← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§4.41-4.43

德米特里厄斯的反叛嫌疑与提格利努斯的监视

阿波罗尼奥斯在罗马各神庙讲道并激发了民众的虔敬,但因哲学家德米特里厄斯抨击尼禄而受株连被疑为主谋;随后他准确预言了尼禄险遭雷击的异象,致使近卫军长官提格利努斯心生畏惧并对他展开严密监视。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.41

διαλεγομένου δὲ αὐτοῦ περὶ τὰ ἱερὰ οἱ θεοὶ ἐθεραπεύοντο μᾶλλον καὶ ξυνῄεσαν οἱ ἄνθρωποι ἐς ταῦτα, ὡς τὰ ἀγαθὰ πλείω παρὰ τῶν θεῶν ἕξοντες, καὶ οὔπω διεβάλλοντο αἱ ξυνουσίαι τοῦ ἀνδρὸς διὰ τὸ σπουδάζεσθαί τε δημοσίᾳ λέγεσθαί τε ἐς πάντας, οὐδὲ γὰρ θύραις ἐπεπόλαζεν, οὐδὲ ἐτρίβετο περὶ τοὺς δυνατούς, ἀλλʼ ἠσπάζετο μὲν ἐπιφοιτῶντας, διελέγετο δὲ αὐτοῖς ὁπόσα καὶ τῷ δήμῳ.

当他在神庙周围宣讲时,神明受到了更加虔敬的奉祀,人们也聚集到这些地方,深信能从神明那里获得更多福祉;而这位智者的聚会当时尚未遭到谗谤,因为他的讲论公开庄重,面向所有人。他既不频繁出入豪门,也不在权贵周围钻营周旋,而是款待前来寻访的人,并同他们交谈,所论之事与向民众所讲的别无二致。

§4.42

ἐπεὶ δὲ ὁ Δημήτριος διατεθεὶς πρὸς αὐτόν, ὡς ἐν τοῖς Κορινθιακοῖς λόγοις εἴρηκα, παραγενόμενος ἐς τὴν Ῥώμην ὕστερον ἐθεράπευε μὲν τὸν Ἀπολλώνιον, ἐπηφίει δʼ αὑτὸν τῷ Νέρωνι, τέχνη ταῦτα ὑπωπτεύθη τοῦ ἀνδρὸς καὶ τὸν Δημήτριον αὐτὸς ἐδόκει καθεικέναι ἐς αὐτά, καὶ πολὺ μᾶλλον, ὁπότε γυμνάσιον μὲν ἐξεποιήθη τῷ Νέρωνι θαυμασιώτατον τῶν ἐκεῖ, λευκὴν δʼ ἔθυον ἐν αὐτῷ ἡμέραν Νέρων τε αὐτὸς καὶ ἡ βουλὴ ἡ μεγάλη καὶ τὸ ἱππεῦον τῆς Ῥώμης, παρελθὼν δὲ ὁ Δημήτριος ἐς αὐτὸ τὸ γυμνάσιον διεξῆλθε λόγον κατὰ τῶν λουμένων, ὡς ἐκλελυμένων τε καὶ αὑτοὺς χραινόντων, καὶ ἐδείκνυεν, ὅτι περιττὸν ἀνάλωμα εἴη τὰ τοιαῦτα, ἐφʼ οἷς ξυνήρατο μὲν αὐτῷ ʽτοὖ μὴ ἀποθανεῖν αὐτίκα τὸ τὸν Νέρωνα εὐφωνότατα ἑαυτοῦ1 κατὰ τὴν ἡμέραν ἐκείνην ᾅδειν2 — ᾖδε δὲ ἐν καπηλείῳ πεποιημένῳ ἐς τὸ γυμνάσιον διάζωμα ἔχων γυμνός, ὥσπερ τῶν καπήλων οἱ ἀσελγέστατοι — οὐ μὴν διέφυγεν ὁ Δημήτριος τὸ ἐφʼ οἷς εἶπε κινδυνεῦσαι, Τιγελλῖνος γάρ, ὑφʼ ᾧ τὸ ξίφος ἦν τοῦ Νέρωνος, ἀπήλαυνεν αὐτὸν τῆς Ῥώμης, ὡς τὸ βαλανεῖον κατασκάψαντα οἷς εἶπε, τὸν δʼ Ἀπολλώνιον ἀφανῶς ἀνίχνευεν, ὁπότε καὶ αὐτὸς ἐπιλήψιμόν τι καὶ παραβεβλημένον εἴποι.

然而,正如我在关于科林斯的故事中所述,心悦诚服于阿波罗尼奥斯的德米特里厄斯后来也来到了罗马,他一边亲附阿波罗尼奥斯,一边却公然攻击尼禄,这便被怀疑是阿波罗尼奥斯的授意,人们认为正是阿波罗尼奥斯驱使德米特里厄斯做出这些举动的。尤其是当为尼禄所建的一座全城最令人叹为观止的角力场落成,尼禄本人、大元老院以及罗马的骑士阶层在其中举行开幕大典时,德米特里厄斯径直步入该角力场,发表了一篇抨击沐浴者的演说,斥责他们放荡堕落、污秽自身,并指明此类工程纯属多余的浪费。在此情境下,使他免于立即丧命的,是尼禄那天正以生平最动听的歌喉演唱——尼禄当时正在角力场内搭建的小酒馆里,像最无耻的酒贩一样赤身裸体仅围腰布在那里高歌——然而德米特里厄斯终究未能免除因其言论而招致的险境;掌管尼禄佩剑的提格利努斯以其言论拆毁了浴场为由将他逐出罗马,并暗中派人追踪阿波罗尼奥斯,看他自己是否也会说出什么应受谴责的妄言。

§4.43

ὁ δʼ οὔτε καταγελῶν φανερὸς ἦν οὔτʼ αὖ πεφροντικώς, ὥσπερ οἱ φυλαττόμενοί τινα κίνδυνον, ἀλλʼ ἀποχρώντως περὶ τῶν προκειμένων διελέγετο ξυμφιλοσοφοῦντος αὐτῷ τοῦ Τελεσίνου καὶ ἑτέρων ἀνδρῶν, οἳ καίτοι φιλοσοφίας ἐπικινδύνως πραττούσης οὐκ ἂν ᾤοντο κινδυνεῦσαι ξὺν ἐκείνῳ σπουδάζοντες. ὑπωπτεύετο δέ, ὡς ἔφην, καὶ πολὺ μᾶλλον ἐφʼ οἷς καὶ περὶ τῆς διοσημίας εἶπε· γενομένης γάρ ποτε ἐκλείψεως ἡλίου καὶ βροντῆς ἐκδοθείσης, ὅπερ ἥκιστα ἐν ἐκλείψει δοκεῖ ξυμβαίνειν, ἀναβλέψας ἐς τὸν οὐρανὸν ἔσται τι ἔφη μέγα καὶ οὐκ ἔσται. ξυμβαλεῖν μὲν δὴ τὸ εἰρημένον οὔπω εἶχον οἱ παρατυχόντες τῷ λόγῳ, τρίτῃ δʼ ἀπὸ τῆς ἐκλείψεως ἡμέρᾳ ξυνῆκαν τοῦ λόγου πάντες· σιτουμένου γὰρ τοῦ Νέρωνος ἐμπεσὼν τῇ τραπέζῃ σκηπτὸς διήλασε τῆς κύλικος ἐν χεροῖν οὔσης καὶ οὐ πολὺ ἀπεχούσης τοῦ στόματος· τὸ δὴ παρὰ τοσοῦτον ἐλθεῖν τοῦ βληθῆναι αὐτὸν πεπράξεσθαί τι εἶπε καὶ μὴ πεπράξεσθαι.3 ἀκούσας δὲ Τιγελλῖνος τὸν λόγον τοῦτον ἐς δέος ἀφίκετο τοῦ ἀνδρός, ὡς σοφοῦ τὰ δαιμόνια, καὶ ἐς ἐγκλήματα μὲν φανερὰ καθίστασθαι πρὸς αὐτὸν οὐκ ᾤετο δεῖν, ὡς μὴ κακόν τι ἀφανὲς ὑπʼ αὐτοῦ λάβοι, διαλεγόμενον δὲ καὶ σιωπῶντα καὶ καθήμενον καὶ βαδίζοντα καὶ ὅ τι φάγοι καὶ παρʼ ὅτῳ καὶ εἰ ἔθυσεν ἢ μὴ ἔθυσε, περιήθρει πᾶσιν ὀφθαλμοῖς, ὁπόσοις ἡ ἀρχὴ βλέπει.

阿波罗尼奥斯既无形于言色的嘲笑,也未曾如防备险境者那般忧心忡忡,而是恰如其分地探讨眼前的话题,泰勒西努斯以及其他人也同他一起研讨哲学;这些人虽知哲学正处于凶险的境遇之中,却认为同他一道求道便不会遭遇危险。然而,正如我所言,阿波罗尼奥斯受到了怀疑,且因他就天象所作的预言而愈发引人疑忌。有一次发生了日食并伴有雷鸣——这在日食时被认为是最不可能发生的——他仰望天空,“某件”他说,“大事将成,却又不成。” 当时在场听到这话的人尚且无法参透其中含义,但日食后的第三天,所有人都明白了这番话:当时尼禄正在用餐,一道霹雳落入餐桌,击穿了他手中所持、离嘴不远的酒杯。尼禄险些被雷电击中这一事实,正是阿波罗尼奥斯所说‘某事将成却又不成’的意思。提格利努斯听闻此言后,因畏惧阿波罗尼奥斯通晓神意而对他心生恐惧,认为不应向他公开问罪,以免受到他暗中的报应;但他用统治权所拥有的一切眼睛,严密监视着阿波罗尼奥斯的一举一动,无论其交谈还是沉默,就坐还是行走,吃了什么、与谁共餐,以及是否献祭,尽收眼底。

语法注3 条
  1. 4.42εὐφωνότατα ἑαυτοῦ

    这是最高级副词(εὐφωνότατα)后接反身代词属格(ἑαυτοῦ)的惯用结构。此处并非与其他人的水平作比较,而是表达自身不同状态之间的比较,意为“以他自己平生最动听的声音”。

  2. 4.42ἐφʼ οἷς ξυνήρατο μὲν αὐτῷ ʽτοὖ μὴ ἀποθανεῖν αὐτίκα τὸ τὸν Νέρωνα εὐφωνότατα ἑαυτοῦ κατὰ τὴν ἡμέραν ἐκείνην ᾅδειν

    该句的主语是带有定冠词的不定式短语 τὸ ... ᾅδειν(“尼禄演唱之事”),充当主要动词 ξυνήρατο(“协助、促成”)的主语。带有属格定冠词和否定词 μή 的不定式 τοῦ μὴ ἀποθανεῖν 属于表目的或结果的结构,意为“使他免于立即丧命”。

  3. 4.43τὸ δὴ παρὰ τοσοῦτον ἐλθεῖν τοῦ βληθῆναι αὐτὸν πεπράξεσθαί τι εἶπε καὶ μὴ πεπράξεσθαι

    句首带定冠词的不定式短语 τὸ ... παρὰ τοσοῦτον ἐλθεῖν τοῦ βληθῆναι αὐτὸν(“他险些被击中之事”)是全句的主语/主题,用以说明此前阿波罗尼奥斯预言(εἶπε ... πεπράξεσθαί τι καὶ μὴ πεπράξεσθαι)的具体指涉。短语 παρὰ τοσοῦτον ἐλθεῖν τοῦ 接不定式为习语,意为“险些……、差一点就……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:4.41-4.43