης 与 ξυμφοιτώσης 在语法上与作为集合名词的阴性单数 τῆς Ἀλεξανδρείας 一致;后段则通过意同(synesis)转向阳性复数分词 μιαιφονούντων,将城邦民众视作各自独立的个体。
- 5.26ποῖ ... παρατενεῖτε ἀποθνήσκοντες ... ἀλλʼ ὡς χραίνοιτε μὲν ... φθείροισθε δέ
ποῖ παρατενεῖτε(“你们还要拖延/无休止到何种地步”)接补充分词 ἀποθνήσκοντες(“持续送死”)。随后的 ὡς 引导带祈愿语气(χραίνοιτε, φθείροισθε)的从句,形式上为目的或结果从句,反讽地指出了他们盲目斗争所带来的渎神与毁灭性后果。
- 5.27Δίωνες μὲν καὶ Εὐφρᾶται
固有名词的复数形式(Δίωνες, Εὐφρᾶται),为修辞性用法,表示“像狄翁与欧夫拉特斯这样的哲学家们”或“狄翁及其门下、欧夫拉特斯及其一派”。
- 5.27ὅθεν αὐτὸς ἐλθεῖν ἐς Αἴγυπτον
在由关系副词 ὅθεν(“因此/由此”)引导的从句中,使用了不定式 ἐλθεῖν 而非限定动词。这是由于前文 ὡς 引导的间接引语结构延伸渗透至关系从句内部所致。
