← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§5.18-5.20

重返希腊与预言船难及斥责倒卖神像者

阿波罗尼奥斯自西西里前往希腊,准确预言并避开了船难;随后他在雅典与哲学家德米特里乌斯相聚并听闻穆索尼乌斯的遭遇,又在比雷埃夫斯港严厉斥责了一位将神像充当商品倒卖的商人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.18

Ἐμφιλοσοφήσας δὲ τῇ Σικελίᾳ χρόνον, ὃς ἀποχρῶσαν αὐτῷ σπουδὴν εἶχεν, ἐπὶ τὴν Ἑλλάδα ἐκομίζετο περὶ ἀρκτούρου ἐπιτολάς. ἀλύπου δὲ τοῦ πλοῦ γενομένου κατασχὼν ἐς Λευκάδα ἀποβῶμεν ἔφη τῆς νεὼς ταύτης, οὐ γὰρ λῷον αὐτῇ ἐς Ἀχαίαν πλεῦσαι.1 προσέχοντος δὲ οὐδενὸς τῷ λόγῳ πλὴν τῶν γιγνωσκόντων τὸν ἄνδρα, αὐτὸς μὲν ἐπὶ Λευκαδίας νεὼς ὁμοῦ τοῖς βουλομένοις ξυμπλεῖν ἐς Λέχαιον κατέσχεν, ἡ δὲ ναῦς ἡ Συρακουσία κατέδυ ἐσπλέουσα τὸν Κρισαῖον κόλπον.

在西西里进行了哲学探究、度过了足以满足其专心致志的时日之后,阿波罗尼奥斯在阿克图鲁斯星升起时分前往希腊。在航程一帆风顺并抵达莱夫卡斯时,他说道:“我们从这艘船上下去吧,因为它驶往阿哈伊亚并非吉兆。”除了深知其为人者之外,无人理会他的话;他本人便与愿意同航之人换乘了一艘莱夫卡斯的船,驶入了勒开翁,而那艘叙拉古的船在驶入克里萨湾时沉没了。

§5.19

μυηθεὶς δʼ Ἀθήνησιν, ἐμύει δʼ αὐτὸν ἱεροφάντης, ὃν αὐτὸς τῷ προτέρῳ ἐπεμαντεύσατο, ἐνέτυχε καὶ Δημητρίῳ τῷ φιλοσόφῳ, μετὰ γὰρ τὸ Νέρωνος βαλανεῖον καὶ ἃ ἐπʼ αὐτῷ εἶπε διῃτᾶτο Ἀθήνησιν ὁ Δημήτριος οὕτω γενναίως, ὡς μηδὲ τὸν χρόνον, ὃν Νέρων περὶ τοὺς ἀγῶνας ὕβριζεν, ἐξελθεῖν τῆς Ἑλλάδος. ἐκεῖνος καὶ Μουσωνίῳ ἔφασκεν ἐντετυχηκέναι περὶ τὸν Ἰσθμὸν δεδεμένῳ τε καὶ κεκελευσμένῳ ὀρύττειν, καὶ αὐτὸς μὲν ἐπευφημῆσαι τὰ εἰκότα, τὸν δὲ ἔχεσθαι τῆς σμινύης καὶ ἐρρωμένως τῇ γῇ ἐμβάλλειν, ἀνακύψαντα δὲ λυπῶ σε, φάναι ὦ Δημήτριε, τὸν Ἰσθμὸν ὀρύττων τῇ Ἑλλάδι; εἰ δὲ καὶ κιθαρῳδοῦντά με εἶδες, ὥσπερ Νέρωνα, τί ἂν ἔπαθες; καὶ ἐάσθω τὰ Μουσωνίου πλείω ὄντα καὶ θαυμασιώτερα, ὡς μὴ δοκοίην θρασύνεσθαι πρὸς τὸν ἀμελῶς αὐτὰ εἰπόντα.

他在雅典接受了秘仪启蒙——为他主持启蒙的圣师,正是他自己曾向上一任圣师预言过的继任者——随后还遇到了哲学家德米特里乌斯;因为在尼禄浴场事件以及德米特里乌斯就此发表言论之后,他在雅典的生活过得如此高贵,以至于在尼禄借竞技会胡作非为的时期,他也不曾离开希腊。德米特里乌斯曾说,他还在地峡一带遇到过被囚禁并勒令开凿运河的穆索尼乌斯;德米特里乌斯自己上前致以得体的劝慰鼓励之辞,穆索尼乌斯却握紧锄头,猛力凿入泥土,抬头说道:“德米特里乌斯啊,见我为希腊开凿地峡,你很伤心吗?但如果你见我像尼禄那样弹着齐特拉琴歌唱,你又会作何感想呢?”然而穆索尼乌斯的事迹更为繁多、更令人赞叹,姑且不论,免得我显得在草率叙述这些事迹的人面前狂妄僭越。

§5.20

χειμάσας δʼ ὁ Ἀπολλώνιος ἐν τοῖς Ἐλληνικοῖς ἱεροῖς πᾶσιν εἴχετο τῆς ἐπʼ Αἰγύπτου ὁδοῦ περὶ ἔαρ, πολλὰ μὲν ἐπιπλήξας, πολλὰ δὲ συμβουλεύσας ταῖς πόλεσι, πολλῶν δὲ ἐς ἔπαινον καταστάς, οὐδὲ γὰρ ἐπαίνου ἀπείχετο, ὁπότε τι ὑγιῶς πράσσοιτο, καταβὰς δὲ ἐς Πειραιᾶ ναῦς μέν τις ὥρμει πρὸς ἱστίοις οὖσα καὶ ἐς Ἰωνίαν ἀφήσουσα, ὁ δʼ ἔμπορος οὐ ξυνεχώρει ἐμβαίνειν, ἰδιόστολον γὰρ αὐτὴν ἄγειν. ἐρομένου δὲ τοῦ Ἀπολλωνίου τίς ὁ φόρτος; θεῶν ἔφη ἀγάλματα ἀπάγω ἐς Ἰωνίαν, τὰ μὲν χρυσοῦ καὶ λίθου, τὰ δὲ ἐλέφαντος καὶ χρυσοῦ. ἱδρυσόμενος ἢ τί; ἀποδωσόμενος ἔφη τοῖς βουλομένοις ἱδρύεσθαι. δέδιας οὖν, ὦ λῷστε, μὴ συλήσωμεν τὰ ἀγάλματα ἐν τῇ νηί; οὐ τοῦτο ἔφη δέδια, τὸ δὲ πλείοσι ξυμπλεῖν αὐτὰ καὶ ὁμιλίας ἀναπίμπλασθαι φαύλου διαίτης τε, ὁπόση ναυτική, δεινὸν ἡγοῦμαι. καὶ μήν, ὦ βέλτιστε, εἶπε δοκεῖς γάρ μοί τις Ἀθηναῖος εἶναι, τὰς ναῦς, αἷς ἐπὶ τοὺς βαρβάρους ἐχρήσασθε, καίτοι ναυτικῆς ἀταξίας ἐμπεπλησμένας ἐνέβαινον οἱ θεοὶ ξὺν ὑμῖν καὶ οὐκ ᾤοντο ὑφʼ ὑμῶν χραίνεσθαι, σὺ δὲ ἀμαθῶς οὕτως ἀπωθῇ τῆς νεὼς φιλοσόφους ἄνδρας, οἷς μάλιστα οἱ θεοὶ χαίρουσι καὶ ταῦτα ἐμπορίαν τοὺς θεοὺς πεποιημένος; ἡ δὲ ἀγαλματοποιία ἡ ἀρχαία οὐ τοῦτο ἔπραττεν, οὐδὲ περιῄεσαν τὰς πόλεις ἀποδιδόμενοι τοὺς θεούς, ἀλλʼ ἀπάγοντες μόνον τὰς αὑτῶν χεῖρας καὶ ὄργανα λιθουργὰ καὶ ἐλεφαντουργὰ ὕλην τε παρατιθέμενοι ἀργὸν ἐν αὐτοῖς τοῖς ἱεροῖς τὰς δημιουργίας ἐποιοῦντο, σὺ δʼ ὥσπερ τὰ Ὑρκανικά τε καὶ Σκυθικά, ἀπείη δὲ εἰπεῖν τίνα, οὕτω τοὺς θεοὺς ἐς τοὺς λιμένας τε καὶ τὰς ἀγορὰς ἄγων οὐδὲν οἴει ἀσεβὲς πράττειν; καὶ μὴν καὶ σπερμολογοῦσιν ἔνιοι τῶν ἀνθρώπων ἐξαψάμενοί τι Δήμητρος ἢ Διονύσου ἄγαλμα καὶ τρέφεσθαί φασιν ὑπὸ τῶν θεῶν, οὓς φέρουσι, τὸ δʼ αὐτοὺς σιτεῖσθαι τοὺς θεοὺς καὶ μηδʼ ἐμπίπλασθαι τούτου,2 δεινῆς ἐμπορίας, εἴποιμι δʼ ἂν καὶ ἀνοίας,3 εἰ μηδὲν ἐκ τούτου δέδοικας. τοιαῦτα ἐπιπλήξας ἐπὶ νεὼς ἑτέρας ἔπλει.

阿波罗尼奥斯在希腊的所有圣所中度过冬季之后,在春季踏上了前往埃及的旅程。他向各城邦提出诸多训诫,给出诸多建议,并对诸多事物给予赞赏;因为只要事情办得妥当,他也绝不吝惜赞美。当他来到比雷埃夫斯港时,有一艘船正扬帆停泊,准备开往伊奥尼亚,但商人却不允许他登船,说自己是包船专运。阿波罗尼奥斯问道:“载的是什么货物?”那人说:“我运送神像去伊奥尼亚,有些是金石制成的,有些是象牙与黄金制成的。”“是要自己立庙供奉,还是怎样?”那人说:“是卖给那些想立庙供奉的人。”“那么,老兄,你是害怕我们在船上抢劫这些神像吗?”那人说:“我怕的不是这个,我认为让神像与众人混乘、染上粗俗的交谈以及水手那种生活方式,是一件可怕的事。”阿波罗尼奥斯说:“然而,仁兄——我看你像是个雅典人——你们当年用来对抗异族的战船,尽管充斥着水手的杂乱无序,神明却与你们一同登船,并不认为被你们玷污;而你却这般愚昧地把哲学家从船上驱逐出去,要知道哲学家可是神明最为喜悦的,更何况你还是把神明当作了商品!古代的雕刻术绝非如此,雕刻家们也不会周游各城去叫卖神明;他们仅仅带上自己的双手和石雕与象牙雕工具,把未经加工的原料放置在旁,在圣所内进行创作。而你却把神明带到港口和市场上,就像倒卖希尔卡尼亚或斯基泰的货物一样——但愿不说出具体是什么货物——难道你认为自己这样做毫无不敬吗?更有甚者,有些人身上挂着德墨忒尔或狄俄倪索斯的小像沿街乞讨,声称受他们所携带的神明供养;而吞食神明本身,甚至对此贪得无厌——这是何等可怕的交易,如果你对此毫无畏惧,我甚至还要说是何等疯狂!”在予以这番训斥后,他便乘坐另一艘船航行而去。

语法注3 条
  1. 5.18οὐ γὰρ λῷον αὐτῇ ἐς Ἀχαίαν πλεῦσαι

    非人称谓语 λῷον(省略 ἐστί)接与格代词 αὐτῇ 及不定式 πλεῦσαι。与格 αὐτῇ 回指前文的船(νεώς),充当利害与格或不定式在逻辑上的施事,意为“此船继续驶往阿哈伊亚并非吉兆/对它不利”。

  2. 5.20τὸ δʼ αὐτοὺς σιτεῖσθαι τοὺς θεοὺς καὶ μηδʼ ἐμπίπλασθαι τούτου

    带冠词的不定式短语 τὸ ... σιτεῖσθαι ... καὶ μηδʼ ἐμπίπλασθαι 与前文的 τρέφεσθαι ὑπὸ τῶν θεῶν(受神明供养)构成鲜明对比。强调代词 αὐτούς 与宾语 τοὺς θεούς 同格,意为“以诸神自身为食”;整个短语作为主题性主语或引起后文感叹属格 δεινῆς ἐμπορίας 的事实前提。

  3. 5.20δεινῆς ἐμπορίας, εἴποιμι δʼ ἂν καὶ ἀνοίας

    感叹属格(genitive of exclamation),或可视为省略 ἐστί 的表语性属格,用以表示性质。在此作感叹句解(“何等可怕的交易,我甚至还要说是何等疯狂!”),最符合阿波罗尼奥斯斥责时的强烈情感。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:5.18-5.20