- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:4.39-4.40
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼奥斯一行抵达罗马,在城门附近的旅店中妥善应付了一名借演唱尼禄歌曲强行索钱的醉汉。翌日清晨,执政官泰勒西努斯就祈祷与神圣事物与阿波罗尼奥斯交谈,并准许他自由走访并居住在城中各座神庙。
προσῄεσαν μὲν οὖν ταῖς πύλαις, οἱ δὲ ἐφεστῶτες οὐδὲν ἠρώτων, ἀλλὰ περιήθρουν τὸ σχῆμα καὶ ἐθαύμαζον· ὁ γὰρ τρόπος ἱερὸς ἐδόκει καὶ οὐδὲν ἐοικὼς τοῖς ἀγείρουσι. καταλύουσι δʼ αὐτοῖς ἐν πανδοχείῳ περὶ τὰς πύλας καὶ δεῖπνον αἱρουμένοις,1 ἐπειδὴ καιρὸς ἑσπέρας ἤδη ἐτύγχανεν, ὡς ἐπὶ κῶμον ἔρχεται μεθύων ἄνθρωπος οὐκ ἀγλευκῶς τῆς φωνῆς ἔχων, περιῄει δὲ ἄρα κύκλῳ τὴν Ῥώμην ᾅδων τὰ τοῦ Νέρωνος μέλη καὶ μεμισθωμένος τοῦτο, τὸν δὲ ἀμελῶς ἀκούσαντα ἢ μὴ καταβαλόντα μισθὸν τῆς ἀκροάσεως ξυνεκεχώρητο αὐτῷ καὶ ἀπάγειν ὡς ἀσεβοῦντα. ἦν δὲ αὐτῷ καὶ κιθάρα καὶ ἡ πρόσφορος τῷ κιθαρίζειν σκευὴ πᾶσα, καί τινα καὶ νευρὰν τῶν ἐφαψαμένων τε καὶ προεντεταμένων ἀποκειμένην ἐν κοιτίδι εἶχεν, ἣν ἔφασκεν ἐκ τῆς Νέρωνος ἐωνῆσθαι κιθάρας δυοῖν μναῖν καὶ ἀποδώσεσθαι αὐτὴν οὐδενί, ἢν μὴ κιθαρῳδὸς ᾖ τῶν ἀρίστων τε καὶ ἀγωνιουμένων Πυθοῖ. ἀναβαλόμενος οὖν, ὅπως εἰώθει, καὶ βραχὺν διεξελθὼν ὕμνον τοῦ Νέρωνος ἐπῆγε μέλη τὰ μὲν ἐξ Ὀρεστείας, τὰ δὲ ἐξ Ἀντιγόνης, τὰ δʼ ὁποθενοῦν τῶν τραγῳδουμένων αὐτῷ, καὶ ᾠδὰς ἔκαμπτεν, ὁπόσας Νέρων ἐλύγιζέ τε καὶ κακῶς ἔστρεφεν. ἀργότερον δὲ ἀκροωμένων ὁ μὲν ἀσεβεῖσθαι Νέρωνα ὑπʼ αὐτῶν ἔφασκε καὶ πολεμίους τῆς θείας φωνῆς εἶναι, οἱ δὲ οὐ προσεῖχον. ἐρομένου δὲ τοῦ Μενίππου τὸν Ἀπολλώνιον, πῶς ἀκούοι λέγοντος ταῦτα, πῶς ἔφη ἢ ὡς ὅτε ᾖδεν; ἡμεῖς μέντοι, ὦ Μένιππε, μὴ παροξυνώμεθα πρὸς ταῦτα, ἀλλὰ τὸν μισθὸν τῆς ἐπιδείξεως δόντες ἐάσωμεν αὐτὸν θύειν ταῖς Νέρωνος Μούσαις.
于是他们来到了城门前,守卫们什么也没有盘问,只是打量着他的装束而啧啧称奇;因为他的风度显得庄严神圣,与行乞化缘之辈绝无半点相似。 正当他们在城门附近的旅店中歇宿并用晚餐时,时辰已入傍晚,一个喝得醉醺醺、歌喉倒不算难听的人宛如赶赴酒宴般闯了进来。此人在罗马城中到处巡回演唱尼禄的曲调,以此领受酬劳;凡是听得心不在焉或不肯支付听歌钱的人,他甚至被赋予权力可当作亵圣之人予以押走。他带着一把里拉琴和全套相宜的弹唱行头,还在一个小盒子里珍藏着一根曾被抚弹调谐过的旧琴弦;他声称那是用两明那从尼禄的琴上买来的,除了在德尔斐竞技角逐的最杰出的琴手之外,绝不转卖给任何人。于是他照常弹起前奏,唱完一首短小的尼禄赞歌后,便接连唱起选自《俄瑞斯忒亚》、《安提戈涅》以及尼禄所演悲剧各处的曲调,并用尼禄当年扭捏变调的恶劣腔调婉转吟唱。见他们听得漫不经心,此人便声称尼禄受到了他们的亵渎,说他们是这神圣歌喉的仇敌;然而众人全不予理会。梅尼普斯询问阿波罗尼奥斯,听到这番话有何感想,“还能怎样,”他说,“不就和听他唱歌时一样么?然而,梅尼普斯啊,我们不必为此动怒,只消给他表演的赏钱,由他去向尼禄的缪斯献祭便是。”
τοῦτο μὲν δὴ ἐπὶ τοσοῦτον ἐπαρῳνήθη. ἅμα δὲ τῇ ἡμέρᾳ Τελεσῖνος ὁ ἕτερος τῶν ὑπάτων καλέσας τὸν Ἀπολλώνιον τί ἔφη τὸ σχῆμα; ὁ δὲ καθαρὸν εἶπε καὶ ἀπʼ οὐδενὸς θνητοῦ. τίς δὲ ἡ σοφία; θειασμὸς ἔφη καὶ ὡς ἄν τις θεοῖς εὔχοιτο καὶ θύοι. ἔστι δέ τις, ὦ φιλόσοφε, ὃς ἀγνοεῖ ταῦτα; πολλοί, εἶπεν εἰ δὲ καὶ ὀρθῶς τις ἐπίσταται ταῦτα, πολλῷ γένοιτʼ ἂν αὑτοῦ βελτίων ἀκούσας σοφωτέρου ἀνδρός, ὅτι, ἃ οἶδεν, εὖ οἶδεν. ταῦτα ἀκούοντα τὸν Τελεσῖνον, καὶ γὰρ ἐτύγχανεν ὑποθεραπεύων τὸ θεῖον, ἐσῆλθεν ὁ ἀνὴρ2 δι’ ἃ πάλαι περὶ αὐτοῦ ἤκουε καὶ τὸ μὲν ὄνομα οὐκ ᾤετο δεῖν ἐς τὸ φανερὸν ἐρωτᾶν, μή τινʼ ἔτι λανθάνειν βούλοιτο, ἐπανῆγε δὲ αὐτὸν πάλιν ἐς τὸν λόγον τὸν περὶ τοῦ θείου, καὶ γὰρ πρὸς διάλεξιν ἐπιτηδείως εἶχε, καὶ ὡς σοφῷ γε εἶπε τί εὔχῃ προσιὼν τοῖς βωμοῖς; ἔγωγε ἔφη δικαιοσύνην εἶναι νόμους μὴ καταλύεσθαι3 πένεσθαι τοὺς σοφούς, τοὺς δὲ ἄλλους πλουτεῖν μέν, ἀδόλως δέ. εἶτα εἶπε τοσαῦτα αἰτῶν οἴει τεύξεσθαι; νὴ Δίʼ, εἶπε ξυνείρω γὰρ τὰ πάντα ἐς εὐχὴν μίαν καὶ προσιὼν τοῖς βωμοῖς ὧδε εὔχομαι· ὦ θεοί, δοίητέ μοι τὰ ὀφειλόμενα· εἰ μὲν δὴ τῶν χρηστῶν εἰμι ἀνθρώπων, τεύξομαι πλειόνων ἢ εἶπον, εἰ δὲ ἐν τοῖς φαύλοις με οἱ θεοὶ τάττουσι, τἀναντία μοι παρʼ αὐτῶν ἥξει καὶ οὐ μέμψομαι τοὺς θεούς, εἰ κακῶν ἀξιοῦμαι μὴ χρηστὸς ὤν. ἐξεπέπληκτο μὲν δὴ ὁ Τελεσῖνος ὑπὸ τῶν λόγων τούτων, βουλόμενος δὲ αὐτῷ χαρίζεσθαι φοίτα ἔφη ἐς τὰ ἱερὰ πάντα, καὶ γεγράψεται παρʼ ἐμοῦ πρὸς τοὺς ἱερωμένους δέχεσθαί σε καὶ διορθουμένῳ εἴκειν. ἢν δὲ μὴ γράψῃς, ἔφη οὐ δέξονταί με; μὰ Δίʼ, εἶπεν ἐμὴ γὰρ ἔφη αὕτη ἀρχή. χαίρω, ἔφη ὅτι γενναῖος ὢν μεγάλου ἄρχεις, βουλοίμην δʼ ἄν σε κἀκεῖνο περὶ ἐμοῦ εἰδέναι· ἐγὼ τῶν ἱερῶν τὰ μὴ βεβαίως κλειστὰ χαίρω οἰκῶν καὶ παραιτεῖταί με οὐδεὶς τῶν θεῶν, ἀλλὰ ποιοῦνται κοινωνὸν στέγης· ἀνείσθω δέ μοι τοῦτο, καὶ γὰρ οἱ βάρβαροι ξυνεχώρουν αὐτό. καὶ ὁ Τελεσῖνος μέγα ἔφη Ῥωμαίων ἐγκώμιον οἱ βάρβαροι προὔλαβον, τουτὶ γὰρ ἐβουλόμην ἂν καὶ περὶ ἡμῶν λέγεσθαι. ᾤκει μὲν δὴ ἐν τοῖς ἱεροῖς ἐναλλάττων αὐτὰ καὶ μεθιστάμενος ἐξ ἄλλου ἐς ἄλλο, αἰτίαν δὲ ἐπὶ τούτῳ ἔχων4 οὐδὲ οἱ θεοὶ ἔφη πάντα τὸν χρόνον ἐν τῷ οὐρανῷ οἰκοῦσιν, ἀλλὰ πορεύονται μὲν ἐς Αἰθιοπίαν, πορεύονται δὲ ἐς Ὄλυμπόν τε καὶ Ἄθω, καὶ οἶμαι ἄτοπον τοὺς μὲν θεοὺς τὰ τῶν ἀνθρώπων ἔθνη περινοστεῖν πάντα, τοὺς δὲ ἀνθρώπους μὴ τοῖς θεοῖς ἐπιφοιτᾶν πᾶσι. καίτοι δεσπόται μὲν ὑπερορῶντες δούλων οὔπω αἰτίαν ἕξουσιν, ἴσως γὰρ ἂν καταφρονοῖεν αὐτῶν, ὡς μὴ σπουδαίων, δοῦλοι δὲ μὴ πάντως τοὺς αὑτῶν δεσπότας θεραπεύοντες ἀπόλοιντο ἂν ὑπʼ αὐτῶν ὡς κατάρατοί τε καὶ θεοῖς ἐχθρὰ ἀνδράποδα.
这场酒疯至此便告平息。 天亮之时,两位执政官之一的泰勒西努斯召见了阿波罗尼奥斯,“你这身装束”他说,“是何讲究?” 阿波罗尼奥斯答道: “它是洁净的, 且不取自任何必死之物。” “那么你的智慧又是什么?” “是神圣的灵感,”他说,“以及人当如何向神明祈祷与献祭。” “哲学家啊,难道还有谁不懂得这些吗?” “多得很呢,”他说,“纵使有人确实懂得这些,若能从一位更具智慧的人那里听闻自己所知的确凿无误,也定会远比从前的自己更为精进。” 泰勒西努斯听了这番话——他本人恰巧也有些敬奉神明——凭着久已听闻的传言,立刻意识到了眼前的这个人是谁;他认为不必公开询问其姓名,免得对方本有意掩人耳目,便顺着话头再次将他引向有关神明的话题,因为泰勒西努斯本人也精于辨析;他便以对待智者的礼数问道: “你走近祭坛时祈求什么?” “就我而言,”他说,“我祈求正义长存,法度不废,智者安于清贫,而其他人虽获财富,却不施诡诈。” “那么,”执政官说,“你祈求如此之多,自以为能如愿以偿么?” “凭宙斯起誓,自然能,”他说,“因为我将一切融为祈求的一言,走近祭坛时便如此祷告:‘众神啊,赐予我应得之分吧。’倘若我是善人,我所得之福将多于方才所求;若神明将我列入恶人之属,自神明处降下的报应亦将与此相反;而我若非善类且遭逢惩谴,我也绝不会怨尤神明。” 泰勒西努斯被这番话深深震撼,便想施恩于他,说道: “去遍访所有神庙吧, 我自会向祭司们发出公文,让他们接待你,并在你整饬规章时遵从你的意见。” “若是你未写公文,”阿波罗尼奥斯说,“他们就不接待我了吗?” “凭宙斯起誓,是的,”执政官说,“因为这是我的职权所系。” “我很高兴,”他说,“你为人崇高而掌此大权;不过我希望你也知晓关于我的这一点:我乐于居住在不曾紧闭门户的神庙中,神明中无一人拒绝我,反而纳我为同室之人。请准许我享有此道,因为连蛮族之人也是如此通融我的。” 泰勒西努斯说: “蛮族人 竟赶在罗马人之前赢得了这极高的赞誉;这本该也是世人用来称道我们的啊。” 于是阿波罗尼奥斯便在各神庙中轮流栖宿,辗转迁徙于各庙宇之间。当他因此受到非议时,“即使是神明,”他说,“也并非始终居于天上,而是既前往埃塞俄比亚,又巡历奥林匹斯与阿索斯山;我想,神明既遍游凡人的万邦,凡人若不遍访诸神,岂非荒谬?况且,主人若忽视奴仆,倒还不至遭受责难,因为或许是将他们视为微不足道而予以蔑视;然而奴仆若不在一切事上侍奉自己的主人,就必会作为该诅咒的、为神所憎恶的奴才而被主人诛戮。”
- 4.39καταλύουσι δʼ αὐτοῖς ἐν πανδοχείῳ περὶ τὰς πύλας καὶ δεῖπνον αἱρουμένοις
与主句动词 ἔρχεται 搭配的伴随情况与时间与格(或称表关系的与格)。其功能相当于独立属格,构成了事件发生的时间背景,意为“当他们在旅店歇宿并用晚餐时,……来了”。
- 4.40ἐσῆλθεν ὁ ἀνὴρ
此处的动词 ἐσῆλθεν 以 ὁ ἀνήρ 为主语,以前文的宾格分词短语 ταῦτα ἀκούοντα τὸν Τελεσῖνον 为宾语。动词 εἰσέρχομαι 搭配表示人的宾格时表示“进入某人的脑海/使某人意识到”,即“泰勒西努斯听了这些话,心中立刻认出了此人(想起了此人是谁)”。
- 4.40δικαιοσύνην εἶναι νόμους μὴ καταλύεσθαι
作为回答前文提问 τί εὔχῃ 的并列“带宾格的不定式”(AcI)结构,作省略的 εὔχομαι 的宾语。动词 εὔχομαι 可接不定式从句表示祈求与祝愿的内容,即祈求“正义存在、法律不废弛”。
- 4.40αἰτίαν δὲ ἐπὶ τούτῳ ἔχων
习语 αἰτίαν ἔχω 用作及物动词 αἰτιάομαι(指责、归咎)的被动替代式,意为“因此受到指责/非难”。此处的分词短语表示阿波罗尼奥斯因在神庙间频繁辗转借宿而招致了非议。
