← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§5.14

伊索寓言胜于诗人神话的论辩

一行人抵达埃特纳火山附近的卡塔尼亚并就神话展开讨论;阿波罗尼奥斯与梅尼普斯辩论,阐述伊索寓言在启迪智慧、道德劝诫与追求真理方面远胜于诗人们的神话。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.14

πορευθέντες δὲ ἐπὶ Κατάνης, οὗ τὸ ὄρος ἡ Αἴτνη, Καταναίων μὲν ἀκοῦσαί φασιν ἡγουμένων τὸν Τυφῶ δεδέσθαι ἐκεῖ καὶ πῦρ ἐξ αὐτοῦ ἀνίστασθαι, ὃ τύφει τὴν Αἴτνην, αὐτοὶ δʼ ἐς πιθανωτέρους ἀφικέσθαι λόγους καὶ προσήκοντας τοῖς φιλοσοφοῦσιν. ἄρξαι δʼ αὐτῶν τὸν Ἀπολλώνιον ὧδε ἐρόμενον τοὺς ἑταίρους ἔστι τι μυθολογία; νὴ Δίʼ, εἶπεν ὁ Μένιππος ἥν γε οἱ ποιηταὶ ἐπαινοῦσι. τὸν δὲ δὴ Αἴσωπον τί ἡγῇ; μυθολόγον εἶπε καὶ λογοποιὸν πάντα. πότεροι δὲ σοφοὶ τῶν μύθων; οἱ τῶν ποιητῶν, εἶπεν ἐπειδὴ ὡς γεγονότες ᾅδονται. οἱ δὲ δὴ Αἰσώπου τί; βάτραχοι ἔφη καὶ ὄνοι καὶ λῆροι γραυσὶν οἷοι μασᾶσθαι1 καὶ παιδίοις. καὶ μὴν ἔφη ἐμοὶ ὁ Ἀπολλώνιος, ἐπιτηδειότεροι πρὸς σοφίαν οἱ τοῦ Αἰσώπου φαίνονται· οἱ μὲν γὰρ περὶ τοὺς ἥρωας, ὧν ποιητικὴ πᾶσα ἔχεται, καὶ διαφθείρουσι τοὺς ἀκροωμένους, ἐπειδὴ ἔρωτάς τε ἀτόπους οἱ ποιηταὶ ἑρμηνεύουσι καὶ ἀδελφῶν γάμους καὶ διαβολὰς ἐς θεοὺς καὶ βρώσεις παίδων καὶ πανουργίας ἀνελευθέρους καὶ δίκας, καὶ τὸ ὡς γεγονὸς αὐτῶν ἄγει καὶ τὸν ἐρῶντα καὶ τὸν ζηλοτυποῦντα καὶ τὸν ἐπιθυμοῦντα πλουτεῖν ἢ τυραννεύειν ἐφʼ ἅπερ οἱ μῦθοι, Αἴσωπος δὲ ὑπὸ σοφίας πρῶτον μὲν οὐκ ἐς τὸ κοινὸν τῶν ταῦτα ᾀδόντων ἑαυτὸν κατέστησεν, ἀλλʼ ἑαυτοῦ τινα ὁδὸν ἐτράπετο, εἶτα, ὥσπερ οἱ τοῖς εὐτελεστέροις βρώμασι καλῶς ἑστιῶντες, ἀπὸ σμικρῶν πραγμάτων διδάσκει μεγάλα, καὶ προθέμενος τὸν λόγον ἐπάγει αὐτῷ τὸ πρᾶττε ἢ μὴ πρᾶττε, εἶτα τοῦ φιλαλήθους μᾶλλον ἢ οἱ ποιηταὶ ἥψατο· οἱ μὲν γὰρ βιάζονται πιθανοὺς φαίνεσθαι τοὺς ἑαυτῶν λόγους, ὁ δʼ ἐπαγγέλλων λόγον, ὅς ἐστι ψευδής, πᾶς οἶδεν, ὅτι αὐτὸ τὸ μὴ περὶ ἀληθινῶν ἐρεῖν ἀληθεύει.2 καὶ ὁ μὲν ποιητὴς εἰπὼν τὸν ἑαυτοῦ λόγον καταλείπει τῷ ὑγιαίνοντι ἀκροατῇ βασανίζειν αὐτόν, εἰ ἐγένετο, ὁ δὲ εἰπὼν μὲν ψευδῆ λόγον, ἐπαγαγὼν δὲ νουθεσίαν, ὥσπερ ὁ Αἴσωπος, δείκνυσιν ὡς ἐς τὸ χρήσιμον τῆς ἀκροάσεως τῷ ψεύδει κέχρηται. χαρίεν δʼ αὐτοῦ τὸ καὶ τὰ ἄλογα ἡδίω ἐργάζεσθαι καὶ σπουδῆς ἄξια τοῖς ἀνθρώποις, ἐκ παίδων γὰρ τοῖς λόγοις τούτοις ξυγγενόμενοι καὶ ὑπʼ αὐτῶν ἐκνηπιωθέντες δόξας ἀναλαμβάνομεν περὶ ἑκάστου τῶν ζῴων, τὰ μὲν ὡς βασιλικὰ εἴη, τὰ δὲ ὡς εὐήθη, τὰ δὲ ὡς κομψά, τὰ δὲ ὡς ἀκέραια, καὶ ὁ μὲν ποιητὴς εἰπὼν "πολλαὶ μορφαὶ τῶν δαιμονίων "ἢ τοιοῦτό τι ἐπιχορεύσας ἀπῆλθεν, ὁ δὲ Αἴσωπος ἐπιχρησμῳδήσας τὸν ἑαυτοῦ λόγον καταλύει τὴν ξυνουσίαν ἐς ὃ προὔθετο.3

他们前往埃特纳火山所在的卡塔尼亚,据说听闻卡塔尼亚人认为堤丰被囚禁于该处,并从中喷出浓火,熏灼着埃特纳火山;但他们自己却转向了更为可信、且更适合哲学修行者的论说。据说阿波罗尼奥斯这样向同行者发问而开启了讨论: 阿波罗尼奥斯:“神话之说难道有什么价值吗?” 梅尼普斯:“凭宙斯起誓,自然有,至少诗人们所赞扬的那些是有的。” 阿波罗尼奥斯:“那你认为伊索是什么呢?” 梅尼普斯:“是神话作者,彻头彻尾的编故事者。” 阿波罗尼奥斯:“那么这两类神话中,哪一类是充满智慧的呢?” 梅尼普斯:“诗人们的那些,因为它们是被当作真有其事来歌唱的。” 阿波罗尼奥斯:“那伊索的又算什么呢?” 梅尼普斯:“是青蛙和驴子,以及适合老妇与孩童咀嚼的胡话。” 阿波罗尼奥斯:“然而在我看来,伊索的故事对于智慧反而显得更加适宜。因为全部诗艺所依托的关于英雄们的神话,甚至会败坏听众的心灵,因为诗人们阐释非理性的爱情、兄妹相婚、对诸神的诽谤、吞食子女、下劣的奸诈与诉讼纷争;而将这些事当作确曾发生过的事实来描绘,便会引导恋爱者、嫉妒者以及渴望财富或僭主之位的人,走向神话中所描绘的勾当。然而伊索出于智慧,首先并未将自己置于吟唱此类事物之人的平庸行列中,而是走了一条属于自己的道路;其次,正像那些用朴素食物摆出美好盛宴的人一样,他通过微小之事教导宏大之理,并在陈述故事之后附上‘做这个’或‘勿做这个’的诫勉。再者,他比诗人们更切近于热爱真理之心:诗人们极力使自己的故事显得真假莫辨、似乎可信,但他宣讲一个虚构的故事,人人都知晓他在绝不讲述真实事物这一点上恰恰是诚实的。诗人讲完自己的故事后,便听凭头脑清醒的听众去检验它是否属实;而像伊索那样讲述虚构故事却附加上劝诫的人,则表明他是为了聆听的益处才借用了虚构。此外,他的可爱之处还在于使没有理性的动物在人类眼中变得更为讨喜并值得认真对待;因为我们自幼接触这些故事并在它们的熏陶下脱离蒙昧,从而形成了对每种动物的看法,认为某些是王者之气,某些是憨厚愚钝,某些是机巧灵慧,某些是单纯无害。诗人念出‘神明的形貌多端’或随着这般辞句起舞之后便径自离去,而伊索则在为自己的故事宣示教谕之后,收束全篇谈话以达成他所预设的目标。”

语法注3 条
  1. 5.14οἷοι μασᾶσθαι

    关系代词 οἷος 后接不定词 μασᾶσθαι,构成表示适合性或结果的惯用结构(“足以让老妪和孩童咀嚼/唠叨的”)。主格复数阳性 οἷοι 与前面的名词 λῆροι 性数一致,与格名词短语 γραυσὶν ... καὶ παιδίοις 则表示动作的主体。

  2. 5.14αὐτὸ τὸ μὴ περὶ ἀληθινῶν ἐρεῖν ἀληθεύει

    冠词短语 αὐτὸ τὸ μὴ περὶ ἀληθινῶν ἐρεῖν(“其本身并不谈论真实事物这一事实”)的句法功能。该结构既可被视作动词 ἀληθεύει 的主语(即“这一事实本身是真实的”),但更优的解读是将前文分词 ὁ ἐπαγγέλλων(伊索)作为上下文的逻辑主语,并将冠词短语作限制格(关系宾格)理解,意为“他在绝不谈论真实事物这一点上本身是真诚的”,这更能凸显寓言坦承虚构从而胜于诗歌欺瞒的论题。

  3. 5.14καταλύει τὴν ξυνουσίαν ἐς ὃ προὔθετο

    宾语 τὴν ξυνουσίαν 意为“集会/对话”。介词短语 ἐς ὃ προὔθετο(“朝着他所设定的目标”)修饰动词 καταλύει(“结束、收束”),指明其收束谈话的归宿,与戏剧诗人仅凭程式化歌词匆匆退场形成鲜明对比,突出了伊索紧扣预设道德目的而圆满结篇的特点。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:5.14