← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§4.36-4.37

菲洛劳斯的警告与前往尼禄统治下的罗马

阿波罗尼奥斯在罗马城外遇见菲洛劳斯,虽得知尼禄的荒唐暴政与对哲学家的迫害,仍执意前往,并借门徒的恐慌甄别出坚定的追随者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.36

ἐν τοιαύτῃ καταστάσει φιλοσοφίας οὔσης ἔτυχε προσιὼν τῇ Ῥώμῃ, στάδια δὲ εἴκοσι καὶ ἑκατὸν ἀπέχων ἐνέτυχε Φιλολάῳ τῷ Κιττιεῖ περὶ τὸ νέμος τὸ ἐν τῇ Ἀρικίᾳ. ἦν δὲ ὁ Φιλόλαος τὴν μὲν γλῶτταν ξυγκείμενος, μαλακώτερος δὲ καρτερῆσαί τι.1 οὗτος ἀναλύων ἀπὸ τῆς Ῥώμης αὐτός τε ἐῴκει φεύγοντι καὶ ὅτῳ ἐντύχοι φιλοσοφοῦντι παρεκελεύετο τὸ αὐτὸ πράττειν. προσειπὼν οὖν τὸν Ἀπολλώνιον ἐκέλευεν ἐκστῆναι τῷ καιρῷ, μηδὲ ἐπιφοιτᾶν τῇ Ῥώμῃ διαβεβλημένου τοῦ φιλοσοφεῖν, καὶ διηγεῖτο τὰ ἐκεῖ πραττόμενα θαμὰ ἐπιστρεφόμενος, μὴ ἐπακροῷτό τις αὐτοῦ κατόπιν. σὺ δὲ καὶ χορὸν φιλοσόφων ἀναψάμενος εἶπε βαδίζεις φθόνου μεστὸς οὐκ εἰδὼς τοὺς ἐπιτεταγμένους ταῖς πύλαις ὑπὸ Νέρωνος, οἳ ξυλλήψονταί σέ τε καὶ τούτους, πρὶν ἔσω γενέσθαι. τί δʼ εἶπεν ὦ Φιλόλαε, τὸν αὐτοκράτορα σπουδάζειν φασίν; ἡνιοχεῖ ἔφη δημοσίᾳ καὶ ᾅδει παριὼν ἐς τὰ Ῥωμαίων θέατρα καὶ μετὰ τῶν μονομαχούντων ζῇ, μονομαχεῖ δὲ καὶ αὐτὸς καὶ ἀποσφάττει. ὑπολαβὼν οὖν ὁ Ἀπολλώνιος εἶτα, ἔφη ὦ βέλτιστε, μεῖζόν τι ἡγῇ θέαμα ἀνδράσι πεπαιδευμένοις ἢ βασιλέα ἰδεῖν ἀσχημονοῦντα; θεοῦ μὲν γὰρ παίγνιον ἄνθρωπος εἶπε κατὰ τὴν Πλάτωνος δόξαν, βασιλεὺς δὲ ἀνθρώπων παίγνιον γιγνόμενος καὶ χαριζόμενος τοῖς ὄχλοις τὴν ἑαυτοῦ αἰσχύνην τίνας οὐκ ἂν παράσχοι λόγους τοῖς φιλοσοφοῦσι; νὴ Δίʼ, εἶπεν ὁ Φιλόλαος εἴγε μετὰ τοῦ ἀκινδύνου γίγνοιτο, εἰ δὲ ἀπόλοιο ἀναχθεὶς καὶ Νέρων σε ὠμὸν φάγοι μηδὲν ἰδόντα ὧν πράττει, ἐπὶ πολλῷ ἔσται σοι τὸ ἐντυχεῖν αὐτῷ καὶ ἐπὶ πλείονι2 ἢ τῷ Ὀδυσσεῖ ἐγένετο, ὁπότε παρὰ τὸν Κύκλωπα ἦλθεν, ἀπώλεσε γὰρ πολλοὺς τῶν ἑταίρων ποθήσας ἰδεῖν αὐτὸν καὶ ἡττηθεὶς ἀτόπου καὶ ὠμοῦ θεάματος. ὁ δὲ Ἀπολλώνιος οἴει γὰρ ἔφη τοῦτον ἧττον ἐκτετυφλῶσθαι τοῦ Κύκλωπος, εἰ τοιαῦτα ἐργάζεται; καὶ ὁ Φιλόλαος πραττέτω μέν, εἶπεν ὅ τι βούλεται, σὺ δὲ ἀλλὰ τούτους σῶζε. φωνῇ δὲ ταῦτα μείζονι ἔλεγε καὶ ἐῴκει κλᾴοντι. ἐνταῦθα δείσας ὁ Δάμις περὶ τοῖς νέοις, μὴ χείρους αὑτῶν γένοιντο3 ὑπὸ τῆς τοῦ Φιλολάου πτοίας, ἀπολαβὼν τὸν Ἀπολλώνιον ἀπολεῖ ἔφη τοὺς νέους ὁ λαγὼς οὗτος τρόμων καὶ ἀθυμίας ἀναπιμπλὰς πάντα. ὁ δὲ Ἀπολλώνιος καὶ μὴν πολλῶν ἔφη ἀγαθῶν ὄντων, ἃ μηδʼ εὐξαμένῳ μοι πολλάκις παρὰ τῶν θεῶν γέγονε, μέγιστον ἂν ἔγωγε φαίην ἀπολελαυκέναι τὸ νυνὶ τοῦτο, παραπέπτωκε γὰρ βάσανος τῶν νέων, ἣ σφόδρα ἐλέγξει τοὺς φιλοσοφοῦντάς τε αὐτῶν καὶ τοὺς ἕτερόν τι μᾶλλον ἢ τοῦτο πράττοντας. καὶ ἠλέγχθησαν αὐτίκα οἱ μὴ ἐρρωμένοι σφῶν, ὑπὸ γὰρ τῶν τοῦ Φιλολάου λόγων ἀπαχθέντες οἱ μὲν ἔφασαν νοσεῖν, οἱ δʼ οὐκ εἶναι αὑτοῖς ἐφόδια, οἱ δὲ τῶν οἴκοι ἐρᾶν, οἱ δὲ ὑπὸ ὀνειράτων ἐκπεπλῆχθαι, καὶ περιῆλθεν ἐς ὀκτὼ ὁμιλητὰς ὁ Ἀπολλώνιος ἐκ τεττάρων καὶ τριάκοντα, οἳ ξυνεφοίτων αὐτῷ ἐς τὴν Ῥώμην. οἱ δʼ ἄλλοι Νέρωνά τε καὶ φιλοσοφίαν ἀποδράντες φυγῇ ᾤχοντο.

在哲学处于如此境地之时,他适逢接近罗马,在距离一百二十斯塔德的阿里基亚树林一带遇到了基提翁的菲洛劳斯。菲洛劳斯言辞虽工整得体,却过于软弱而无法忍受任何苦难。此人离开罗马,自身既似逃亡之徒,又劝告凡所遇见的研习哲学之人也一概如法炮制。于是他向阿波罗尼奥斯致意后,劝他顺应时势,切莫在哲学备受毁谤之际造访罗马,并在讲述那里的所作所为时频频回顾,唯恐有人从背后偷听他。 “而你却还带着一队哲学家,”他说,“满招人妒地前行,浑然不知尼禄已派人把守各城门,他们会在你们进城之前就将你和这些人尽数拘捕。” “菲洛劳斯啊,”他问,“人们说皇帝究竟在热衷于何事呢?” “他在公开场合驾驭马车,”他回答道,“登台进入罗马人的剧场引吭高歌,与角斗士们同居共处,甚至自己也充当角斗士并割断对手的喉咙。” 阿波罗尼奥斯接着说道: “那么,我至善的朋友,你以为对于受过教养的人而言,还有什么奇观胜过亲眼目睹一位君王丑态毕露呢?因为照柏拉图的看法,人固然是神的玩物,但一个君王沦为世人的玩物,并将自己的羞耻奉献取悦于暴民,又能给哲学家们提供多少不尽的话题啊!” “指宙斯起誓!” 菲洛劳斯说,“倘若没有危险,固然极好;但如果你被押解去送命,在根本没能见到他的任何作为之前就被尼禄生吞活剥,那么你与他的相遇将使你付出巨大代价,其代价甚至超过奥德修斯前往独眼巨人处时所付出的;因为奥德修斯正因渴望见到独眼巨人,被怪诞而残暴的景象所迷摄,才失去了许多同伴。” 阿波罗尼奥斯说: “难道你以为,这人做出这等事来,眼瞎的程度竟比独眼巨人还轻吗?” 菲洛劳斯说: “任由他做他想做的事吧,但你无论如何得救救这些人。” 他说这话时声音更大了,仿佛快要哭出来。此时达米斯为年轻人担忧,害怕他们在菲洛劳斯的惊恐影响下失却常态,便拉过阿波罗尼奥斯说: “这只野兔般的胆小鬼会毁了这群年轻人,四处散播惶恐与气馁。” 阿波罗尼奥斯说: “然而在众神常常赐予我、甚至未经我祈求的诸多恩典中,我敢说自己所领受的当以此事为最重;因为年轻人的试金石适时而降,它将彻底甄别出他们之中谁在真正研习哲学,谁又志在别处而非在此道。” 于是他们当中意志不坚者立刻显露了本色:在菲洛劳斯言语的动摇下,有人托称患病,有人推说缺少盘缠,有人自言思念家乡,还有人声称被恶梦吓破了胆;原先跟随阿波罗尼奥斯前往罗马的三十四位同伴,最终削减到只剩八位。其余的人则落荒而逃,既逃避尼禄,也逃避了哲学。

语法注3 条
  1. 4.36ἦν δὲ ὁ Φιλόλαος τὴν μὲν γλῶτταν ξυγκείμενος, μαλακώτερος δὲ καρτερῆσαί τι

    宾格 τὴν γλῶτταν 为表范围或关涉的修饰性宾格(“在言辞方面”)。分词 ξυγκείμενος 引申指文辞组织严整、修辞得体。比较级 μαλακώτερος(更为软弱)后接起补充说明作用的不定式 καρτερῆσαι,表程度不足以承受某事,即“过于软弱以至于无法忍受任何困苦”。

  2. 4.36ἐπὶ πολλῷ ἔσται σοι τὸ ἐντυχεῖν αὐτῷ καὶ ἐπὶ πλείονι

    介词短语 ἐπὶ πολλῷ 与 ἐπὶ πλείονι 配合与格,表示价格或代价,在此作习语用法,意为“付出巨大/更大的代价”。与格代词 σοι 为利害与格,充当全句主语的是带冠词的不定式短语 τὸ ἐντυχεῖν αὐτῷ(“去见他”)。

  3. 4.37μὴ χείρους αὑτῶν γένοιντο

    此为由表示担忧的动词(δείσας)引出的畏惧从句,主节为过去时因而从句采用祈愿式 γένοιντο。比较级 χείρους 搭配反身代词属格 αὑτῶν 构成固定短语,字面为“比自身更低劣”,引申指“丧失本色”、“变得不如往常坚强”或“自暴自弃”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:4.36-4.37