← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§4.45-4.47

使少女复生、与穆索尼乌斯通信及西行

阿波罗尼奥斯在罗马使一名看似死去的执政官家族少女复生,并将谢礼作为嫁妆留给她。随后他与狱中的哲学家穆索尼乌斯通信互勉,并在尼禄驱逐哲学家后启程前往极西之地的加代拉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.45

κἀκεῖνο Ἀπολλωνίου θαῦμα· κόρη ἐν ὥρᾳ γάμου τεθνάναι ἐδόκει καὶ ὁ νυμφίος ἠκολούθει τῇ κλίνῃ βοῶν ὁπόσα ἐπʼ ἀτελεῖ γάμῳ, ξυνωλοφύρετο δὲ καὶ ἡ Ῥώμη, καὶ γὰρ ἐτύγχανεν οἰκίας ἡ κόρη τελούσης ἐς ὑπάτους. παρατυχὼν οὖν ὁ Ἀπολλώνιος τῷ πάθει κατάθεσθε ἔφη τὴν κλίνην, ἐγὼ γὰρ ὑμᾶς τῶν ἐπὶ τῇ κόρῃ δακρύων παύσω. καὶ ἅμα ἤρετο, ὅ τι ὄνομα αὐτῇ εἴη. οἱ μὲν δὴ πολλοὶ ᾤοντο λόγον ἀγορεύσειν αὐτόν, οἷοι τῶν λόγων οἱ ἐπικήδειοί τε καὶ τὰς ὀλοφύρσεις ἐγείροντες, ὁ δὲ οὐδὲν ἀλλʼ ἢ1 προσαψάμενος αὐτῆς καί τι ἀφανῶς ἐπειπὼν ἀφύπνισε τὴν κόρην τοῦ δοκοῦντος θανάτου, καὶ φωνήν τε ἡ παῖς ἀφῆκεν ἐπανῆλθέ τε ἐς τὴν οἰκίαν τοῦ πατρός, ὥσπερ ἡ Ἄλκηστις ὑπὸ τοῦ Ἡρακλέους ἀναβιωθεῖσα. δωρουμένων δὲ αὐτῷ τῶν ξυγγενῶν τῆς κόρης μυριάδας δεκαπέντε φερνὴν ἔφη ἐπιδιδόναι αὐτὰς τῇ παιδί. καὶ εἴτε σπινθῆρα τῆς ψυχῆς εὗρεν ἐν αὐτῇ, ὃς ἐλελήθει τοὺς θεραπεύοντας — λέγεται γάρ, ὡς ψεκάζοι μὲν ὁ Ζεύς, ἡ δὲ ἀτμίζοι ἀπὸ τοῦ προσώπου2 — εἴτʼ ἀπεσβηκυῖαν τὴν ψυχὴν ἀνέθαλψέ τε καὶ ἀνέλαβεν, ἄρρητος ἡ κατάληψις τούτου γέγονεν οὐκ ἐμοὶ μόνῳ, ἀλλὰ καὶ τοῖς παρατυχοῦσιν.

这也是阿波罗尼奥斯行的一桩奇事:一名少女在适婚之期看似已经死去,新郎跟在棺架后面,哭喊着一切悼念未竟婚事的话语,全罗马也一同哀悼,因为这少女恰好出身于出过执政官的名门望族。于是当阿波罗尼奥斯碰上这一悲剧时,“放下棺架,”他说,“因为我将止住你们为这少女所流的泪水。” 与此同时,他询问少女叫什么名字。众人以为他要发表演说,像那种悼亡并激起哀思的演辞,但他除了触碰她并暗暗对她低语了几句之外什么也没做,便将少女从看似的死亡中唤醒了。那姑娘发出声音,回到了她父亲的家中,宛如被赫拉克勒斯复活的阿尔刻提斯。当少女的亲属赠予他十五万银钱时,他说他将这些钱赠给少女作为嫁妆。至于他是在她体内发现了一星被照料她的人所忽视的灵魂余烬——因为据说当时宙斯正降下细雨,而有水气从她的脸上蒸腾而起——还是他重新温暖并召回了已经熄灭的灵魂,对此事的确切认识不仅对我,而且对在场之人而言,皆成了无法言传的奥秘。

§4.46

ἐτύγχανε δὲ περὶ τὸν χρόνον τοῦτον καὶ Μουσώνιος κατειλημμένος ἐν τοῖς δεσμωτηρίοις τοῦ Νέρωνος, ὅν φασι τελεώτατα ἀνθρώπων φιλοσοφῆσαι, καὶ φανερῶς μὲν οὐ διελέγοντο ἀλλήλοις παραιτησαμένου τοῦ Μουσωνίου τοῦτο, ὡς μὴ ἄμφω κινδυνεύσειαν, ἐπιστολιμαίους δὲ τὰς ξυνουσίας ἐποιοῦντο φοιτῶντος ἐς τὸ δεσμωτήριον τοῦ Μενίππου καὶ τοῦ Δάμιδος. τὰς δὲ οὐχ ὑπὲρ μεγάλων ἐπιστολὰς ἐάσαντες τὰς ἀναγκαίας παραθησόμεθα κἀξ ὧν ὑπάρχει κατιδεῖν τι μέγα. Ἀπολλώνιος Μουσωνίῳ φιλοσόφῳ χαίρειν. βούλομαι παρὰ σὲ ἀφικόμενος κοινωνῆσαί σοι λόγου καὶ στέγης, ὥς τι ὀνήσαιμί σε. εἴ γε μὴ ἀπιστεῖς, ὡς Ἡρακλῆς ποτε Θησέα ἐξ Ἅιδου ἔλυσε. γράφε, τί βούλει. ἔρρωσο. Μουσώνιος Ἀπολλωνίῳ φιλοσόφῳ χαίρειν. ὧν μὲν ἐνενοήθης, ἀποκείσεταί σοι ἔπαινος, ἀνὴρ δὲ ὁ ὑπομείνας ἀπολογίαν καὶ ὡς οὐδὲν ἀδικεῖ δείξας ἑαυτόν.3 ἔρρωσο. Ἀπολλώνιος Μουσωνίῳ φιλοσόφῳ χαίρειν. Σωκράτης ʽὁ̓ Ἀθηναῖος ὑπὸ τῶν ἑαυτοῦ φίλων λυθῆναι μὴ βουληθεὶς παρῆλθε μὲν ἐς δικαστήριον, ἀπέθανε δέ. ἔρρωσο. Μουσώνιος Ἀπολλωνίῳ φιλοσόφῳ χαίρειν.

就在这期间,据说在所有人中对哲学探讨得最为纯熟完备的穆索尼乌斯恰好被囚禁在尼禄的狱中。两人并未公开交谈,因为穆索尼乌斯婉拒了这样做,以免双方都陷入危险,而是由梅尼普斯和达米斯往来于监狱之间,借由书信维持交往。舍弃那些非关重大的书信,我们将呈上那些必要且能从中窥见重大事理的信件。 “阿波罗尼奥斯致哲学家穆索尼乌斯,问候。我愿来到你身旁,与你同话同处,以便对你有所助益,倘若你不怀疑当年赫拉克勒斯曾将忒修斯从哈得斯救出的话。写信告知你意愿如何。愿你康健。” “穆索尼乌斯致哲学家阿波罗尼奥斯,问候。对于你的心意,赞誉必为你保留;但真正的男子汉乃是经受辩护审讯并表明自己未行任何不义之人。愿你康健。” “阿波罗尼奥斯致哲学家穆索尼乌斯,问候。雅典人苏格拉底不愿由自己的朋友搭救,走上了法庭,最终死去了。愿你康健。” “穆索尼乌斯致哲学家阿波罗尼奥斯,问候。

§4.47

Σωκράτης ἀπέθανεν, ἐπεὶ μὴ παρεσκεύασεν ἐς ἀπολογίαν ἑαυτόν, ἐγὼ δὲ ἀπολογήσομαι. ἔρρωσο. ἐξελαύνοντος δὲ ἐς τὴν Ἑλλάδα τοῦ Νέρωνος καὶ προκηρύξαντος δημοσίᾳ μηδένα ἐμφιλοσοφεῖν τῇ Ῥώμῃ τρέπεται ὁ Ἀπολλώνιος ἐπὶ τὰ ἑσπέρια τῆς γῆς, ἅ φασιν ὁρίζεσθαι ταῖς Στήλαις, τὰς ἀμπώτεις τοῦ Ὠκεανοῦ ἐποψόμενος καὶ τὰ Γάδειρα. καὶ γάρ τι καὶ περὶ φιλοσοφίας τῶν ἐκείνῃ ἀνθρώπων ἤκουεν, ὡς ἐς πολὺ τοῦ θείου προηκόντων, ἠκολούθησαν δὲ αὐτῷ οἱ γνώριμοι πάντες ἐπαινοῦντες καὶ τὴν ἀποδημίαν καὶ τὸν ἄνδρα.

苏格拉底之所以死去,是因为他未曾准备好为自己辩护;但我将为自己辩护。愿你康健。” 当尼禄启程前往希腊并公开下令任何人不得在罗马研修哲学时,阿波罗尼奥斯转向了传说以赫拉克勒斯之柱为界的大地极西之地,前去探看大洋的潮汐与加代拉。因为他也听说当地人的哲学在通达神性方面走得很远,他所有的门人皆追随于他,称赞这趟远行,也称赞他本人。

语法注3 条
  1. 4.45οὐδὲν ἀλλʼ ἢ

    短语 οὐδὲν ἄλλο ἤ 的紧缩惯用表达,意为“除……之外什么也没有”“仅仅”。在此与分词 προσαψάμενος(触碰)及 ἐπειπών(低语)搭配,修饰主要动词 ἀφύπνισε(唤醒),表示“他仅仅通过触碰并暗自低语就将她唤醒”。

  2. 4.45λέγεται γάρ, ὡς ψεκάζοι μὲν ὁ Ζεύς, ἡ δὲ ἀτμίζοι ἀπὸ τοῦ προσώπου

    由 λέγεται(据说)引导的 ὡς 从句中的动词 ψεκάζοι 和 ἀτμίζοι 为间接引语希求式(optativus obliquus),用于转述目击者口中所描述的过去情景(“据说当时宙斯在降细雨,而有水气从她的面部蒸腾”)。

  3. 4.46ἀνὴρ δὲ ὁ ὑπομείνας ἀπολογίαν καὶ ὡς οὐδὲν ἀδικεῖ δείξας ἑαυτόν

    系动词(ἐστίν)省略的名词性句。无冠词的表语名词 ἀνήρ 置于句首,带有强调性质特征的意味(“真正的男子汉”),而带冠词的分词短语 ὁ ὑπομείνας... καὶ ...δείξας 作主语,整句意为“经受辩护审讯并证明自己清白无辜之人才是真正的男子汉”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:4.45-4.47