← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§4.11-4.12

阿喀琉斯冢丘过夜与放逐安提斯泰尼

阿波罗尼奥斯经由贝尔加蒙前往特洛伊,不顾随从们的劝阻独自在阿喀琉斯冢丘过夜;次日清晨他宣告,阿喀琉斯因其追随者安提斯泰尼出身特洛伊王族,而严令禁止他与此人结伴同行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.11

καθήρας δὲ τοὺς Ἐφεσίους τῆς νόσου καὶ τῶν κατὰ τὴν Ἰωνίαν ἱκανῶς ἔχων1 ἐς τὴν Ἑλλάδα ὥρμητο. βαδίσας οὖν ἐς τὸ Πέργαμον καὶ ἡσθεὶς τῷ τοῦ Ἀσκληπιοῦ ἱερῷ τοῖς τε ἱκετεύουσι τὸν θεὸν ὑποθέμενος, ὁπόσα δρῶντες εὐξυμβόλων ὀνειράτων τεύξονται, πολλοὺς δὲ καὶ ἰασάμενος ἦλθεν ἐς τὴν Ἰλιάδα καὶ πάσης τῆς περὶ αὐτῶν ἀρχαιολογίας ἐμφορηθεὶς ἐφοίτησεν ἐπὶ τοὺς τῶν Ἀχαιῶν τάφους, καὶ πολλὰ μὲν εἰπὼν ἐπʼ αὐτοῖς, πολλὰ δὲ τῶν ἀναίμων τε καὶ καθαρῶν καθαγίσας τοὺς μὲν ἑταίρους ἐκέλευσεν ἐπὶ τὴν ναῦν χωρεῖν, αὐτὸς δὲ ἐπὶ τοῦ κολωνοῦ τοῦ Ἀχιλλέως ἐννυχεύσειν ἔφη. δεδιττομένων οὖν τῶν ἑταίρων αὐτόν, καὶ γὰρ δὴ καὶ οἱ Διοσκορίδαι καὶ οἱ Φαίδιμοι καὶ ἡ τοιάδε ὁμιλία πᾶσα ξυνῆσαν ἤδη τῷ Ἀπολλωνίῳ, τόν τε Ἀχιλλέα φοβερὸν ἔτι φασκόντων φαίνεσθαι, τουτὶ γὰρ καὶ τοὺς ἐν τῷ Ἰλίῳ περὶ αὐτοῦ πεπεῖσθαι καὶ μὴν ἐγὼ ἔφη τὸν Ἀχιλλέα σφόδρα οἶδα ταῖς ξυνουσίαις χαίροντα, τόν τε γὰρ Νέστορα τὸν ἐκ τῆς Πύλου μάλα ἠσπάζετο, ἐπειδὴ ἀεί τι αὐτῷ διῄει χρηστόν, τόν τε Φοίνικα τροφέα καὶ ὀπαδὸν καὶ τὰ τοιαῦτα τιμᾶν ἐνόμιζεν, ἐπειδὴ διῆγεν αὐτὸν ὁ Φοῖνιξ λόγοις, καὶ τὸν Πρίαμον δὲ καίτοι πολεμιώτατον αὐτῷ ὄντα πρᾳότατα εἶδεν, ἐπειδὴ διαλεγομένου ἤκουσε, καὶ Ὀδυσσεῖ δὲ ἐν διχοστασίᾳ ξυγγενόμενος οὕτω μέτριος ὤφθη, ὡς καλὸς τῷ Ὀδυσσεῖ μᾶλλον ἢ φοβερὸς δόξαι. τὴν μὲν δὴ ἀσπίδα καὶ τὴν κόρυν τὴν δεινόν, ὥς φασι, νεύουσαν, ἐπὶ τοὺς Τρῶας οἶμαι αὐτῷ εἶναι μεμνημένῳ, ἃ ὑπʼ αὐτῶν ἔπαθεν2 ἀπιστησάντων πρὸς αὐτὸν ὑπὲρ τοῦ γάμου, ἐγὼ δὲ οὔτε μετέχω τι τοῦ Ἰλίου διαλέξομαί τε αὐτῷ χαριέστερον ἢ οἱ τότε ἑταῖροι, κἂν ἀποκτείνῃ με, ὥς φατε, μετὰ Μέμνονος δήπου καὶ Κύκνου κείσομαι καὶ ἴσως με ἐν καπέτῳ κοίλῃ, καθάπερ τὸν Ἕκτορα, ἡ Τροία θάψει. τοιαῦτα πρὸς τοὺς ἑταίρους ἀναμὶξ παίξας τε καὶ σπουδάσας προσέβαινε τῷ κολωνῷ μόνος, οἱ δὲ ἐβάδιζον ἐπὶ τὴν ναῦν ἑσπέρας ἤδη.

在为以弗所人清除了瘟疫、并对伊奥尼亚的事务感到满意之后,阿波罗尼奥斯启程前往希腊。他先是行至贝尔加蒙,对阿斯克勒庇俄斯的圣所十分赞赏,向求告该神的人指点当行何事以获得吉兆之梦,并医治了许多人;随后他来到特洛伊平原,心中充溢着关于那些英雄的一切古史传说,并巡访了阿开奥斯诸将领的陵墓。在墓前倾吐良多并献上许多无血的洁净祭品后,他吩咐同伴们返回船上,自己则宣称要在阿喀琉斯的冢丘上过夜。由于同伴们试图恐吓他——因为狄奥斯科里德斯、斐狄穆斯等人以及这一类的整个随从群体当时都已追随阿波罗尼奥斯——他们坚称阿喀琉斯显圣时至今依旧可怖,因为伊利昂当地的人们对他也是这般确信无疑,阿波罗尼奥斯便说道:“然而我深知,阿喀琉斯是极喜爱交谈的。他极为热诚地接纳皮洛斯的涅斯托耳,因涅斯托耳总向他讲授教益之言;他也认为应当尊崇福尼克斯这位抚育者和侍从等等,因福尼克斯以言辞使他愉悦;对普里阿摩斯,虽是他最刻骨的仇敌,一听其发言,便以极温和之态相待;而在纷争之中与奥德修斯相遇时,他也表现得极其克制,以致在奥德修斯看来,他非但不可怖,反倒令人倾慕。我想,他的盾牌以及那据说颔动得令人战栗的头盔,乃是因他记恨特洛伊人在联姻一事上背信弃义令他蒙受之苦,方才冲着特洛伊人而去的;而我与伊利昂全无干系,与他交谈也会比他当年的同袍更为温雅亲切。纵使真如你们所言,他杀了我,我也必与门农和库克诺斯并卧在一起,或许特洛伊也会像安葬赫克托耳那样,将我葬入深凹的墓穴。” 他对同伴们这番语带诙谐而又兼具庄重的谈话之后,便独自登上冢丘,而同伴们由于天色已晚,便向船只走去。

§4.12

ὁ δὲ Ἀπολλώνιος περὶ ὄρθρον ἥκων ποῦ ἔφη Ἀντισθένης ὁ Πάριος; ἑβδόμην δὲ οὗτος ἡμέραν ἐτύγχανεν ἤδη προσπεφοιτηκὼς αὐτῷ ἐν Ἰλίῳ. ὑπακούσαντος δὲ τοῦ Ἀντισθένους προσήκεις τι, ἔφη ὦ νεανία, τῇ Τροίᾳ; σφόδρα, εἶπεν εἰμὶ γὰρ δὴ ἄνωθεν Τρώς. ἦ καὶ Πριαμίδης; νὴ Δίʼ, εἶπεν ἐκ τούτου γὰρ δὴ ἀγαθός τε οἶμαι κἀξ ἀγαθῶν εἶναι. εἰκότως οὖν ἔφη ὁ Ἀχιλλεὺς ἀπαγορεύει μοι μὴ ξυνεῖναί σοι,3 κελεύσαντος γὰρ αὐτοῦ πρεσβεῦσαί με πρὸς τοὺς Θετταλοὺς περὶ ὧν αἰτιᾶται σφᾶς, ὡς ἠρόμην, τί ἂν πρὸς τούτῳ ἕτερον πρὸς χάριν αὐτῷ πράττοιμι, τὸ μειράκιον ἔφη τὸ ἐκ Πάρου μὴ ποιούμενος ξυνέμπορον τῆς ἑαυτοῦ σοφίας,4 Πριαμίδης τε γὰρ ἱκανῶς ἐστι καὶ τὸν Ἕκτορα ὑμνῶν οὐ παύεται.

拂晓时分阿波罗尼奥斯归来,问道:“帕罗斯的安提斯泰尼何在?”原来此人在伊利昂随侍求教于他已有七日。安提斯泰尼应声后,阿波罗尼奥斯问:“年轻人,你与特洛伊有亲缘关系吗?”他答道:“大有关系,因我先祖正是特洛伊人。”“难道你还是普里阿摩斯的后裔?”“凭宙斯起誓,正是如此!”他说,“因此我认为自己高尚且出自高尚门第。”阿波罗尼奥斯说:“难怪阿喀琉斯严禁我与你同行。因为在他命我前往色萨利人那里充当使节、就他所指控他们的事项交涉之后,我问除了此事之外,还能做些什么令他欣喜之事,他说:‘只要不让那个来自帕罗斯的少年作你智慧的同行者即可;因为他是不折不扣的普里阿摩斯后裔,且终日歌颂赫克托耳不止。’”

语法注4 条
  1. 4.11τῶν κατὰ τὴν Ἰωνίαν ἱκανῶς ἔχων

    副词 ἱκανῶς 与表示状态的动词 ἔχω 搭配属格 τῶν κατὰ τὴν Ἰωνίαν,构成表示“对……感到满足/满意”或“在……方面已处理得当”的习语。

  2. 4.11ἐπὶ τοὺς Τρῶας οἶμαι αὐτῷ εἶναι μεμνημένῳ, ἃ ὑπʼ αὐτῶν ἔπαθεν

    介词短语 ἐπὶ τοὺς Τρῶας 与 εἶναι 构成谓语部分,与格 αὐτῷ ... μεμνημένῳ 起关涉与格或所有与格的作用,意为“因他牢记(μεμνημένῳ)受他们背信之害,故针对特洛伊人”。

  3. 4.12ἀπαγορεύει μοι μὴ ξυνεῖναί σοι

    表示禁止的动词 ἀπαγορεύει 支配不定式补足语时,依据古典希腊语习惯赘加否定词 μή(禁止我与你相交),并非表示双重否定。

  4. 4.12τὸ μειράκιον ἔφη τὸ ἐκ Πάρου μὴ ποιούμενος ξυνέμπορον τῆς ἑαυτοῦ σοφίας

    分词 ποιούμενος 是阿喀琉斯对前文问题(τί ἂν ... πράττοιμι,我当做什么)的答复,表示令其愉悦的手段或条件(“通过不让那少年作为同行者”)。动词 ἔφη 插入其中以引述阿喀琉斯的话语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:4.11-4.12