- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:4.1-4.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼奥斯抵达以弗所,受到狂热拥戴和神谕的赞誉,接见士麦那使者后,在首次演讲中训诫放纵风气,并借麻雀分享麦粒的故事阐释互助相济之道。
ἐπεὶ δὲ εἶδον τὸν ἄνδρα ἐν Ἰωνίᾳ παρελθόντα ἐς τὴν Ἔφεσον, οὐδὲ οἱ βάναυσοι ἔτι πρὸς ταῖς ἑαυτῶν τέχναις ἦσαν, ἀλλʼ ἠκολούθουν ὁ μὲν σοφίας, ὁ δὲ εἴδους, ὁ δὲ διαίτης, ὁ δὲ σχήματος, οἱ δὲ πάντων ὁμοῦ θαυμασταὶ ὄντες,1 λόγοι τε περὶ αὐτοῦ ἐφοίτων οἱ μὲν ἐκ τοῦ Κολοφῶνι μαντείου κοινωνὸν τῆς ἑαυτοῦ σοφίας καὶ ἀτεχνῶς σοφὸν καὶ τὰ τοιαῦτα τὸν ἄνδρα ᾅδοντες, οἱ δὲ ἐκ Διδύμων, οἱ δὲ ἐκ τοῦ περὶ τὸ Πέργαμον ἱεροῦ, πολλοὺς γὰρ τῶν ὑγιείας δεομένων ὁ θεὸς ἐκέλευσε προσφοιτᾶν τῷ Ἀπολλωνίῳ, τουτὶ γὰρ αὐτός τε βούλεσθαι καὶ δοκεῖν ταῖς Μοίραις.2 ἐφοίτων καὶ πρεσβεῖαι πρὸς αὐτὸν ἐκ τῶν πόλεων ξένον τε αὐτὸν ἡγούμενοι καὶ βίου ξύμβουλον βωμῶν τε ἱδρύσεως καὶ ἀγαλμάτων, ὁ δὲ ἕκαστα τούτων τὰ μὲν ἐπιστέλλων, τὰ δὲ ἀφίξεσθαι φάσκων διωρθοῦτο. πρεσβευσαμένης δὲ καὶ τῆς Σμύρνης καὶ ὅ τι μὲν δέοιτο οὐκ εἰπούσης, ἐκλιπαρούσης δὲ ἀφικέσθαι, ἤρετο τὸν πρεσβευτήν, ὅ τι αὐτοῦ δέοιντο, ὁ δὲ ἰδεῖν ἔφη καὶ ὀφθῆναι.
当人们看到这个人来到伊奥尼亚并进入以弗所时,就连手工艺人也不再从事他们各自的技艺,而是追随着他,有的赞美他的智慧,有的赞美他的容貌,有的赞美他的生活方式,有的赞美他的仪态,有的则同时赞美这一切。关于他的传闻四处流传:来自科洛丰神谕所的传闻赞扬他是自身智慧的分享者、真正的智者等等;另有一些来自迪迪马,还有一些来自帕加马周围的圣殿,因为神祇吩咐许多需要健康的人前往阿波罗尼奥斯那里,声称这既是他本人的意愿,也合乎命运女神的安排。各城邦的使团也接连来到他面前,将他视作贵客,以及生活方式、设立祭坛和雕像方面的顾问;而他对于这些事情,有的通过致信处理,有的则声称将亲自前往,一一予以指导纠正。士麦那也派来了使团,虽然没有说明所求为何,只恳求他前往,他便询问使者需要他做什么,使者回答说: “去看你,并且被你看。”
ὁ δὲ Ἀπολλώνιος ἀφίξομαι εἶπε δοίητε δέ, ὦ Μοῦσαι, καὶ ἐρασθῆναι ἀλλήλων. Τὴν μὲν δὴ διάλεξιν τὴν πρώτην ἀπὸ τῆς κρηπῖδος τοῦ νεὼ πρὸς τοὺς Ἐφεσίους διελέχθη, οὐχ ὥσπερ οἱ Σωκρατικοί, ἀλλὰ τῶν μὲν ἄλλων ἀπάγων τε καὶ ἀποσπουδάζων, φιλοσοφίᾳ δὲ μόνῃ ξυμβουλεύων προσέχειν καὶ σπουδῆς ἐμπιπλάναι τὴν Ἔφεσον μᾶλλον ἢ ῥᾳθυμίας τε καὶ ἀγερωχίας, ὁπόσην εὗρεν· ὀρχηστῶν γὰρ ἡττημένοι καὶ πρὸς πυρρίχαις αὐτοὶ ὄντες αὐλῶν μὲν πάντα μεστὰ ἦν, μεστὰ δὲ ἀνδρογύνων, μεστὰ δὲ κτύπων· ὁ δὲ καίτοι μεταθεμένων τῶν Ἐφεσίων πρὸς αὐτὸν οὐκ ἠξίου περιορᾶν ταῦτα, ἀλλʼ ἐξῄρει αὐτὰ καὶ διέβαλλε τοῖς πολλοῖς.
阿波罗尼奥斯说: “我会去的;缪斯们啊,但愿你们也赐予我们彼此倾慕。” 他在以弗所人面前进行的第一场谈话是在神殿的基台上发表的,并不像苏格拉底派那样,而是使人们脱离其他事务并使其不再认真看待那些事,建议人们专心致力于哲学,让以弗所充满热忱,而非他所见到的那种懒散与傲慢。因为他们被舞者所迷倒,热衷于武装战舞,以致各处都充满了笛声,充满了不男不女之人,充满了喧闹;但他尽管以弗所人已归向自己,却认为不应当对此等行径视而不见,反而将它们根除,并在众人面前加以斥责。
τὰς δὲ ἄλλας διαλέξεις περὶ τὰ ἄλση τὰ ἐν τοῖς ξυστοῖς δρόμοις ἐποιεῖτο, διαλεγομένου δέ ποτε περὶ κοινωνίας καὶ διδάσκοντος, ὅτι χρὴ τρέφειν τε ἀλλήλους καὶ ὑπʼ ἀλλήλων τρέφεσθαι, στρουθοὶ μὲν ἐκάθηντο ἐπὶ τῶν δένδρων σιωπῶντες, εἷς δὲ αὐτῶν προσπετόμενος ἐβόα, παρακελεύεσθαί τι δοκῶν τοῖς ἄλλοις, οἱ δέ, ὡς ἤκουσαν, αὐτοί τε ἀνέκραγον καὶ ἀρθέντες ἐπέτοντο ὑπὸ τῷ ἑνί. ὁ μὲν δὴ Ἀπολλώνιος εἴχετο τοῦ λόγου γιγνώσκων μέν, ἐφʼ ὅ τι οἱ στρουθοὶ πέτοιντο, πρὸς δὲ τοὺς πολλοὺς οὐχ ἑρμηνεύων αὐτό, ἐπεὶ δὲ ἀνέβλεψαν ἐς αὐτοὺς πάντες καὶ ἀνοήτως ἔνιοι τερατῶδες αὐτὸ ἐνόμισαν, παραλλάξας ὁ Ἀπολλώνιος τοῦ λόγου παῖς εἶπεν ὤλισθεν ἀπάγων πυροὺς ἐν σκάφῃ καὶ κακῶς αὐτοὺς ξυλλεξάμενος αὐτὸς μὲν ἀπελήλυθε, πολλοὺς δʼ ἐσκεδασμένους ἀπολέλοιπεν ἐν στενωπῷ τῷ δεῖνι, ὁ δὲ στρουθὸς παρατυχὼν οὗτος πρόξενος τοῖς ἄλλοις ἥκει τοῦ ἑρμαίου καὶ ποιεῖται αὐτοὺς ξυσσίτους. οἱ μὲν δὴ πλεῖστοι τῶν ἀκροωμένων δρόμῳ ἐπὶ τοῦτο ᾤχοντο, ὁ δὲ Ἀπολλώνιος πρὸς τοὺς παρόντας διῄει τὸν λόγον, ὃν περὶ τῆς κοινωνίας προὔθετο, καὶ ἐπειδὴ ἀφίκοντο βοῶντές τε καὶ μεστοὶ θαύματος οἱ μὲν στρουθοὶ εἶπεν ὁρᾶτε, ὡς ἐπιμελοῦνταί τε ἀλλήλων καὶ κοινωνίᾳ χαίρουσιν, ἡμεῖς δὲ οὐκ ἀξιοῦμεν, ἀλλὰ κἂν κοινωνοῦντα ἑτέροις ἴδωμεν, ἐκεῖνον μὲν ἀσωτίαν καὶ τρυφὴν καὶ τὰ τοιαῦτα ἡγούμεθα, τοὺς δὲ ὑπʼ αὐτοῦ τρεφομένους παρασίτους τε καὶ κόλακας φαμέν. καὶ τί λοιπὸν ἀλλʼ ἢ ξυγκλείσαντας αὑτούς, ὥσπερ τοὺς σιτευομένους τῶν ὀρνίθων, ἐν σκότῳ γαστρίζεσθαι, μέχρις ἂν διαρραγῶμεν παχυνόμενοι;3
他的其他谈话通常在有顶柱廊跑道周围的树林里进行。有一次,当他正在谈论相处互助之道,教导人们应当彼此扶养、相互供养时,一些麻雀静静地栖息在树上;其中一只飞了过来并叫喊着,似乎在向其他麻雀发出某种召唤;其他麻雀一听到,也叫喊起来,展翅随同那一只飞去。阿波罗尼奥斯继续他的论述,虽然知道那些麻雀为何而飞,却没有向众人解释;但是当所有人都抬头仰望它们,有些人还愚蠢地认为这是某种异兆时,阿波罗尼奥斯便转换了话题,说道: “一个用木盆运送小麦的童仆滑倒了,他草草收拾了一下就离开了,却在某条小巷里留下了许多散落的麦粒;而这只麻雀偶然碰见这笔意外之财,便来给其他麻雀充当向导,把它们变成共进晚餐的同伴。” 大多数听众奔跑着赶去那个地方,阿波罗尼奥斯则对留下的人继续讲授他预定关于相处互助的论述;当他们高声喊叫、满怀惊叹地回来时,他说: “你们看那些麻雀,它们是多么彼此关怀并乐于相处共享;而我们却不肯如此,即使看见有人与别人分享,我们也认为那人是挥霍、奢靡等等,而将那些被他供养的人称为食客和谄媚者。那么,除了像那些被催肥的鸟禽一样,把自己关在黑暗中大吃大喝,直到我们因发胖而胀裂之外,我们还剩下什么别的可做呢?”
- 4.1ὁ μὲν σοφίας, ὁ δὲ εἴδους, ὁ δὲ διαίτης, ὁ δὲ σχήματος, οἱ δὲ πάντων ὁμοῦ θαυμασταὶ ὄντες
对 ἠκολούθουν 隐含的复数主语的分指同位语(ὁ μέν ... ὁ δέ),θαυμασταὶ ὄντες 构成修饰分词短语。各属格(σοφίας, εἴδους, διαίτης, σχήματος, πάντων)由动作施事名词 θαυμασταί(派生自动词 θαυμάζω)所支配,作宾格性属格。
- 4.1τουτὶ γὰρ αὐτός τε βούλεσθαι καὶ δοκεῖν ταῖς Μοίραις
承接前文 ὁ θεὸς ἐκέλευσε(神祇吩咐)的神谕内容而构成的间接引语,采用不定式结构(τουτὶ ... βούλεσθαι καὶ δοκεῖν),其中 τουτί 兼作 βούλεσθαι 的宾语与 δοκεῖν 的宾格主语。βούλεσθαι 的主语代词 αὐτός 指代神祇自身,保留主格形式以强调其与支配动词之主语的一致性。
- 4.3καὶ τί λοιπὸν ἀλλʼ ἢ ξυγκλείσαντας αὑτούς, ὥσπερ τοὺς σιτευομένους τῶν ὀρνίθων, ἐν σκότῳ γαστρίζεσθαι, μέχρις ἂν διαρραγῶμεν παχυνόμενοι;
惯用表达 τί λοιπὸν ἀλλʼ ἤ(“除……之外还剩下什么”)支配不定式 γαστρίζεσθαι。分词 ξυγκλείσαντας 为宾格,与该不定式隐含的逻辑主语(泛指人们,语境中指代包括说话者在内的“我们”)一致,并在语义上与后文时间从句中的第一人称复数虚拟式 διαρραγῶμεν 呼应。
