← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§5.21-5.22

罗得岛之行与笛手论乐及对暴发户的训诫

阿波罗尼奥斯从希俄斯渡海至罗得岛,宣称健全探求哲学者胜过罗得岛巨像,随后与名笛手卡诺斯探讨了音乐本质与吹奏技艺,并训诫了一位挥霍巨资修建华宅却毫无修养的年轻暴发户。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.21

καταπλεύσας δὲ ἐς τὴν Χίον, καὶ μηδὲ τὸν πόδα ἐς τὴν γῆν ἐρείσας μετεπήδησεν ἐς τὴν ναῦν τὴν πλησίον — ἐκήρυττε δʼ ἡ ναῦς ἐς Ῥόδον — καὶ οἱ ἑταῖροι δὲ μετεπήδων οὐδὲν εἰπόντες, ἐφιλοσοφεῖτο γὰρ αὐτοῖς μάλιστα τὸ ἕπεσθαι λέγοντί τε καὶ πράττοντι.1 εὐφόρῳ δὲ περαιωθεὶς πνεύματι τάδε ἐσπούδασεν ἐν τῇ Ῥόδῳ· προσιόντα αὐτὸν τῷ τοῦ Κολοσσοῦ ἀγάλματι ἤρετο ὁ Δάμις, τί ἡγοῖτο ἐκείνου μεῖζον; ὁ δὲ εἶπεν· ἄνδρα φιλοσοφοῦντα ὑγιῶς τε καὶ ἀδόλως. ἐπεχωρίαζε τότε τῇ Ῥόδῳ Κάνος αὐλητής, ὃς ἄριστα δὴ ἀνθρώπων ἐδόκει αὐλεῖν. καλέσας οὖν αὐτὸν τί ἔφη ὁ αὐλητὴς ἐργάζεται; πᾶν, εἶπεν ὅπερ ἂν ὁ ἀκροατὴς βούληται. καὶ μὴν πολλοὶ ἔφη τῶν ἀκροωμένων πλουτεῖν βούλονται μᾶλλον ἢ αὐλοῦ ἀκούειν· πλουσίους οὖν ἀποφαίνεις, οὓς ἂν ἐπιθυμοῦντας τούτου αἴσθῃ; οὐδαμῶς, εἶπεν ὡς ἐβουλόμην ἄν.2 τί δʼ; εὐειδεῖς ἐργάζῃ τοὺς νέους τῶν ἀκροατῶν; ἐπειδὴ καλοὶ βούλονται δοκεῖν πάντες, περὶ οὓς νεότης ἐστίν. οὐδὲ τοῦτο ἔφη καίτοι πλεῖστον ἀφροδίτης ἔχων ἐν τῷ αὐλῷ. τί οὖν ἐστιν, εἶπεν ὃ τὸν ἀκροατὴν ἡγῇ βούλεσθαι; τί δὲ ἄλλο γε, ἦ δʼ ὁ Κάνος ἢ τὸν λυπούμενον μὲν κοιμίζεσθαι αὐτῷ τὴν λύπην ὑπὸ τοῦ αὐλοῦ, τὸν δὲ χαίροντα ἱλαρώτερον ἑαυτοῦ γίγνεσθαι, τὸν δὲ ἐρῶντα θερμότερον, τὸν δὲ φιλοθύτην ἐνθεώτερόν τε καὶ ὑμνώδη; τοῦτο οὖν, ἔφη ὦ Κάνε, πότερον αὐτὸς ἐργάζεται ὁ αὐλὸς διὰ τὸ χρυσοῦ τε καὶ ὀρειχάλκου καὶ ἐλάφων κνήμης ξυγκεῖσθαι, οἱ δὲ καὶ ὄνων,3 ἢ ἕτερόν ἐστιν, ὃ ταῦτα δύναται; ἕτερον ἔφη ὦ Ἀπολλώνιε, ἡ γὰρ μουσικὴ καὶ οἱ τρόποι καὶ τὸ ἀναμὶξ καὶ τὸ εὐμετάβολον τῆς αὐλήσεως καὶ τὰ τῶν ἁρμονιῶν ἤθη, ταῦτα τοὺς ἀκροωμένους ἁρμόττει καὶ τὰς ψυχὰς ἐργάζεται σφῶν, ὁποίας βούλονται. ξυνῆκα ἔφη ὦ Κάνε, ὅ τι σοι ἡ τέχνη πράττει· τὸ γὰρ ποικίλον αὐτῆς καὶ τὸ ἐς πάντας τρόπους, τοῦτο ἐξασκεῖς τε καὶ παρέχεις τοῖς παρὰ σὲ φοιτῶσιν. ἐμοὶ δὲ πρὸς τοῖς ὑπὸ σοῦ εἰρημένοις καὶ ἑτέρων δοκεῖ ὁ αὐλὸς δεῖσθαι· τῆς τε εὐπνοίας καὶ τῆς εὐστομίας καὶ τοῦ εὔχειρα εἶναι τὸν αὐλοῦντα, ἔστι δὲ εὔπνοια μέν, ἢν τορὸν καὶ λευκὸν ᾖ τὸ πνεῦμα καὶ μὴ ἐπικτυπῇ ἡ φάρυγξ, τουτὶ γὰρ ἔοικε φθόγγῳ ἀμούσῳ, εὐστομία δέ, ἢν τὰ χείλη ἐνθέμενα τὴν τοῦ αὐλοῦ γλῶτταν μὴ πιμπραμένου τοῦ προσώπου αὐλῇ, τὸν δὲ εὔχειρα αὐλητὴν πολλοῦ ἡγοῦμαι ἄξιον, ἢν μήτε ὁ καρπὸς ἀπαγορεύῃ ἀνακλώμενος μήτε οἱ δάκτυλοι βραδεῖς ὦσιν ἐπιπέτεσθαι τοῖς φθόγγοις, καὶ γὰρ τὸ ταχέως μεταβάλλειν ἐκ τρόπου ἐς τρόπον περὶ τοὺς εὔχειράς ἐστι μᾶλλον. εἰ δὴ ταῦτα πάντα παρέχεις, θαρρῶν αὔλει, ὦ Κάνε, μετὰ σοῦ γὰρ ἡ Εὐτέρπη ἔσται.

驶抵希俄斯之后,他甚至未曾踏上陆地,就跳到了旁边的一艘船上——那艘船正宣布开往罗得岛——他的同伴们也一言不发地跳了过去;因为对他们而言,在言行上追随他便是最崇高的哲学修养。乘着顺风渡海之后,他在罗得岛探究了如下事情:当他走向罗得岛巨像时,达米斯问他,他认为有什么比那座巨像更伟大?他回答说:“健全而纯正地钻研哲学的人。”当时有一位名叫卡诺斯的笛手旅居罗得岛,他被认为是全人类中笛子吹得最好的人。于是阿波罗尼奥斯把他召来,问道:“吹笛之人能成就什么?”卡诺斯说:“凡听者所愿的一切。”阿波罗尼奥斯说:“然而许多听者更渴望发财致富,而不是听笛声;那么,若你发觉有人渴望这个,你也能使他们富裕吗?”他说:“绝无可能,尽管我巴不得能如此。”“那么又怎样呢?你能使听众中的青年变得容貌俊美吗?既然正值青春的人都希望自己显得美丽。”他说:“这也不能,尽管我的笛中蕴含着极多的魅力。”阿波罗尼奥斯说:“那么你认为听者所渴望的究竟是什么呢?”卡诺斯回答道:“还能是什么呢,无非是悲伤者由笛声抚慰而沉睡其悲伤,欢喜者变得比平日更为开朗,恋爱者更为炽热,虔诚祭祀者更为神采飞扬、赞歌满怀。”阿波罗尼奥斯说:“那么,卡诺斯啊,究竟是笛子本身因为由黄金、黄铜以及鹿的胫骨——有的笛子甚至是驴骨——组成而成就此事,还是另有能做到这些事之物?”他说:“是另有其物,阿波罗尼奥斯啊。音乐与调式、吹奏中的交织融合与多变灵动、以及各调式的品性,正是这些调和了听者,并使他们的心灵成为他们所期盼的模样。”阿波罗尼奥斯说:“卡诺斯啊,我明白了你的技艺为你成就了什么;其变幻多样以及通晓一切调式,这正是你所苦练并奉献给向你求教之人的。但在我看来,除了你所说的事情之外,吹笛似乎还需要其他条件:气息调匀、口形适度以及吹奏者手法敏捷。所谓气息调匀,就是气息清晰纯净,咽喉不发出杂音轰鸣,因为那种杂音宛若不通音律之噪响;所谓口形适度,就是双唇含住笛簧吹奏时面颊并不鼓胀;而手法敏捷的笛手在我看来极具价值,只要他的手腕在曲折时不至疲乏,手指在音符上翻飞也不显迟钝,因为迅速从一种调式转换到另一种调式,更属于手法敏捷者之事。如果你确实具备了这一切,卡诺斯啊,你就满怀信心地吹奏吧,因为欧忒耳佩必将与你同在。”

§5.22

ἐτύγχανέ τι καὶ μειράκιον νεόπλουτόν τε καὶ ἀπαίδευτον οἰκοδομούμενον οἰκίαν τινὰ ἐν τῇ Ῥόδῳ καὶ ξυμφέρον ἐς αὐτὴν γραφάς τε ποικίλας καὶ λίθους ἐξ ἁπάντων ἐθνῶν. ἤρετο οὖν αὐτό, ὁπόσα χρήματα εἴη ἐς διδασκάλους τε καὶ παιδείαν ἀνηλωκός· ὁ δὲ οὐδὲ δραχμήν εἶπεν. ἐς δὲ τὴν οἰκίαν πόσα; δώδεκα ἔφη τάλαντα, προσαναλώσαιμι δʼ ἂν καὶ ἕτερα τοσαῦτα. τί δʼ εἶπεν ἡ οἰκία βούλεταί σοι;4 δίαιτα ἔφη λαμπρὰ ἔσται τῷ σώματι, καὶ γὰρ δρόμοι ἐν αὐτῇ καὶ ἄλση καὶ ὀλίγα ἐς ἀγορὰν βαδιοῦμαι καὶ προσεροῦσί με οἱ ἐσιόντες ἥδιον, ὥσπερ ἐς ἱερὸν φοιτῶντες. ζηλωτότεροι δὲ εἶπεν οἱ ἄνθρωποι πότερον διʼ αὐτούς εἰσιν ἢ διὰ τὰ περὶ αὐτοὺς ὄντα; διὰ τὸν πλοῦτον, εἶπε, τὰ γὰρ χρήματα πλεῖστον ἰσχύει. χρημάτων δʼ, ἔφη ὦ μειράκιον, ἀμείνων φύλαξ πότερον ὁ πεπαιδευμένος ἔσται ἢ ὁ ἀπαίδευτος; ἐπεὶ δὲ ἐσιώπησε, δοκεῖς μοι, εἶπε μειράκιον, οὐ σὺ τὴν οἰκίαν, ἀλλὰ σὲ ἡ οἰκία κεκτῆσθαι.5 ἐγὼ δὲ ἐς ἱερὸν παρελθὼν πολλῷ ἂν ἥδιον ἐν αὐτῷ μικρῷ ὄντι ἄγαλμα ἐλέφαντός τε καὶ χρυσοῦ ἴδοιμι ἢ ἐν μεγάλῳ κεραμεοῦν τε καὶ φαῦλον.

当时恰有一位暴发且毫无修养的青年正在罗得岛建造一座宅邸,并将各色画作以及来自各族的奇石运入其中。阿波罗尼奥斯便问他,在老师与教养上花费了多少钱财;那人说:“连一德拉克马都没有。”“那么在房子上花了多少?”他说:“十二塔兰同,而且我还愿意再花同样多。”阿波罗尼奥斯说:“那么这所宅邸对你而言意欲何为?”他说:“对我的肉身而言将是一种奢华的生活,因为院内设有跑道与树林,我便无需常去广场,进门来的人也会更欣悦地向我致意,就如同前往神庙朝拜一样。”阿波罗尼奥斯说:“那么,人们受到羡慕,究竟是因为他们自身,还是因为他们周围的外物呢?”他说:“是因为财富,因为金钱具有最大的力量。”阿波罗尼奥斯说:“青年啊,对于金钱而言,究竟是有教养的人是更好的守护者,还是无教养的人呢?”见他沉默不语,阿波罗尼奥斯说:“青年啊,在我看来,不是你拥有了这座宅邸,而是这座宅邸拥有了你。若我走进一座神庙,即便那神庙很小,但我若能见到象牙与黄金制成的神像,也会比在庞大的神庙里看到粗劣陶制的雕像要欢喜得多。”

语法注5 条
  1. 5.21ἐφιλοσοφεῖτο γὰρ αὐτοῖς μάλιστα τὸ ἕπεσθαι λέγοντί τε καὶ πράττοντι

    第三人称单数被动动词 ἐφιλοσοφεῖτο 以施事与格 αὐτοῖς 作为逻辑主体,并以冠词引导的不定式短语 τὸ ἕπεσθαι 作为语法主语。与格现在分词短语 λέγοντί τε καὶ πράττοντι 指代阿波罗尼奥斯,作 ἕπεσθαι 的补足成分,意为“追随他在言行上的一切”。

  2. 5.21ὡς ἐβουλόμην ἄν

    未完成过去时直陈语气 ἐβουλόμην 与副词 ὡς 及小辞 ἄν 结合,构成一种表达当下无法实现的愿望的习惯性虚拟句结构,意为“要真是那样该多好啊(然而并非如此)”。

  3. 5.21οἱ δὲ καὶ ὄνων

    承前省略结构,接续前面的材料属格结构 πότερον αὐτὸς ἐργάζεται ὁ αὐλὸς διὰ τὸ χρυσοῦ τε καὶ ὀρειχάλκου καὶ ἐλάφων κνήμης ξυγκεῖσθαι。阳性复数定冠词 οἱ 代指 αὐλοί(“有些笛子”),而属格 ὄνων 则承前省略了 κνήμης(“驴的胫骨”)。

  4. 5.22τί δʼ ἡ οἰκία βούλεταί σοι;

    动词短语 τί βούλεται(“意欲何为/意指为何”)与关涉与格 σοι 相结合的习惯表达,意为“这座宅邸对你来说有何用意/意义何在?”

  5. 5.22δοκεῖς μοι, μειράκιον, οὐ σὺ τὴν οἰκίαν, ἀλλὰ σὲ ἡ οἰκία κεκτῆσθαι

    在人称构式 δοκεῖς μοι 的统摄下支配完成时不定式 κεκτῆσθαι。前半句 οὐ σύ 采用主格代词直接呼应 δοκεῖς 的主语,而后半句则转为以 ἡ οἰκία 为不定式主语、σέ 为宾语的对格不定式结构(ἀλλὰ σὲ ἡ οἰκία κεκτῆσθαι),这种结构上的不对称有力地突出了主客倒置的讽刺意味。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:5.21-5.22