← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§4.44

提格利努斯的审讯与化为白纸的控告书

阿波罗尼奥斯因涉及尼禄喉疾的言论被提格利努斯传唤,但凭借控告书化为白纸的奇迹以及在密室审讯中的凛然应对,最终获释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.44

ἐμπεσόντος δὲ ἐν Ῥώμῃ νοσήματος, ὃ κατάρρουν οἱ ἰατροὶ ὀνομάζουσιν, ἀνίστανται δὲ ἄρα ὑπʼ αὐτοῦ βῆχες καὶ ἡ φωνὴ τοῖς λαλοῦσι πονήρως ἔχει, τὰ μὲν ἱερὰ πλέα ἦν ἱκετευόντων τοὺς θεούς, ἐπεὶ διῳδήκει τὴν φάρυγγα Νέρων καὶ μελαίνῃ τῇ φωνῇ ἐχρῆτο, ὁ δὲ Ἀπολλώνιος ἐρρήγνυτο μὲν πρὸς τὴν τῶν πολλῶν ἄνοιαν, ἐπέπληττε δὲ οὐδενί, ἀλλὰ καὶ τὸν Μένιππον παροξυνόμενον ὑπὸ τῶν τοιούτων ἐσωφρόνιζέ τε καὶ κατεῖχε ξυγγιγνώσκειν κελεύων τοῖς θεοῖς, εἰ μίμοις γελοίων χαίρουσιν, ἀπαγγελθέντος δὲ τῷ Τιγελλίνῳ τοῦ λόγου τούτου, πέμπει τοὺς ἄξοντας αὐτὸν ἐς τὸ δικαστήριον, ὡς ἀπολογήσαιτο μὴ ἀσεβεῖν ἐς Νέρωνα, παρεσκεύαστο δὲ καὶ κατήγορος ἐπʼ αὐτὸν πολλοὺς ἀπολωλεκὼς ἤδη καὶ τοιούτων Ὀλυμπιάδων μεστός, καί τι καὶ γραμματεῖον εἶχεν ἐν ταῖν χεροῖν γεγραμμένον τὸ ἔγκλημα, καὶ τοῦτο ὥσπερ ξίφος ἀνασείων ἐπὶ τὸν ἄνδρα ἠκονῆσθαί τε αὐτὸ ἔλεγε καὶ ἀπολεῖν αὐτόν. ἐπεὶ δὲ ἀνελίττων Τιγελλῖνος τὸ γραμματεῖον γραμμῆς μὲν ἴχνος ἐν αὐτῷ οὐχ εὗρεν, ἀσήμῳ δέ τινι βιβλίῳ ἐνέτυχεν, ἐς ἔννοιαν ἀπηνέχθη δαίμονος. τουτὶ δὲ καὶ Δομετιανὸς ὕστερον πρὸς αὐτὸν λέγεται παθεῖν. ἀπολαβὼν οὖν τὸν Ἀπολλώνιον ἤνεγκεν ἐς τὸ ἀπόρρητον δικαστήριον, ἐν ᾧ περὶ τῶν μεγίστων ἡ ἀρχὴ αὕτη ἀφανῶς δικάζει, καὶ μεταστησάμενος πάντας ἐνέκειτο ἐρωτῶν, ὅστις εἴη, ὁ δὲ Ἀπολλώνιος πατρός τε ἐμέμνητο καὶ πατρίδος καὶ ἐφʼ ὅ τι τῇ σοφίᾳ χρῷτο, ἔφασκέ τε αὐτῇ χρῆσθαι ἐπί τε τὸ θεοὺς γιγνώσκειν ἐπί τε τὸ ἀνθρώπων ξυνιέναι, τοῦ γὰρ ἑαυτὸν γνῶναι χαλεπώτερον εἶναι τὸ ἄλλον γνῶναι.1 τοὺς δαίμονας, εἶπεν ὦ Ἀπολλώνιε, καὶ τὰς τῶν εἰδώλων φαντασίας πῶς ἐλέγχεις; ὥς γε ἔφη τοὺς μιαιφόνους τε καὶ ἀσεβεῖς ἀνθρώπους. ταυτὶ δὲ πρὸς τὸν Τιγελλῖνον ἀποσκώπτων ἔλεγεν, ἐπειδὴ πάσης ὠμότητός τε καὶ ἀσελγείας διδάσκαλος ἦν τῷ Νέρωνι. μαντεύσαιο δʼ ἂν ἔφη δεηθέντι μοι; πῶς εἶπεν ὅ γε μὴ μάντις ὤν; καὶ μὴν σὲ ἔφη φασὶν εἶναι τὸν εἰπόντα ἔσεσθαί τι μέγα καὶ οὐκ ἔσεσθαι. ἀληθῶς εἶπεν ἤκουσας, τοῦτο δὲ μὴ μαντικῇ προστίθει, σοφίᾳ δὲ μᾶλλον, ἣν θεὸς φαίνει σοφοῖς ἀνδράσιν. Νέρωνα δὲ ἔφη διὰ τί οὐ δέδοικας; ὅτι εἶπεν ὁ θεὸς ὁ παρέχων ἐκείνῳ φοβερῷ δοκεῖν κἀμοὶ δέδωκεν ἀφόβῳ εἶναι. φρονεῖς δὲ πῶς εἶπε περὶ Νέρωνος; ὁ δὲ Ἀπολλώνιος βέλτιον εἶπεν ἢ ὑμεῖς· ὑμεῖς γὰρ ἡγεῖσθε αὐτὸν ἄξιον τοῦ ᾅδειν, ἐγὼ δὲ ἄξιον τοῦ σιωπᾶν. ἐκπλαγεὶς οὖν ὁ Τιγελλῖνος ἄπιθι ἔφη καταστήσας ἐγγυητὰς τοῦ σώματος. ὁ δὲ Ἀπολλώνιος καὶ τίς εἶπεν ἐγγυήσεται σῶμα, ὃ μηδεὶς δήσει; ἔδοξε τῷ Τιγελλίνῳ ταῦτα δαιμόνιά τε εἶναι καὶ πρόσω ἀνθρώπου, καὶ ὥσπερ θεομαχεῖν φυλαττόμενος, χώρει, ἔφη οἷ βούλει, σὺ γὰρ κρείττων ἢ ὑπʼ ἐμοῦ ἄρχεσθαι.2

当罗马流行一种被医生们称为卡他的疾病,患者由之引起咳嗽且言语时嗓音受损,神庙里挤满了向神明祈求的人,因为尼禄咽喉肿胀、声音变得嘶哑。阿波罗尼奥斯面对大众的愚昧虽愤慨至极,却并未责备任何人,反而劝解并制止了因这些景象而被激怒的梅尼普斯,叫他包容神明,倘若神明喜爱滑稽小丑的话。这番话被禀报给提格利努斯后,他便派人将阿波罗尼奥斯押送到法庭,要他为自己未曾对尼禄不敬作辩解。还针对他准备了一名控告人,此人早已害死过许多人,满载此类奥林匹亚胜利;他手中拿着卷轴,上面写着控罪,他像挥剑一样朝着阿波罗尼奥斯摇晃着它,宣称它已经磨利并将置他于死地。然而当提格利努斯展开卷轴时,发现上面连一点笔墨的痕迹都没有,竟是一卷无字白纸,他便陷入了对神灵之力的敬畏之中。据说后来多米提安在对待阿波罗尼奥斯时也经历了同样的事。于是提格利努斯带走阿波罗尼奥斯,将他领进该长官暗中审判最重大案件的秘密法庭,屏退所有人后,紧迫地追问他究竟是何人。阿波罗尼奥斯便提及他的父亲与故乡,以及他将智慧用于何处,声称他使用智慧既是为了认识神明,也是为了理解世人,因为相比于认识自己,认识他人乃是更为艰难之事。 “魔灵,”他说,“阿波罗尼奥斯啊,以及幻象的显现,你如何去审问它们?” “正如,”他说,“审问那些嗜杀而不敬神的人一样。” 阿波罗尼奥斯说这些话是对提格利努斯的讥讽,因为后者在一切残酷与放纵之事上皆是尼禄的导师。 “你能否预言,”他说,“若是我请求你?” “怎能,”他说,“既然并非预言者?” “然而他们,”他说,“却说正是你说过‘某件大事将成,却又不成’这样的话”。 “你确实,”他说,“听到了实情;但不要将此归因于预言术,而应归于神明向智者显现的智慧。” “而尼禄,”他说,“你为何不怕他?” “因为,”他说,“赐予他显得可怕的神,也赐予了我无所畏惧。” “你如何看待,”他说,“尼禄此人?” 阿波罗尼奥斯说: “比你们,”他说,“看得更好;因为你们认为他配得高歌,我却认为他配得保持沉默。” 提格利努斯大为震惊,便说: “离去吧,”他说,“只要为你的肉身提供保证人”。阿波罗尼奥斯说: “又有谁,”他说,“能为一个无人可以捆绑的肉身作保呢?” 提格利努斯觉得这些言行出于神意且超乎人力,如同唯恐与神明抗衡一般,“去吧,”他说,“去你想去之处,因为你过于强大,非我所能管辖。”

语法注2 条
  1. 4.44τοῦ γὰρ ἑαυτὸν γνῶναι χαλεπώτερον εἶναι τὸ ἄλλον γνῶναι

    间接引语中的不定式结构。主语是带冠词的不定式短语 τὸ ἄλλον γνῶναι(“认识他人”),χαλεπώτερον 为比较级谓语形容词,τοῦ ἑαυτὸν γνῶναι 为比较属格(“比认识自己”)。尽管语序发生倒装,其句法结构仍明确表明“认识他人比认识自己更为困难”。

  2. 4.44κρείττων ἢ ὑπʼ ἐμοῦ ἄρχεσθαι

    “比较级形容词 + ἤ + 不定式”结构(相当于省略了 ὥστε 的 κρείττων ἢ ὥστε ἄρχεσθαι),用以表示程度的不相称或超出,意为“过于伟大,以至于不能由我来统治”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:4.44