- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:4.34-4.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼奥斯依梦兆前往克里特岛巡访圣地并预言新岛诞生,随后启程前往尼禄正严酷迫害哲学家的罗马。
διατρίψας δʼ ἐν τῇ Σπάρτῃ μετὰ τὴν Ὀλυμπίαν χρόνον, ὡς ἐτελεύτα ὁ χειμών, ἐπὶ Μαλέαν ἦλθεν ἀρχομένου ἦρος, ὡς ἐς τὴν Ῥώμην ἀφήσων. διανοουμένῳ δʼ αὐτῷ ταῦτα ἐγένετο ὄναρ τοιόνδε· ἐδόκει γυναῖκα μεγίστην τε καὶ πρεσβυτάτην περιβάλλειν αὐτὸν καὶ δεῖσθαί οἱ ξυγγενέσθαι, πρὶν ἐς Ἰταλοὺς πλεῦσαι, Διὸς δὲ εἶναι ἡ τροφὸς ἔλεγε1 καὶ ἦν αὐτῇ στέφανος πάντʼ ἔχων τὰ ἐκ γῆς καὶ θαλάττης. λογισμὸν δὲ αὑτῷ διδοὺς τῆς ὄψεως ξυνῆκεν, ὅτι πλευστέα εἴη2 ἐς Κρήτην πρότερον, ἣν τροφὸν ἡγούμεθα τοῦ Διός, ἐπειδὴ ἐν ταύτῃ ἐμαιεύθη, ὁ δὲ στέφανος καὶ ἄλλην ἴσως δηλώσαι νῆσον. οὐσῶν δὲ ἐν Μαλέᾳ νεῶν πλειόνων, αἳ ἐς Κρήτην ἀφήσειν ἔμελλον, ἐνέβη ναῦν ἀποχρῶσαν τῷ κοινῷ· κοινὸν δὲ ἐκάλει τούς τε ἑταίρους καὶ τοὺς τῶν ἑταίρων δούλους, οὐδὲ γὰρ ἐκείνους παρεώρα. προσπλεύσας δὲ Κυδωνίᾳ καὶ παραπλεύσας ἐς Κνωσσὸν τὸν μὲν Λαβύρινθον,3 ὃς ἐκεῖ δείκνυται, ξυνεῖχε δέ, οἶμαί, ποτε τὸν Μινώταυρον, βουλομένων ἰδεῖν τῶν ἑταίρων, ἐκείνοις μὲν ξυνεχώρει τοῦτο, αὐτὸς δὲ οὐκ ἂν ἔφη θεατὴς γενέσθαι τῆς ἀδικίας τοῦ Μίνω. προῄει δὲ ἐπὶ Γόρτυναν πόθῳ τῆς Ἴδης. ἀνελθὼν οὖν καὶ τοῖς θεολογουμένοις ἐντυχὼν ἐπορεύθη καὶ ἐς τὸ ἱερὸν τὸ Λεβηναῖον· ἔστι δὲ Ἀσκληπιοῦ καὶ ὥσπερ ἡ Ἀσία ἐς τὸ Πέργαμον, οὕτως ἐς τὸ ἱερὸν τοῦτο ξυνεφοίτα ἡ Κρήτη, πολλοὶ δὲ καὶ Λιβύων ἐς αὐτὸ περαιοῦνται· καὶ γὰρ τέτραπται πρὸς τὸ Λιβυκὸν πέλαγος κατὰ γοῦν τὴν Φαιστόν, ἔνθα τὴν πολλὴν ἀνείργει θάλατταν ὁ μικρὸς λίθος. Λεβηναῖον δὲ τὸ ἱερὸν ὠνομάσθαι φασίν, ἐπειδὴ ἀκρωτήριον ἐξ αὐτοῦ κατατείνει λέοντι εἰκασμένον, οἷα πολλὰ αἱ ξυντυχίαι τῶν πετρῶν ἀποφαίνουσι, μῦθόν τε ἐπὶ τῷ ἀκρωτηρίῳ ᾅδουσιν, ὡς λέων εἷς οὗτος γένοιτο τῶν ὑποζυγίων ποτὲ τῇ Ῥέᾳ. ἐνταῦθα διαλεγομένου ποτὲ τοῦ Ἀπολλωνίου περὶ μεσημβρίαν, διελέγετο δὲ πολλοῖς ἀνδράσιν, ὑφʼ ὧν τὸ ἱερὸν ἐθεραπεύετο, σεισμὸς ἀθρόως τῇ Κρήτῃ προσέβαλε, βροντὴ δὲ οὐκ ἐκ νεφῶν, ἀλλʼ ἐκ τῆς γῆς ὑπήχησεν, ἡ θάλαττα δὲ ὑπενόστησε στάδια ἴσως ἑπτά. καὶ οἱ μὲν πολλοὶ ἔδεισαν, μὴ τὸ πέλαγος ὑποχωρῆσαν ἐπισπάσηται τὸ ἱερὸν καὶ ἀπενεχθῶσιν, ὁ δὲ Ἀπολλώνιος θαρσεῖτε, ἔφη ἡ γὰρ θάλαττα γῆν ἔτεκε. καὶ οἱ μὲν ᾤοντο αὐτὸν τὴν ὁμόνοιαν τῶν στοιχείων λέγειν, καὶ ὅτι μηδὲν ἂν ἡ θάλαττα νεώτερον ἐς τὴν γῆν ἐργάσαιτο, μετὰ δὲ ἡμέρας ὀλίγας ἀφικόμενοί τινες ἐκ τῆς Κυδωνιάτιδος ἤγγειλαν, ὅτι κατὰ τὴν ἡμέραν τε καὶ μεσημβρίαν, ἣν ἐγένετο ἡ διοσημία, νῆσος ἐκ τῆς θαλάττης ἀνεδόθη περὶ τὸν πορθμὸν τὸν διαρρέοντα Θήραν τε καὶ Κρήτην. ἐάσαντες οὖν λόγων μῆκος ἔλθωμεν καὶ ἐπὶ τὰς ἐν Ῥώμῃ σπουδάς, αἳ ἐγένοντο αὐτῷ μετὰ τὰ ἐν Κρήτῃ.
在奥林匹亚祭后于斯巴达逗留了一段时日,随着冬季结束,阿波罗尼奥斯在初春前往马勒阿海角,打算启航前往罗马。正当他筹划此事时,做了一个这样的梦:一位身材极其高大且年岁极长的妇人仿佛拥抱着他,恳求他在航向意大利之前先去拜访她;她自称是宙斯的乳母,头上戴着一顶聚齐了陆地与海洋所产万物的王冠。他自己思忖这番景象,便明白应当先航行去克里特岛——因为我们视该岛为宙斯的乳母,神正是在那里接生的;而那顶王冠或许还预示着另一座岛屿。当时在马勒阿有几艘正准备驶往克里特岛的船只,他便登上一艘足够容纳他们全团的船;所谓“全团”,他指的是同伴们以及同伴们的奴仆,因为他连这些人也未曾忽视。 船驶达库多尼亚,继而沿岸航行至克诺索斯,当同伴们想要参观当地展示的迷宫——我想这迷宫曾关押过弥诺陶洛斯——时,他应允了他们,却声明自己绝不愿成为弥诺斯之不义的旁观者。出于对伊达山的向往,他继续前行至戈尔廷。在登临该山并寻访了神话所载诸圣地之后,他又前往莱贝纳的圣所。这是一处阿斯克勒庇俄斯的圣所,正如整个亚细亚汇聚于帕加马一样,克里特岛人也都汇聚于此圣所,甚至许多利比亚人亦渡海前来;因为它在法伊斯托斯一带正对着利比亚海,在那处微小的礁石抵挡着浩瀚的巨浪。据说这处圣所被称为莱贝奈翁,是因为从那里延伸出一座形似雄狮的海岬,这正如岩石天然的造化往往展现的那样;人们还歌咏关于这海岬的神话,称这只雄狮曾是为瑞亚拉车的神兽之一。 有一次,约在正午时分,阿波罗尼奥斯在那里与人交谈——当时他正与许多供奉该圣所的人谈论——地震猛然袭击了克里特岛,雷声并非来自云端,而是自地底隆隆作响,海水退去了大约七斯塔德。大多数人唯恐退去的大海会把圣所一并拖走,将他们尽皆卷走;但阿波罗尼奥斯说道: “放心吧;因为大海产下了陆地。” 众人都以为他指的是元素间的谐和,大海不会对陆地造成任何剧烈变故;然而几天之后,从库多尼亚地区赶来的人报告说,就在发生那凶兆异象的当天正午,在锡拉与克里特之间的海峡中,一座岛屿已从海中升起。 那么,免去长篇赘述,让我们进而谈谈他在克里特之后于罗马所展开的严肃事业。
Νέρων οὐ ξυνεχώρει φιλοσοφεῖν, ἀλλὰ περίεργον αὐτῷ χρῆμα οἱ φιλοσοφοῦντες ἐφαίνοντο καὶ μαντικὴν συσκιάζοντες, καὶ ἤχθη ποτὲ ὁ τρίβων ἐς δικαστήριον, ὡς μαντικῆς σχῆμα. ἐῶ τοὺς ἄλλους, ἀλλὰ Μουσώνιος ὁ Βαβυλώνιος, ἀνὴρ Ἀπολλωνίου μόνου δεύτερος ἐδέθη ἐπὶ σοφίᾳ καὶ ἐκεῖ μένων ἐκινδύνευσεν, ἀπέθανε δʼ ἂν τὸ ἐπὶ τῷ δήσαντι,4 εἰ μὴ σφόδρα ἔρρωτο.
尼禄不准人们从事哲学,在他看来,哲学家是一群多管闲事、以此掩护占卜术之徒;粗呢斗篷甚至一度被带上法庭,被视作占卜术的法服。且不提他人,单是地位仅次于阿波罗尼奥斯的巴比伦人穆索尼奥斯,就因智慧而被捕入狱,留居狱中性命堪忧;若非他体魄极为强健,就抓捕囚禁他的人所指望的而言,他早已命丧黄泉了。
- 4.34Διὸς δὲ εἶναι ἡ τροφὸς ἔλεγε
间接引语中与主语一致的谓语主格。由于不定式 εἶναι 的逻辑主语与支配动词 ἔλεγε 的主语(梦中妇人)相同,不定式的补足语 ἡ τροφὸς 未采用宾格,而是保持为主格。
- 4.34πλευστέα εἴη
动词性形容词(-τέος)的中性复数无人称结构,意义等同于 πλευστέον εἴη(“必须航行”)。由于置于从属过去历史时态的间接引语中(ξυνῆκεν, ὅτι...),动词采取了祈愿语气。
- 4.34τὸν μὲν Λαβύρινθον
置于句首的主题化结构(前置/隔越倒装 hyperbaton)。宾格短语 τὸν μὲν Λαβύρινθον 被置于句首充当话题,预先充当下文属格独立结构中不定式 ἰδεῖν 的宾语,随后引出主句 ἐκείνοις μὲν ξυνεχώρει τοῦτο。
- 4.35τὸ ἐπὶ τῷ δήσαντι
限定性副词宾格成语,意为“就……而言”或“在……的能力/意图所及范围内”。在此修饰与事实相反的主句谓语 ἀπέθανε δʼ ἄν,意即“就囚禁他的人的意图而言,他早已死去了”。
