← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§4.32-4.33

劝戒涉足商船的斯巴达青年与回复皇帝国书

阿波罗尼奥斯劝谕一位因经营船运而遭起诉的斯巴达名门青年悔改弃商,并为他在督政官面前免除诉讼;随后在斯巴达人苦于如何回复皇帝的斥责信函时,他以简练之言告诫他们谨言慎写。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.32

ἐτύγχανε δὲ περὶ τὸν χρόνον τοῦτον νεανίας Λακεδαιμόνιος αἰτίαν ἔχων παρʼ αὐτοῖς, ὡς ἀδικῶν περὶ τὰ ἤθη· Καλλικρατίδα μὲν γὰρ τοῦ περὶ Ἀργινούσας ναυαρχήσαντος ἦν ἔκγονος, ναυκληρίας δὲ ἤρα καὶ οὐ προσεῖχε τοῖς κοινοῖς, ἀλλʼ ἐς Καρχηδόνα ἐξέπλει καὶ Σικελίαν ναῦς πεποιημένος. ἀκούσας οὖν κρίνεσθαι αὐτὸν ἐπὶ τούτῳ δεινὸν ᾠήθη περιιδεῖν τὸν νεανίαν ὑπαχθέντα ἐς δίκην καὶ ὦ λῷστε, ἔφη τί πεφροντικὼς περίει καὶ μεστὸς ἐννοίας; ἀγὼν εἶπεν ἐπήγγελταί μοι δημόσιος, ἐπειδὴ πρὸς ναυκληρίαις εἰμὶ καὶ τὰ κοινὰ οὐ πράττω. πατὴρ δέ σοι ναύκληρος ἐγένετο ἢ πάππος; ἄπαγε, εἶπε γυμνασίαρχοι τε καὶ ἔφοροι καὶ πατρονόμοι πάντες, Καλλικρατίδας δὲ ὁ πρόγονος καὶ τῶν ναυαρχησάντων ἐγένετο. μῶν ἔφη τὸν ἐν Ἀργινούσαις λέγεις; ἐκεῖνον εἶπε τὸν ἐν τῇ ναυαρχίᾳ ἀποθανόντα. εἶτʼ οὐ διέβαλέ σοι εἶπε τὴν θάλατταν ἡ τελευτὴ τοῦ προγόνου; μὰ Δίʼ, εἶπεν οὐ γὰρ ναυμαχήσων γε πλέω. ἀλλʼ ἐμπόρων τε καὶ ναυκλήρων κακοδαιμονέστερόν τι ἐρεῖς ἔθνος; πρῶτον μὲν περινοστοῦσι, ζητοῦσι ἀγορὰν κακῶς πράττουσαν, εἶτα προξένοις καὶ καπήλοις ἀναμιχθέντες πωλοῦσί τε καὶ πωλοῦνται καὶ τόκοις ἀνοσίοις τὰς αὑτῶν κεφαλὰς ὑποτιθέντες ἐς τὸ ἀρχαῖον σπεύδουσι, κἂν μὲν εὖ πράττωσιν, εὐπλοεῖ ἡ ναῦς καὶ πολὺν ποιοῦνται λόγον τοῦ μήτε ἑκόντες ἀνατρέψαι μήτε ἄκοντες, εἰ δὲ ἡ ἐμπορία πρὸς τὰ χρέα μὴ ἀναφέροιτο,1 μεταβάντες ἐς τὰ ἐφόλκια προσαράττουσι τὰς ναῦς καὶ τὸν ἑτέρων βίον θεοῦ ἀνάγκην εἰπόντες ἀθεώτατα καὶ οὐδὲ ἄκοντες αὐτοὶ ἀφείλοντο. εἰ δὲ καὶ μὴ τοιοῦτον ἦν τὸ θαλαττουργόν τε καὶ ναυτικὸν ἔθνος, ἀλλὰ τό γε Σπαρτιάτην ὄντα καὶ πατέρων γεγονότα, οἳ μέσην ποτὲ τὴν Σπάρτην ᾤκησαν, ἐν κοίλῃ νηὶ κεῖσθαι λήθην μὲν ἴσχοντα Λυκούργου τε καὶ Ἰφίτου, φόρτου δὲ μνήμονα καὶ ναυτικῆς ἀκριβολογίας, τίνος αἰσχύνης ἄπεστιν;2 εἰ γὰρ καὶ μηδὲν ἄλλο, τὴν γοῦν Σπάρτην αὐτὴν ἔδει ἐνθυμεῖσθαι, ὡς, ὁπότε μὲν τῆς γῆς εἴχετο, οὐρανομήκη δόξασαν, ἐπεὶ δὲ θαλάττης ἐπεθύμησε, βυθισθεῖσάν τε καὶ ἀφανισθεῖσαν οὐκ ἐν τῇ θαλάττῃ μόνοι, ἀλλὰ καὶ ἐν τῇ γῇ. τούτοις τὸν νεανίαν οὕτω τι ἐχειρώσατο τοῖς λόγοις, ὡς νεύσαντα αὐτὸν ἐς τὴν γῆν κλαίειν, ἐπεὶ τοσοῦτον ἤκουσεν ἀπολελεῖφθαι τῶν πατέρων, ἀποδόσθαι τε τὰς ναῦς, ἐν αἷς ἔζη. καθεστῶτα δὲ αὐτὸν ἰδὼν ὁ Ἀπολλώνιος καὶ τὴν γῆν ἀσπαζόμενον κατήγαγε παρὰ τοὺς ἐφόρους καὶ παρῃτήσατο τῆς δίκης.

正值此时,有个斯巴达青年在族人中受到控告,被指责违背风俗。原来他是曾在阿吉纽西担任海军统帅的卡利克拉提达斯的后裔,却迷恋于经营航运,对城邦公事漠不关心,反而造了船只航向迦太基与西西里。阿波罗尼奥斯听闻他将因此受审,认为坐视这青年被押赴公堂实在不忍,便问道: “尊驾,你为何如此忧心忡忡、满腹思虑地到处游荡?” 青年回答说: “我被提起公诉了,因为我专心于经营船队,不过问公事。” “难道你的父亲或祖父当过船主吗?” “绝非如此,”他说,“他们全都是体育监督官、督政官和祖法监察官,先祖卡利克拉提达斯还是海军统帅之一呢。” “莫非,”阿波罗尼奥斯说,“你指的是在阿吉纽西的那位?” “正是那位,”青年说,“就是在指挥舰队时阵亡的那一位。” “难道,”他说,“先祖的死没有让你厌弃大海吗?” “凭宙斯起誓,没有,”青年说,“因为我出航又不是为了打海战。” “然而,你能说出有什么人比商贾和船主更为命途多舛的吗?首先,他们四处游荡,寻觅歉收遭灾的市场;随后,混迹于经纪人和小贩之间,既出卖货物,自己也被盘剥,并将自己的性命抵押给邪恶的高利贷,急迫地筹措本金。若生意兴隆,船只顺风航行,他们便极力在意无论是故意还是无意都不可倾覆;但若贸易所得不足以偿还债务,他们便转乘小艇,任由大船触礁搁浅,并极尽不敬神明地声称他人赖以为生的财产之损失乃天灾定数,而事实上正是他们自己并非身不由己地夺走了这笔财产。即使涉海航海的人群并非如此恶劣,但一个身为斯巴达人、生于曾居于斯巴达显赫核心的父祖之家的人,躺在空洞的船舱里,遗忘了吕库古与伊菲托斯,只记得货物与水手的计较算计,这距离怎样的耻辱还能算远呢?即便不顾念其他,至少也当想想斯巴达自身:当她守住大地之时,她的威名耸入云霄;而一旦觊觎大海,她不仅沉沦湮没于汪洋之中,亦同样覆灭于陆地之上。” 阿波罗尼奥斯用这番话将这名青年彻底折服,以致青年听到自己竟如此背离先祖,便向地面低首痛哭,并变卖了自己赖以为生的船只。见他恢复了规矩并重新热爱大地,阿波罗尼奥斯便领他去见督政官们,为他免除了诉讼。

§4.33

κἀκεῖνο τῶν ἐν Λακεδαίμονι· ἐπιστολὴ ἐκ βασιλέως Λακεδαιμονίοις ἧκεν ἐπίπληξιν ἐς τὸ κοινὸν αὐτῶν φέρουσα, ὡς ὑπὲρ τὴν ἐλευθερίαν ὑβριζόντων, ἐκ διαβολῶν δὲ τοῦ τῆς Ἑλλάδος ἄρχοντος ἐπέσταλτο αὐτοῖς ταῦτα. οἱ μὲν δὴ Λακεδαιμόνιοι ἀπορίᾳ εἴχοντο καὶ ἡ Σπάρτη πρὸς ἑαυτὴν ἤριζεν, εἴτε χρὴ παραιτουμένους τὴν ὀργὴν τοῦ βασιλέως εἴτε ὑπερφρονοῦντας ἐπιστέλλειν· πρὸς ταῦτα ξύμβουλον ἐποιοῦντο τὸν Ἀπολλώνιον τοῦ τῆς ἐπιστολῆς ἤθους, ὁ δέ, ὡς εἶδε διεστηκότας, παρῆλθέ τε ἐς τὸ κοινὸν αὐτῶν καὶ ὧδε ἐβραχυλόγησε· Παλαμήδης εὗρε γράμματα οὐχ ὑπὲρ τοῦ γράφειν μόνον, ἀλλὰ καὶ ὑπὲρ τοῦ γιγνώσκειν, ἃ δεῖ μὴ γράφειν.3 οὕτω μὲν δὴ Λακεδαιμονίους ἀπῆγε τοῦ μήτε θρασεῖς μήτε δειλοὺς ὀφθῆναι.

在斯巴达还发生过这样一件事:皇帝送来一封致斯巴达人的信函,对他们的城邦提出谴责,指责他们逾越自由的限度而骄肆傲慢;而皇帝之所以寄来这些话,是由于希腊总督的谗言。斯巴达人陷入了困境,斯巴达内部在如何回信的问题上争执不休:究竟应当平息皇帝的怒火,还是应当傲然视之。针对此事,他们请阿波罗尼奥斯就回信的基调担任顾问。见众人意见分歧,他便走入他们的公议,简短地说了这番话: “帕拉墨得斯发明文字,不仅是为了书写,也是为了明晓何者不应当写。” 就这样,他使斯巴达人免于显得鲁莽或怯懦。

语法注3 条
  1. 4.32εἰ δὲ ἡ ἐμπορία πρὸς τὰ χρέα μὴ ἀναφέροιτο

    动词 ἀναφέρω 与 πρός 加宾格连用,作中被动态(或不及物用法),意为“(收益)足以抵偿、填补(债务)”。此处结合否定词 μή,构成条件从句,意为“若贸易所得不足以偿还债务”。

  2. 4.32ἀλλὰ τό γε Σπαρτιάτην ὄντα καὶ πατέρων γεγονότα ... ἐν κοίλῃ νηὶ κεῖσθαι ... τίνος αἰσχύνης ἄπεστιν;

    带冠词的不定式短语 τό ... κεῖσθαι 充当主句疑问句 τίνος αἰσχύνης ἄπεστιν(“距离何种耻辱还能算远呢/岂不是莫大的耻辱吗?”)的语法主语。不定式 κεῖσθαι 的逻辑主语由宾格(Σπαρτιάτην ὄντα、πατέρων γεγονότα、ἴσχοντα、μνήμονα)表示,构成长距离的离隔修饰结构。

  3. 4.33ἃ δεῖ μὴ γράφειν

    在由 ἃ 引导的关系从句中,否定词 μή 直接否定不定式 γράφειν,表示“不应当写的事物”(区别于 οὐ δεῖ γράφειν 所表达的“不必去写”)。该句与前文的 γράμματα(文字)和 τοῦ γράφειν(书写)构成词根上的双关与警句式对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:4.32-4.33