← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§4.8-4.10

士麦那的和睦论与以弗所的瘟神驱逐

阿波罗尼奥斯以水手协作操船为喻,向士麦那人阐明以美德良性竞争达致城邦和睦的道理;随后他瞬间前往遭受瘟疫的以弗所,识破化作乞丐的邪魔并命众人将其乱石砸毙。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.8

καὶ μὴν καὶ περὶ τοῦ πῶς ἂν πόλεις ἀσφαλῶς οἰκοῖντο ξυνεφιλοσόφει τοῖς Σμυρναίοις, διαφερομένους ὁρῶν ἀλλήλοις καὶ μὴ ξυγκειμένους τὰς γνώμας· ἔλεγε γὰρ δὴ τὴν ὀρθῶς οἰκησομένην πόλιν ὁμονοίας στασιαζούσης1 δεῖσθαι, τούτου δὲ ἀπιθάνως τε καὶ οὐκ ἐς τὸ ἀκόλουθον εἰρῆσθαι δόξαντος, ξυνεὶς ὁ Ἀπολλώνιος, ὅτι μὴ ἕπονται οἱ πολλοὶ τῷ λόγῳ λευκὸν μὲν ἔφη καὶ μέλαν οὐκ ἄν ποτε ταὐτὸν γένοιτο, οὐδʼ ἂν τῷ γλυκεῖ τὸ πικρὸν ὑγιῶς ξυγκραθείη, ὁμόνοια δὲ στασιάσει σωτηρίας ἕνεκα τῶν πόλεων. ὃ δὲ λέγω, τοιοῦτον ἡγώμεθα· στάσις ἡ μὲν ἐπὶ ξίφη καὶ τὸ καταλιθοῦν ἀλλήλους ἄγουσα ἀπέστω πόλεως, ᾗ παιδοτροφίας τε δεῖ καὶ νόμων καὶ ἀνδρῶν, ἐφʼ οἷς λόγοι καὶ ἔργα, φιλοτιμία δὲ ἡ πρὸς ἀλλήλους ὑπὲρ τοῦ κοινοῦ καὶ πῶς ἂν ὁ μὲν γνώμης εἴποι βελτίω γνώμην, ὁ δʼ ἑτέρου ἄμεινον ἀρχῆς προσταίη, ὁ δὲ πρεσβεύσειεν, ὁ δʼ ἐξοικοδομήσαιτο λαμπρότερον τῆς ἑτέρου ἐπιστατείας, ἔρις, οἶμαι, αὕτη ἀγαθὴ καὶ στάσις πρὸς ἀλλήλους ὑπὲρ τοῦ κοινοῦ. τὸ δʼ ἄλλον ἄλλο ἐπιτηδεύοντας ἐς τὸ τῆς πόλεως ὄφελος ξυμφέρειν Λακεδαιμονίοις μὲν εὔηθες ἐδόκει πάλαι, τὰ γὰρ πολεμικὰ ἐξεπονεῖτό ʽσφισἰ καὶ ἐς τοῦτο ἔρρωντο πάντες καὶ τούτου μόνου ἥπτοντο, ἐμοὶ δʼ ἄριστον δοκεῖ τὸ πράττειν ἕκαστον, ὅ τι οἶδε καὶ ὅ τι δύναται. εἰ γὰρ ὁ μὲν ἀπὸ δημαγωγίας θαυμασθήσεται, ὁ δὲ ἀπὸ σοφίας, ὁ δὲ ἀπὸ τοῦ ἐς τὸ κοινὸν πλουτεῖν, ὁ δὲ ἀπὸ τοῦ χρηστὸς εἶναι, ὁ δὲ ἀπὸ τοῦ ἐμβριθὴς καὶ μὴ ξυγγνώμων τοῖς ἁμαρτάνουσιν, ὁ δὲ ἀπὸ τοῦ μὴ διαβεβλῆσθαι τὰς χεῖρας, εὖ κείσεται ἡ πόλις, μᾶλλον δὲ ἑστήξει.

此外,看到士麦那人彼此不和、意见分歧,阿波罗尼奥斯便就城邦如何得以安全居住与他们展开哲学讨论。因为他说,一个治理得当的城邦需要“相互竞逐的同心”;由于这话听来显得悖理而不连贯,阿波罗尼奥斯察觉大众无法理解他的论点,便说道:“白与黑决不能融为一体,苦与甜也不能健康地调和;然而为了城邦的保全,同心之中当有争竞。我所说的话,且当作如此理解:那导致拔刀相向和彼此石掷的党争,应当远离一个需要抚育后代、仰赖法律、依靠能言善行之人的城邦;但为了公利而彼此竞争——如何能提出比别人更好的建言,如何能比别人更出色地执掌官职,如何能出使外邦,或者如何能比别人的督造更宏伟地营建工程——在我看来,这才是为了公益而彼此展开的良性竞争与良性纷争。昔日拉刻代蒙人认为,人人各操异业来增进城邦福祉是愚蠢的,因为他们只专注于战事,人人都为此竭尽全力,且只从事这一件事;但在我看来,各人尽其所知、施其所能,才是至善之道。因为若有一人因引导民众而受景仰,另一人因智慧,另一人因出资济公,另一人因道德纯良,另一人因威严且对过犯者不事姑息,又有一人因双手未蒙受贿玷污而受称道,城邦必将安泰,更将坚如磐石。”

§4.9

καὶ ἅμα διιὼν ταῦτα ναῦν εἶδε τῶν τριαρμένων ἐκπλέουσαν καὶ τοὺς ναύτας ἄλλον ἄλλως ἐς τὸ ἀνάγεσθαι αὐτὴν πράττοντας. ἐπιστρέφων οὖν τοὺς παρόντας ὁρᾶτε εἶπε τὸν τῆς νεὼς δῆμον, ὡς οἱ μὲν τὰς ἐφολκίδας ἐμβεβήκασιν ἐρετικοὶ ὄντες, οἱ δʼ ἀγκύρας ἀνιμῶσί τε καὶ ἀναρτῶσιν, οἱ δὲ ὑπέχουσι τὰ ἱστία τῷ ἀνέμῳ, οἱ δὲ ἐκ πρύμνης τε καὶ πρῴρας προορῶσιν; εἰ δὲ ἓν τούτων εἷς ἐλλείψει τι τῶν ἑαυτοῦ ἔργων2 ἢ ἀμαθῶς τῆς ναυτικῆς ἅψεται, πονήρως πλευσοῦνται καὶ ὁ χειμὼν αὐτοὶ δόξουσιν· εἰ δὲ φιλοτιμήσονται πρὸς ἑαυτοὺς καὶ στασιάσουσι μὴ κακίων ἕτερος ἑτέρου δόξαι, καλοὶ μὲν ὅρμοι τῇ νηὶ ταύτῃ, μεστὰ δὲ εὐδίας τε καὶ εὐπλοίας πάντα, Ποσειδῶν δὲ Ἀσφάλειος ἡ περὶ αὐτοῖς εὐβουλία δόξει.

在阐述这些道理时,他看见一艘装配有三桅的船只正启航出港,水手们各司其职,协力促使船只起航。于是他引起在场众人的注意,说道:“你们看这艘船上的众民,作为桨手的人登上拖艇,另一些人起锚悬系,另一些人扬帆迎风,还有些人从船尾和船首向前方瞭望。倘若他们当中有一人懈怠于自身职责的哪怕一处,或是粗疏拙劣地操持航海术,航行便会陷入灾难,他们自己就会恍如风暴之源。然而,若他们彼此争胜,互相较量而不愿显得逊于他人,此船便将迎来良港,四处充满晴和与顺风,他们自身的深思审慎便会被视作庇佑航运的波塞冬神。”

§4.10

τοιούτοις μὲν δὴ λόγοις ξυνεῖχε τὴν Σμύρναν, ἐπεὶ δὲ ἡ νόσος τοῖς Ἐφεσίοις ἐνέπεσε καὶ οὐδὲν ἦν πρὸς αὐτὴν αὔταρκες, ἐπρεσβεύοντο παρὰ τὸν Ἀπολλώνιον, ἰατρὸν ποιούμενοι αὐτὸν τοῦ πάθους, ὁ δὲ οὐκ ᾤετο δεῖν ἀναβάλλεσθαι τὴν ὁδόν, ἀλλʼ εἰπὼν ἴωμεν ἦν ἐν Ἐφέσῳ, τοῦ Πυθαγόρου, οἶμαι, ἐκεῖνο πράττων τὸ ἐν Θουρίοις ὁμοῦ καὶ Μεταποντίοις εἶναι. ξυναγαγὼν οὖν τοὺς Ἐφεσίους θαρσεῖτε, ἔφη τήμερον γὰρ παύσω τὴν νόσον, καὶ εἰπὼν ἦγεν ἡλικίαν πᾶσαν ἐπὶ τὸ θέατρον, οὗ τὸ τοῦ Ἀποτροπαίου ἵδρυται. πτωχεύειν δέ τις ἐνταῦθα ἐδόκει γέρων ἐπιμύων τοὺς ὀφθαλμοὺς τέχνῃ, καὶ πήραν ἔφερε καὶ ἄρτου ἐν αὐτῇ τρύφος, ῥάκεσί τε ἠμφίεστο καὶ αὐχμηρῶς εἶχε τοῦ προσώπου.3 περιστήσας οὖν τοὺς Ἐφεσίους αὐτῷ βάλλετε τὸν θεοῖς ἐχθρὸν εἶπε ξυλλεξάμενοι τῶν λίθων ὡς πλείστους. θαυμαζόντων δὲ τῶν Ἐφεσίων, ὅ τι λέγοι, καὶ δεινὸν ἡγουμένων, εἰ ξένον ἀποκτενοῦσιν ἀθλίως οὕτω πράττοντα, καὶ γὰρ ἱκέτευε καὶ πολλὰ ἐπὶ ἐλέῳ ἔλεγεν, ἐνέκειτο παρακελευόμενος τοῖς Ἐφεσίοις ἐρείδειν τε καὶ μὴ ἀνιέναι. ὡς δὲ ἀκροβολισμῷ τινες ἐπʼ αὐτῷ ἐχρήσαντο καὶ ʽὁ̓ καταμύειν δοκῶν ἀνέβλεψεν ἀθρόον πυρός τε μεστοὺς τοὺς ὀφθαλμοὺς ἔδειξε, ξυνῆκαν οἱ Ἐφέσιοι τοῦ δαίμονος καὶ κατελίθωσαν οὕτως αὐτόν, ὡς κολωνὸν λίθων περὶ αὐτὸν χώσασθαι. διαλιπὼν δὲ ὀλίγον ἐκέλευσεν ἀφελεῖν τοὺς λίθους, καὶ τὸ θηρίον, ὃ ἀπεκτόνασι, γνῶναι. γυμνωθέντος οὖν τοῦ βεβλῆσθαι δοκοῦντος ὁ μὲν ἠφάνιστο, κύων δὲ τὸ μὲν εἶδος ὅμοιος τῷ ἐκ Μολοττῶν, μέγεθος δὲ κατὰ τὸν μέγιστον λέοντα ξυντετριμμένος ὤφθη ὑπὸ τῶν λίθων καὶ παραπτύων ἀφρόν, ὥσπερ οἱ λυττῶντες. τὸ μὲν δὴ τοῦ Ἀποτροπαίου ἕδος, ἔστι δὲ Ἡρακλῆς, ἵδρυται περὶ τὸ χωρίον, ἐν ᾧ τὸ φάσμα ἐβλήθη.

他就用这番言论维系了士麦那的安定。然而,当瘟疫侵袭以弗所人、任何手段都无法自救时,他们派遣使节前往阿波罗尼奥斯处,奉他为这场灾患的良医。他认为不可拖延行程,只说了一声“我们走吧”,便已身在以弗所——我想,他这是再现了毕达哥拉斯同时身在苏里伊和梅塔庞提翁的那件奇迹。于是他召集以弗所人,说道:“放心吧,今日我必止息这瘟疫。” 说完,他带领男女老幼来到剧场,那里矗立着驱邪庇佑神的圣像。只见那里有一位老人似乎在乞讨,狡黠地紧闭双眼,携带着一只装有一块面包残屑的布袋,衣衫褴褛,面容污秽干瘪。阿波罗尼奥斯让以弗所人将他团团围住,说道:“尽可能多地收集石块,砸死这个神明的仇敌!” 以弗所人惊诧于他的言辞,认为杀死一个境况如此凄惨的异邦人实在残忍,因为那老人确实在哀求,说了许多乞怜的话语;然而阿波罗尼奥斯执意催逼,督促以弗所人重重投石、不可松懈。当几个人开始试探性地向他投掷,那原本似闭着双眼的人突然抬起头来,露出一双喷射烈火的眼睛,以弗所人这才认出了这个邪魔,于是以万石齐掷,直将石堆如山丘般隆起将他覆没。稍歇片刻后,他命众人移开石块,看清他们所击杀的这只凶兽。当那看似被击中者的掩盖物被清理开来时,那人已消失得无影无踪,取而代之的是一只体貌如莫洛索斯犬、形体壮如巨狮的狗被碎石砸烂,正像狂犬病发作的疯犬一样吐出泡沫。因此,那位驱邪之神——也就是赫拉克勒斯——的圣座,正建在这一幻怪被诛杀之地的四周。

语法注3 条
  1. 4.8ὁμονοίας στασιαζούσης

    将名词 ὁμόνοια(同心、和睦)与现在分词 στασιάζουσα(纷争、搞党争)结合而成的修辞性矛盾修辞法(oxymoron)。阿波罗尼奥斯随即以“白与黑”“甜与苦”的比喻解释这一佯谬,指出它并非指破坏性的党争,而是为城邦公益展开的美德与建言的良性竞争(φιλοτιμία)。

  2. 4.9εἰ δὲ ἓν τούτων εἷς ἐλλείψει τι τῶν ἑαυτοῦ ἔργων

    句中主语为 εἷς([其中的]一人),而 ἓν ... τι τῶν ἑαυτοῦ ἔργων 作为宾语,意为“自身职责中的任何一项”,τούτων 指代上文列举的水手分工。主语 εἷς 与宾语 ἓν 紧邻并置,凸显出即使单个人在单一职责上的懈怠也会引发整体危机。

  3. 4.10αὐχμηρῶς εἶχε τοῦ προσώπου

    由副词 αὐχμηρῶς(邋遢地、污秽地)与 εἶχε(ἔχω 搭配副词表示处于某种状态)组合,其后接表示限制或相关范围的属格 τοῦ προσώπου(在容貌/脸面上)。这是古典希腊语中表示身体某一部位状态的典型属格用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:4.8-4.10