- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:5.15-5.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼奥斯讲述了赫尔墨斯分发智慧时将神话寓言之术赠予伊索的传说,随后转回正题,将埃特纳火山的喷发解释为沥青、硫磺与气流相互作用的自然现象而非神话中的巨人或赫菲斯托斯,并以敬虔生活的诫勉作结。
ἐμὲ δέ, ὦ Μένιππε, καὶ μῦθον περὶ τῆς Αἰσώπου σοφίας ἐδιδάξατο ἡ μήτηρ κομιδῇ νήπιον, ὡς εἴη μέν ποτε ποιμὴν ὁ Αἴσωπος,1 νέμοι δὲ πρὸς ἱερῷ Ἑρμοῦ, σοφίας δὲ ἐρῴη καὶ εὔχοιτο αὐτῷ ὑπὲρ τούτου, πολλοὶ δὲ καὶ ἕτεροι ταὐτὸν αἰτοῦντες ἐπιφοιτῷεν τῷ Ἑρμῇ ὁ μὲν χρυσόν, ὁ δʼ ἄργυρον, ὁ δὲ κηρύκειον ἐλεφάντινον, ὁ δὲ τῶν οὕτω τι λαμπρῶν ἀνάπτων, ὁ δʼ Αἴσωπος ἔχοι μὲν οὕτως, ὡς μηδὲν τῶν τοιούτων ἔχειν, φείδοιτο δὲ καὶ ὧν εἶχε, γάλακτος δὲ αὐτῷ σπένδοι, ὅσον ὄις ἀμελχθεῖσα ἐδίδου καὶ κηρίον ἐπὶ τὸν βωμὸν φέροι, ὅσον τὴν χεῖρα ἐμπλῆσαι, ἑστιᾶν δʼ αὐτὸν καὶ μύρτοις ᾤετο καὶ παραθεὶς ἂν τῶν ῥόδων ἢ τῶν ἴων κομιδῇ ὀλίγα. τί γὰρ δεῖ, ὦ Ἑρμῆ, ἔλεγε στεφάνους πλέκειν καὶ ἀμελεῖν τῶν προβάτων; ὡς δὲ ἀφίκοντο ἐς ῥητὴν ἡμέραν ἐπὶ τὴν τῆς σοφίας διανομήν, ὁ μὲν Ἑρμῆς ἅτε λόγιος καὶ κερδῷος σὺ μὲν ἔφη φιλοσοφίαν ἔχε, τῷ πλεῖστα δήπουθεν ἀναθέντι σὺ δὲ ἐς ῥητόρων ἤθη χώρει, τῷ δεύτερά που χαρισαμένῳ, σοὶ δὲ ἀστρονομεῖν χώρα, σοὶ δὲ εἶναι μουσικῷ, σοὶ δὲ ἡρῴου ποιητῇ μέτρου, σοὶ δὲ ἰαμβείου. ἐπεὶ δὲ καίτοι λογιώτατος ὢν κατανάλωσεν ἄκων ἅπαντα τὰ τῆς φιλοσοφίας μέρη καὶ ἔλαθεν ἑαυτὸν ἐκπεσὼν τοῦ Αἰσώπου,2 ἐνθυμεῖται τὰς Ὥρας, ὑφʼ ὧν αὐτὸς ἐν κορυφαῖς τοῦ Ὀλύμπου ἐτράφη, ὡς ἐν σπαργάνοις ποτὲ αὐτῷ ὄντι μῦθον διελθοῦσαι περὶ τῆς βοός, ὃν διελέχθη τῷ ἀνθρώπῳ ἡ βοῦς ὑπὲρ ἑαυτῆς τε καὶ τῆς γῆς, ἐς ἔρωτα αὐτὸν τῶν τοῦ Ἀπόλλωνος βοῶν κατέστησαν, καὶ δίδωσιν ἐντεῦθεν τὴν μυθολογίαν τῷ Αἰσώπῳ, λοιπὴν ἐν σοφίας οἴκῳ οὖσαν ἔχε, εἰπὼν ἃ πρῶτα ἔμαθον. αἱ μὲν δὴ πολλαὶ μορφαὶ τῆς τέχνης ἐνθένδε ἀφίκοντο τῷ Αἰσώπῳ, καὶ τοιόνδε ἀπέβη τὸ τῆς μυθολογίας πρᾶγμα. ἴσως δʼ ἀνόητον ἔπαθον· ἐπιστρέψαι γὰρ ὑμᾶς διανοηθεὶς ἐς λόγους φυσικωτέρους τε καὶ ἀληθεστέρους ὧν οἱ πολλοὶ περὶ τῆς Αἴτνης ᾅδουσιν, αὐτὸς ἐς ἔπαινον μύθων ἀπηνέχθην, οὐ μὴν ἄχαρις ἡ ἐκβολὴ τοῦ λόγου γέγονεν· ὁ γὰρ μῦθος, ὃν παραιτούμεθα, οὐ τῶν Αἰσώπου λόγων ἐστίν, ἀλλὰ τῶν δραματικωτέρων καὶ ὧν οἱ ποιηταὶ θρυλοῦσιν· ἐκεῖνοι μὲν γὰρ Τυφῶ τινα ἢ Ἐγκέλαδον δεδέσθαι φασὶν ὑπὸ τῷ ὄρει καὶ δυσθανατοῦντα ἀσθμαίνειν τὸ πῦρ τοῦτο, ἐγὼ δὲ γίγαντας μὲν γεγονέναι φημὶ καὶ πολλαχοῦ τῆς γῆς ἀναδείκνυσθαι τοιαυτὶ σώματα ῥαγέντων τῶν τάφων, οὐ μὴν ἐς ἀγῶνα ἐλθεῖν τοῖς θεοῖς, ἀλλʼ ὑβρίσαι μὲν τάχα ἐς τοὺς νεὼς αὐτῶν καὶ τὰ ἕδη, οὐρανῷ δὲ ἐπιπηδῆσαι καὶ μὴ ξυγχωρεῖν τοῖς θεοῖς ἐπʼ αὐτοῦ εἶναι μανία μὲν λέγειν, μανία δὲ οἴεσθαι. καὶ μηδὲ ἐκεῖνος ὁ λόγος καίτοι δοκῶν εὐφημότερος εἶναι τιμάσθω, ὡς Ἡφαίστῳ μέλει τοῦ χαλκεύειν ἐν τῇ Αἴτνῃ, καὶ κτυπεῖταί τις ἐνταῦθα ὑπʼ αὐτοῦ ἄκμων, πολλὰ γὰρ καὶ ἄλλα ὄρη πολλαχοῦ τῆς γῆς ἔμπυρα καὶ οὐκ ἂν φθάνοιμεν ἐπιφημίζοντες αὐτοῖς γίγαντας καὶ Ἡφαίστους.3
“而关于伊索的智慧,梅尼普斯啊,我母亲在我还是个稚童时,就曾教过我这样一个神话:据说伊索曾是个牧羊人,在赫尔墨斯的神庙旁放牧,他渴望智慧,并为此向赫尔墨斯祈祷。许多其他人也为了同样的心愿频繁拜访赫尔墨斯,有人献上黄金,有人献上白银,有人献上象牙水星杖,还有人奉献诸如此类辉煌的物品。而伊索的境况却是全然没有这些东西,甚至对他所拥有的一点点也十分节省。他向神倾献的乳汁,不过是一只母羊挤出的量;他带上祭坛的蜂巢,不过刚好填满一手;他还认为可以用香桃木果来款待神,并且摆上几朵极少的玫瑰或紫罗兰。‘因为,赫尔墨斯啊,’他常说,‘编织花冠而疏忽羊群,又有什么必要呢?’ “当他们在约定的日子到来以分配智慧时,赫尔墨斯既主管辩才又主管利市,便对那供奉最多者说:‘你掌握哲学吧’;对奉献第二丰厚者说:‘你进入演说家的行列吧’;‘至于你,有学习天文学的份;至于你,做个音乐家;至于你,做英雄格诗的诗人;至于你,做抑扬格诗的诗人。’然而,尽管他最为博学多才,却不经意间耗尽了哲学的全部组成部分,不知不觉地把伊索遗漏了。这时,他想起了曾在奥林匹斯峰顶抚育过自己的时序女神们,想起当他尚在襁褓中时,女神们曾向他讲述过一则关于母牛的神话——那是母牛为了自己和大地向人类所说的话——并由此使他对阿波罗的牛群产生了狂热的渴求;于是赫尔墨斯把神话创作之术赠予了伊索,因为这是智慧之屋中仅剩之物,并说道:‘收下我最初学到的东西吧。’这门技艺的万千形态便是由此传给伊索的,而神话创作之事的始末大抵如此。但我或许做了件愚蠢的事;“因为我本打算引导你们去探讨比众人歌唱埃特纳火山时更合乎自然学、更真实的论说,自己却偏离到了赞美神话的方向上。不过,论说的这次偏离并非毫无益处;因为我们所拒绝的神话,并非属于伊索的寓言,而是属于诗人们所喋喋不休的那些更具戏剧性的神话。他们声称某个堤丰或恩克拉多斯被束缚在山下,在垂死挣扎中喘息喷吐出这股大火;而我则认为,巨人们确实曾经存在过,且当墓穴破裂时,这般骸骨在世上多处都有展现,但他们绝不曾与诸神直接交战。他们或许曾对诸神的神庙和神座施加暴行,但若说他们跃向天空、不容诸神居住其上,这等话说是疯狂,想来也是疯狂。此外,哪怕另一种说法看似更为虔敬,也不应受到尊崇,即赫菲斯托斯在埃特纳火山中忙于锻造,那里有一具铁砧被他敲击;因为大地上许多地方还有许多其他蕴藏火焰的山,我们若向它们一一附会巨人和赫菲斯托斯,便绝无穷尽之时了。
τίς οὖν ἡ τῶν τοιῶνδε ὀρῶν αἰτία; γῆ κρᾶσιν ἀσφάλτου καὶ θείου παρεχομένη τύφεται μὲν καὶ παρʼ ἑαυτῆς φύσει, πῦρ δʼ οὔπω ἐκδίδωσιν, εἰ δὲ σηραγγώδης τύχοι καὶ ὑποδράμοι αὐτὴν πνεῦμα, φρυκτὸν ἤδη αἴρει. πλεονεκτήσασα δὲ ἡ φλόξ, ὥσπερ τὸ ὕδωρ, ἀπορρεῖ τῶν ὀρῶν καὶ ἐς τὰ πεδία ἐκχεῖται χωρεῖ τε ἐπὶ θάλατταν πῦρ ἀθρόον ἐκβολὰς ποιούμενον, οἷαι τῶν ποταμῶν εἰσι. χῶρος δʼ Εὐσεβῶν, περὶ οὓς τὸ πῦρ ἐρρύη, λεγέσθω μὲν κἀνταῦθά τις, ἡγώμεθα δὲ τοῖς ὅσια πράττουσι γῆν μὲν πᾶσαν ἀσφαλῆ χῶρον εἶναι, θάλατταν δʼ εὔπορον οὐ πλέουσι μόνον, ἀλλὰ καὶ νεῖν πειρωμένοις. ἀεὶ γὰρ τοὺς λόγους ἀνέπαυεν ἐς τὰ χρηστὰ τῶν παραγγελμάτων.
“那么,这类山岳的成因究竟是什么呢?大地若具备沥青与硫磺的混合物,本就会因自身天性而冒烟阴燃,只是尚未喷出明火;但假若它恰好充满孔穴,而气流潜入其下,它便会立刻燃起烽火一般的烈焰。随后火焰如同流水般占据优势,自山巅流淌而下,倾泻至平原,并作为一团聚合的烈火奔向大海,形成如河口一般的奔流。至于那大火绕其流过的‘虔敬者之地’,在这里不妨且任人传扬,但我们当认为,对于行事虔敬之人而言,整个大地都是安全的居所,海洋也不仅对航海者,甚至对试图泅渡者而言都是坦途畅达的。” 因为他总是把论说收束于有益的训诫之上。
- 5.15ἐμὲ δέ, ὦ Μένιππε, καὶ μῦθον περὶ τῆς Αἰσώπου σοφίας ἐδιδάξατο ἡ μήτηρ κομιδῇ νήπιον, ὡς εἴη μέν ποτε ποιμὴν ὁ Αἴσωπος
动词 ἐδιδάξατο 接双宾格(ἐμέ“对我”与 μῦθον“神话”),κομιδῇ νήπιον 作 ἐμέ 的谓语性同位语(“当我尚为稚童之时”)。随后的 ὡς 引导 μῦθον 的具体内容,因叙述过去的传闻而统辖一系列间接引语斜格祈愿语气动词(εἴη, νέμοι, ἐρῴη 等)。
- 5.15ἔλαθεν ἑαυτὸν ἐκπεσὼν τοῦ Αἰσώπου
λανθάνω + 宾格反身代词(ἑαυτόν)+ 补充附合分词(ἐκπεσών)构成习惯用法,意为“在自己未曾察觉的情况下做某事”。ἐκπίπτω 搭配属格 τοῦ Αἰσώπου 表示“脱落、遗漏、忽略了伊索”。
- 5.16οὐκ ἂν φθάνοιμεν ἐπιφημίζοντες αὐτοῖς γίγαντας καὶ Ἡφαίστους
否定词 οὐκ + 带有 ἄν 的潜在祈愿语气 φθάνοιμεν + 补充附合分词 ἐπιφημίζοντες 构成固定句型,字面意思是“我们在做某事上无法领先”,转义为“我们将无法穷尽地去做某事”或“无论如何附会也应接不暇”。此处指火山极多,若一一附会神话人物则绝无终了之时。
