← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§5.23-5.25

抵达亚历山大里亚与解救死囚及批判血祭

阿波罗尼奥斯在罗得岛斥责了以暴饮暴食为荣的青年,随后在众人的狂热欢迎中进入亚历山大里亚,并在刑场上挽救了一名含冤囚犯的生命。随后他造访神殿,抨击动物血祭,向祭司阐述了以乳香进行无血火占的优越性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.23

νεανίαν δὲ ἰδὼν πίονα καὶ φρονοῦντα ἐπὶ τῷ πλεῖστα μὲν ἀνθρώπων ἐσθίειν, πλεῖστον δὲ οἶνον πίνειν ἀλλʼ ἦ1 σὺ ἔφη τυγχάνεις ὢν ὁ γαστριζόμενος; καὶ θύω γε εἶπεν ὑπὲρ τούτου. τί οὖν ἔφη ἀπολέλαυκας τῆς βορᾶς ταύτης; τὸ θαυμάζεσθαί με καὶ ἀποβλέπεσθαι· καὶ γὰρ τὸν Ἡρακλέα ἴσως ἀκούεις, ὡς καὶ τὰ σιτία αὐτοῦ παραπλησίως τοῖς ἄθλοις ᾔδετο. Ἡρακλέους ἔφη ὄντος·2 σοῦ δὲ τίς, ὦ κάθαρμα, ἀρετή; τὸ γὰρ περίβλεπτον ἐν μόνῳ λείπεταί σοι τῷ ῥαγῆναι.3

当他看见一个体态肥胖、并以吃得最多、饮酒最多而自傲的青年时,便说道:“难道你就是那个饕餮之徒吗?” 青年说:“正是,我甚至为此向神明献祭呢。” 阿波罗尼奥斯说:“那么,你从这种暴饮暴食中获得了什么好处?” “受到人们的赞叹和瞩目;因为想必你也听说过赫拉克勒斯,他的食量也是与他的功业一样为人传颂的。” 阿波罗尼奥斯说:“那是因为他是赫拉克勒斯。但你这个败类,又有什么美德可言?你唯独剩下的能让人瞩目的时刻,恐怕只有肚子胀破之时了。”

§5.24

τοιάδε μὲν αὐτῷ τὰ ἐν τῇ Ῥόδῳ, τὰ δὲ ἐν τῇ Ἀλεξανδρείᾳ, ἐπειδὴ ἐσέπλευσεν· ἡ Ἀλεξάνδρεια καὶ ἀπόντος μὲν αὐτοῦ ἤρα καὶ ἐπόθουν τὸν Ἀπολλώνιον, ὡς εἷς ἕνα, καὶ ἡ Αἴγυπτος δὲ ἡ ἄνω μεστοὶ θεολογίας ὄντες4 καὶ φοιτῆσαι αὐτὸν ἐς τὰ ἤθη τὰ αὑτῶν ηὔχοντο, ἅτε γὰρ πολλῶν ἀφικνουμένων μὲν ἐνθένδε ἐς Αἴγυπτον, πολλῶν δὲ ἐπιμιγνύντων δεῦρο ἐξ Αἰγύπτου ᾔδετό τε παρʼ αὐτοῖς Ἀπολλώνιος καὶ τὰ ὦτα ἐς αὐτὸν Αἰγυπτίοις ὀρθὰ ἦν· προϊόντα γέ τοι ἀπὸ τῆς νεὼς ἐς τὸ ἄστυ θεῷ ἴσα ἀπέβλεπον καὶ διεχώρουν τῶν στενωπῶν, ὥσπερ τοῖς φέρουσι τὰ ἱερά. παραπεμπομένου δὲ αὐτοῦ μᾶλλον ἢ οἱ τῶν ἐθνῶν ἡγεμόνες, ἄνδρες ἤγοντο τὴν ἐπὶ θανάτῳ δώδεκα λῃσταὶ τὴν αἰτίαν, ὁ δὲ ἐς αὐτοὺς ἰδὼν οὐ πάντες, εἶπεν ὁ δεῖνα γὰρ καταψευσθεὶς ἄπεισι. καὶ πρὸς τοὺς δημίους, ὑφʼ ὧν ἤγοντο, ὑφεῖναι ἔφη κελεύω τοῦ δρόμου καὶ σχολαιότερον ἥκειν ἐπὶ τὸ ὄρυγμα ὕστατόν τε ἀποκτεῖναι τοῦτον, μετέχει γὰρ οὐδὲν τῆς αἰτιάσεως, ἀλλʼ ὑμεῖς γε ὅσιʼ ἂν πράττοιτε φειδόμενοι τούτων βραχὺ μέρος ἡμέρας, οὓς λῷον ἦν μηδʼ ἀποκτείνειν· καὶ ἅμα ἐνδιέτριβεν οἷς ἔλεγεν, οὐκ εἰωθὸς ἑαυτῷ ἀποτείνων μῆκος. τί δʼ αὐτῷ ἐνόει τοῦτο, αὐτίκα ἐδείχθη· ὀκτὼ γὰρ ἤδη ἀποτετμημένων τὰς κεφαλὰς ἱππεὺς ἐλαύνων ἐπὶ τὸ ὄρυγμα Φαρίωνος ἐβόα φείσασθε, μὴ γὰρ εἶναι λῃστὴν αὐτόν, ἀλλʼ ἑαυτοῦ μὲν κατεψεῦσθαι δέει τοῦ στρεβλώσεσθαι, βασανισθέντων δὲ ἑτέρων χρηστὸν ὡμολογῆσθαι ἄνδρα. ἐῶ τὸ πήδημα τῆς Αἰγύπτου καὶ ὅσον ἐπὶ τούτῳ ἐκρότησαν καὶ ἄλλως θαυμαστικοὶ ὄντες.

他在罗得岛的事迹大抵如此;至于他驶抵亚历山大里亚之后的事迹则是这样的:亚历山大里亚的人们甚至在他未到时就已倾慕他,渴念阿波罗尼奥斯,宛如一人专情于另一人;而上埃及的人们深通神学,也祈盼着他能造访他们的乡土。因为从这里前往埃及的人既多,从埃及往来于此地的人也多,阿波罗尼奥斯之名在他们之中被广为传颂,埃及人也对他侧耳倾听。确实,当他从船上走入城中时,众人仰望他如敬神明,在窄巷中纷纷为他避让,如同避让抬着圣物的人一样。当他受到比各省总督更为隆重的护送时,有十二名男子因强盗罪名正被押解去处死。他看着他们说: “并非所有人该死;因为某人是含冤受屈的,他终将免死离去。” 他又对押解他们的行刑者说:“我命你们放缓脚步,慢一点走到刑坑,并且把这个人留到最后处决,因为他与罪控毫无瓜葛;即使是对于那些本就不该处决的人,你们若能宽宥他们哪怕半日片刻,也是行敬虔之举。” 与此同时,他在言辞上故意拖延,将话语拉长到平日罕见的长度。他此举何意,旋即见分晓:当已有八人被斩首时,一名策马飞奔至刑坑的骑兵高呼: “刀下留人,饶过法里翁!”并说明他不是强盗,只是因惧怕严刑拷打才诬认自己有罪,如今在拷问了其他人之后,已证实他是个清白之人。且不提埃及人的雀跃欢呼,以及本就极易惊叹的他们为此爆发出何等热烈的掌声。

§5.25

ἀνελθόντι δὲ αὐτῷ ἐς τὸ ἱερὸν ὁ μὲν κόσμος ὁ περὶ αὐτὸ καὶ ὁ ἐφʼ ἑκάστῳ λόγος θεῖός τε ἐφαίνετο καὶ κατὰ σοφίαν ξυντεθείς, τὸ δὲ τῶν ταύρων αἷμα καὶ οἱ χῆνες καὶ ὁπόσα ἐθύετο, οὐκ ἐπῄνει τὰ τοιάδε, οὐδὲ ἐς δαῖτας θεῶν ἦγεν· ἐρομένου δʼ αὐτὸν τοῦ ἱερέως, τί μαθὼν οὐχ οὕτω θύοι,5 σὺ μὲν οὖν εἶπεν ἀπόκριναί μοι μᾶλλον, τί μαθὼν οὕτω θύεις; εἰπόντος δὲ τοῦ ἱερέως καὶ τίς οὕτω δεινός, ὡς διορθοῦσθαι τὰ Αἰγυπτίων; πᾶς ἔφη σοφός, ἢν ἀπʼ Ἰνδῶν ἥκῃ. καὶ βοῦν ἔφη ἀπανθρακιῶ τήμερον καὶ κοινώνει τοῦ καπνοῦ ἡμῖν, οὐ γὰρ ἀχθέσῃ περὶ τῆς μοίρας, εἰ κἀκείνην οἱ θεοὶ δαίσονται. τηκομένου δὲ τοῦ πλάσματος ὅρα ἔφη τὰ ἱερά. ποῖα; εἶπεν ὁ Αἰγύπτιος ὁρῶ γὰρ οὐδὲν ἐνθάδε. ὁ δὲ Ἀπολλώνιος οἱ δὲ Ἰαμίδαι εἶπε καὶ οἱ Τελλιάδαι καὶ οἱ Κλυτιάδαι καὶ τὸ τῶν Μελαμποδιδῶν μαντεῖον ἐλήρησαν, ὦ λῷστε, τοσαῦτα μὲν περὶ πυρὸς εἰπόντες, τοσαύτας δὲ ἀπʼ αὐτοῦ ξυλλεξάμενοι φήμας; ἢ τὸ μὲν ἀπὸ τῆς πεύκης πῦρ καὶ τὸ ἀπό τῆς κέδρου μαντικὸν ἡγῇ καὶ ἱκανὸν δηλῶσαί τι, τὸ δʼ ἀπὸ τοῦ πιοτάτου τε καὶ καθαρωτάτου δακρύου6 καόμενον οὐ πολλῷ αἱρετώτερον; εἰ δʼ ἐμπύρου σοφίας ἦσθα εὐξύνετος, εἶδες ἂν καὶ ἐν τῷ τοῦ ἡλίου κύκλῳ πολλὰ δηλούμενα, ὁπότε ἀνίσχει.

当他步入神庙时,周围的陈设装饰以及对每样物件的阐说,显得既神圣又蕴含智慧;但他对公牛的鲜血、鹅以及所有用作牺牲的祭品并不赞许,也不认为这些合乎供奉神明的宴享。当祭司问他是何缘故竟不如此献祭时,他说: “倒不如你先回答我,你是何缘故要如此献祭?” 祭司说:“谁又有如此大能,敢来纠正埃及人的规矩?” 他说:“任何智者皆可,只要他是从印度人那里来。而且,”他又说,“我今天也要烤一头牛,请你同我们一起分享香烟,因为倘若神明连那一份也享用了,你是不会为自己的那份祭肉而恼怒的。”当那面塑的牛像融化时,他说:“看这些祭品。” 埃及人说:“什么祭品?我在这里什么也没看见。” 阿波罗尼奥斯便说:“那么,好心人,难道伊阿摩斯的后裔、特利阿斯的后裔、克吕提奥斯的后裔,以及墨兰普斯家族的神谕所,说了那么多关于火的奥秘,从火中收集了那么多预兆,全都是在胡说八道吗?难道你认为源自松木与雪松的火才具有预言之力、足以昭示事理,而源自最丰沃、最纯净的乳香凝脂所燃烧的火,反倒不更为可取吗?如果你通晓火占的智慧,当太阳升起时,你也本该看到在其日轮之中所昭示的诸多预象。”

语法注6 条
  1. 5.23ἀλλʼ ἦ

    表示惊讶或怀疑口吻的反诘引导词(意为“难道真的……”、“果真是……吗”)。与后文的 τυγχάνεις ὢν 连用,对眼前发胖的青年就是传闻中饕餮之徒这一事实表达带有讽刺意味的质疑。

  2. 5.23Ἡρακλέους ἔφη ὄντος

    属格独立结构,表示原因或前提(“因为他是赫拉克勒斯”),直接回应前文青年搬出赫拉克勒斯的食量作辩护的言辞。简练的结构突出了只有赫拉克勒斯本人的身份与功业才配享有此种赞誉。

  3. 5.23τῷ ῥαγῆναι

    由介词 ἐν 支配的带冠词不定式。整个介词短语 ἐν μόνῳ ... τῷ ῥαγῆναι 意为“唯独在(肚子)胀破之中”,限定了主语 τὸ περίβλεπτον(受人瞩目)所可能实现的唯一境地。

  4. 5.24μεστοὶ θεολογίας ὄντες

    依义合应(constructio ad sensum)。文法上的主语是单数阴性名词 ἡ Αἴγυπτος ἡ ἄνω(上埃及),但分词 ὄντες 采用了阳性复数主格,因为作者在思想上指向的是上埃及的全体居民。

  5. 5.25τί μαθὼν οὐχ οὕτω θύοι

    成语性习语 τί μαθών 字面为“学到了什么”,常作“依据什么”、“凭什么/为何”解。由于处于从属于过去动词(ἐρομένου)的间接疑问句中,直接引语的直陈式转为间接引语希求法 θύοι。这与下文阿波罗尼奥斯原词奉还的反问(τί μαθὼν οὕτω θύεις)形成严格的对照。

  6. 5.25δακρύου

    字面义为“眼泪”,在此处指植物学与宗教仪式中香木渗出的“树脂凝滴”(尤指乳香或没药的胶滴)。与前文的松木(πεύκη)和雪松(κέδρος)相对比,契合阿波罗尼奥斯用乳香面团塑成牛形进行无血焚香献祭的语境。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:5.23-5.25