- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:4.4-4.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼奥斯在以弗所预见到瘟疫降临却遭人忽视,遂离开巡历伊奥尼亚来到士麦那。他斥责当地人使用罗马化名字的陋习,献祭祈求免遭地震海啸之灾,并劝谕市民当以杰出的贤士而非宏伟的建筑为城邦真正的骄傲。
Λοιμοῦ1 δὲ ὑφέρποντος τὴν Ἔφεσον καὶ οὔπω ἀνοιδούσης τῆς νόσου ξυνῆκε μὲν ὁ Ἀπολλώνιος τῆς προσβολῆς, ξυνεὶς δὲ προὔλεγε πολλαχοῦ τε τῶν διαλέξεων ὦ γῆ, μένε ὁμοία, καὶ τοιαῦτα ἐπεφθέγγετο ξὺν ἀπειλῇ· τούσδε σῶζε καὶ οὐ παρελεύσῃ ἐνταῦθα. οἱ δʼ οὐ προσεῖχον καὶ τερατολογίαν τὰ τοιαῦτα ᾤοντο τοσῷδε μᾶλλον, ὅσῳ καὶ ἐς πάντα τὰ ἱερὰ φοιτῶν ἀποτρέπειν αὐτὸ ἐδόκει καὶ ἀπεύχεσθαι. ἐπεὶ δὲ ἀνοήτως εἶχον τοῦ πάθους,2 ἐκείνοις μὲν οὐδὲν ᾤετο δεῖν ἐπαρκεῖν ἔτι, τὴν δὲ ἄλλην Ἰωνίαν περιῄει διορθούμενος τὰ παρʼ ἑκάστοις καὶ διαλεγόμενος ἀεί τι σωτήριον τοῖς παροῦσιν.
当瘟疫正悄然潜入以弗所、病势尚未彻底爆发时,阿波罗尼奥斯便察觉到了这场侵袭;既已察觉,他便在多次谈话中预先告诫道:“大地啊,请保持常态!”并带着威吓的口吻发出此类呼声:“救救这些人!”以及“你休想进入这里!”然而众人并不放在心上,反倒越发认为这些话是荒诞不经的怪力乱神之谈,因为他们见他频繁出入所有圣殿,似乎在设法禳解和祓除灾祸。由于他们对这灾难麻木不仁,他便认为没有必要再留下来施予援手,转而去巡视伊奥尼亚的其他地方,纠正各地的陋俗,并始终向在场之人宣讲有益的救世之道。
Ἀφικνουμένῳ δὲ αὐτῷ ἐς τὴν Σμύρναν προσαπήντων μὲν οἱ Ἴωνες, καὶ γὰρ ἔτυχον Πανιώνια θύοντες, ἀναγνοὺς δὲ καὶ ψήφισμα Ἰωνικόν, ἐν ᾧ ἐδέοντο αὐτοῦ κοινωνῆσαί σφισι τοῦ ξυλλόγου, καὶ ὀνόματι προστυχὼν ἥκιστα Ἰωνικῷ, Λούκουλλος γάρ τις ἐπεγέγραπτο τῇ γνώμῃ, πέμπει ἐπιστολὴν ἐς τὸ κοινὸν αὐτῶν ἐπίπληξιν ποιούμενος περὶ τοῦ βαρβαρισμοῦ τούτου· καὶ γὰρ δὴ καὶ Φαβρίκιον καὶ τοιούτους ἑτέρους ἐν τοῖς ἐψηφισμένοις εὗρεν. ὡς μὲν οὖν ἐρρωμένως ἐπέπληξε, δηλοῖ ἡ περὶ τούτου ἐπιστολή.
当他抵达士麦那时,伊奥尼亚人前来迎接,因为他们正逢举行泛伊奥尼亚大会的祭礼;但当他读到一份伊奥尼亚人的决议,其中恳请他出席他们的集会,并在决议署名中碰见了一个极不具伊奥尼亚色彩的名字——一位名叫卢库鲁斯的人签署了这项动议——他便向他们的联邦议会寄去一封信,就这种野蛮化倾向予以谴责;因为他居然在决议案中还发现了法布里基乌斯以及其他诸如此类的名字。他在信中斥责得何等严厉,从专门论及此事的信函中便可见一斑。
παρελθὼν δὲ ἐπʼ ἄλλης ἡμέρας ἐς τοὺς Ἴωνας, τίς ἔφη ὁ κρατὴρ οὗτος; οἱ δὲ ἔφασαν Πανιώνιος. ἀρυσάμενος οὖν καὶ σπείσας, ὦ θεοί, εἶπεν Ἰώνων ἡγεμόνες, δοίητε τῇ καλῇ ἀποικίᾳ ταύτῃ θαλάττῃ ἀσφαλεῖ χρῆσθαι καὶ μηδὲν τῇ γῇ κακὸν ἐξ αὐτῆς προσκωμάσαι, μηδʼ Αἰγαίωνα σεισίχθονα τινάξαι ποτὲ τὰς πόλεις. τοιαῦτα ἐπεθείαζε προορῶν, οἶμαι, τὰ χρόνοις ὕστερον περί τε Σμύρναν περί τε Μίλητον περί τε Χίον καὶ Σάμον καὶ πολλὰς τῶν Ἰάδων ξυμβάντα.
另一天,他来到伊奥尼亚人中间,问道:“这个调酒缸是什么?”众人回答:“这是泛伊奥尼亚的调酒缸。”于是他舀酒行了奠祭,说道:“伊奥尼亚人的庇佑诸神啊,赐予这美丽的殖民城邦能够享有安全的海疆,不使任何灾祸从海上席卷陆地,也祈愿那撼地神埃该翁永不震动这些城邦。”他作此神圣祷告,据我推想,是因为他预见到了多年之后在士麦那、米利都、希俄斯、萨摩斯以及许多伊奥尼亚城镇所发生的灾难。
σπουδῇ δὲ ὁρῶν τοὺς Σμυρναίους ἁπάντων ἁπτομένους λόγων ἐπερρώννυε καὶ σπουδαιοτέρους ἐποίει, φρονεῖν τε ἐκέλευεν ἐφʼ ἑαυτοῖς μᾶλλον ἢ τῷ τῆς πόλεως εἴδει, καὶ γάρ, εἰ καὶ καλλίστη πόλεων,3 ὁπόσαι ὑπὸ ἡλίῳ εἰσί, καὶ τὸ πέλαγος οἰκειοῦται, ζεφύρου τε πηγὰς ἔχει, ἀλλʼ ἀνδράσιν ἐστεφανῶσθαι αὐτὴν ἥδιον ἢ στοαῖς τε καὶ γραφαῖς καὶ χρυσῷ πλείονι τοῦ ὄντος. τὰ μὲν γὰρ οἰκοδομήματα ἐπὶ ταὐτοῦ μένειν οὐδαμοῦ ὁρώμενα πλὴν ἐκείνου τοῦ μέρους τῆς γῆς, ἐν ᾧ ἐστιν, ἄνδρας δὲ ἀγαθοὺς πανταχοῦ μὲν ὁρᾶσθαι, πανταχοῦ δὲ φθέγγεσθαι, τὴν δὲ πόλιν, ἧς γεγόνασιν, ἀποφαίνειν τοσαύτην, ὅσοι περ αὐτοὶ γῆν ἐπελθεῖν δύνανται. ἔλεγε δὲ τὰς μὲν πόλεις τὰς οὕτω καλὰς ἐοικέναι τῷ τοῦ Διὸς ἀγάλματι, ὃς ἐν Ὀλυμπίᾳ τῷ Φειδίᾳ ἐκπεποίηται, καθῆσθαι γὰρ αὐτὸ — οὕτως τῷ δημιουργῷ ἔδοξε — τοὺς δὲ ἄνδρας ἐπὶ πάντα ἥκοντας μηδὲν ἀπεοικέναι τοῦ Ὁμηρείου Διός, ὃς ἐν πολλαῖς ἰδέαις Ὁμήρῳ πεποίηται θαυμασιώτερον ξυγκείμενος τοῦ ἐλεφαντίνου·4 τὸν μὲν γὰρ ἐν γῇ φαίνεσθαι, τὸν δὲ ἐς πάντα ἐν τῷ οὐρανῷ ὑπονοεῖσθαι.
他看到士麦那人热切地探讨各类学问论辩,便予以鼓舞,使他们更加精进严谨,并嘱咐他们应当以自身为荣,而非依托于城邦的外表;因为即便它在普天之下的所有城邦中最为秀丽,坐拥大海,又得享西风之源,然而以贤士为冠冕,终究比以柱廊、图画以及超出现有的黄金为饰更为可喜。因为建筑物只能固定在同一处,除了其所坐落的地上那块方寸之地外,在别处根本见不到;而优秀的贤士却能在各处显耀,在四海发声,并将孕育他们的城邦彰显为如他们足迹所能踏遍的大地一般浩瀚广阔。他说道,如此美丽的城邦宛如菲迪亚斯在奥林匹亚所雕造的宙斯神像——因为它安然端坐,这乃是雕塑大师的心意——但那些涉足全领域的才俊则全然无异于荷马笔下的宙斯:荷马赋予他千变万化的形态,其构筑远比那尊象牙神像更为令人叹服;因为前者仅显现于地面,而后者却被构想为贯通于整个天界之中。
- 4.4Λοιμοῦ
“Λοιμοῦ δὲ ὑφέρποντος”为属格独立结构,意为“当瘟疫(λοιμός)悄然侵入以弗所之时”。后文的“τῆς νόσου”指同一场瘟疫。
- 4.4ἀνοήτως εἶχον τοῦ πάθους
“ἔχω + 副词 + 属格”句式,表示对某事持有某种状态或态度,属格“τοῦ πάθους”为关涉属格,意即“他们对这一灾难显得愚钝无知/麻木不仁”。
- 4.7καὶ γάρ, εἰ καὶ καλλίστη πόλεων
由“εἰ καὶ...”引导的让步从句(“即使……”)与主句中的“ἀλλά”(“ἀλλʼ ἀνδράσιν... ἥδιον”)形成呼应(归结性 ἀλλά),用于在让步之后强力引出主句的断言。
- 4.7θαυμασιώτερον ξυγκείμενος τοῦ ἐλεφαντίνου
“τοῦ ἐλεφαντίνου”为比较属格,指代前文提到的奥林匹亚由金象牙构筑的宙斯神像。“θαυμασιώτερον”作副词性中性单数修饰分词“ξυγκείμενος”,意为“比那象牙神像以更令人惊叹的方式构筑而成”。
