← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§4.30-4.31

斥责傲慢青年与奥林匹亚的美德讲论

阿波罗尼奥斯严斥了一名夸耀自己撰写了宙斯颂辞的浅薄青年,随后在奥林匹亚论述诸种美德,并对斯巴达长官们的提问作出了简短而切要的回答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.30

ὡς δὲ καὶ διεβέβλητο πρὸς τοὺς οἰομένους ξυγγράφειν καὶ ἀμαθεῖς ἡγεῖτο τοὺς ἁπτομένους λόγου μείζονος, ὑπάρχει μαθεῖν ἐκ τῶνδε· μειράκιον γὰρ δοκησίσοφον ἐντυχὸν αὐτῷ περὶ τὸ ἱερὸν συμπροθυμήθητί μοι1 ἔφη αὔριον, ἀναγνώσομαι γάρ τι. τοῦ δὲ Ἀπολλωνίου ἐρομένου, ὅ τι ἀναγνώσοιτο, λόγος εἶπε ξυντέτακταί μοι ἐς τὸν Δία. καὶ ἅμα ὑπὸ τῷ ἱματίῳ ἐπεδείκνυ αὐτὸν σεμνυνόμενος τῇ παχύτητι τοῦ βιβλίου. τί οὖν ἔφη ἐπαινέσῃ τοῦ Διός;2 ἢ τὸν Δία τὸν ἐνταῦθα καὶ τὸ μηδὲν εἶναι τῶν ἐν τῇ γῇ ὅμοιον; καὶ τοῦτο μέν, ἔφη πολλὰ δὲ πρὸ τούτου καὶ ἐπὶ τούτῳ ἕτερα, καὶ γὰρ αἱ ὧραι καὶ τὰ ἐν τῇ γῇ καὶ τὰ ὑπὲρ τὴν γῆν καὶ ἀνέμους εἶναι καὶ ἄστρα Διὸς πάντα. ὁ δὲ Ἀπολλώνιος δοκεῖς μοι εἶπεν ἐγκωμιαστικός τις εἶναι σφόδρα. διὰ τοῦτο ἔφη καὶ ποδάγρας ἐγκώμιόν τί μοι ξυντέτακται καὶ τοῦ τυφλόν τινα ἢ κωφὸν εἶναι. ἀλλὰ μηδὲ τοὺς ὑδέρους εἶπε μηδὲ τοὺς κατάρρους ἀποκήρυττε τῆς ἑαυτοῦ σοφίας, εἰ βούλοιο ἐπαινεῖν τὰ τοιαῦτα, βελτίων δὲ ἔσῃ καὶ τοῖς ἀποθνήσκουσιν ἑπόμενος καὶ διιὼν ἐπαίνους τῶν νοσημάτων, ὑφʼ ὧν ἀπέθανον, ἧττον γὰρ ἐπʼ αὐτοῖς ἀνιάσονται πατέρες τε καὶ παῖδες καὶ οἱ ἀγχοῦ τῶν ἀποθανόντων. κεχαλινωμένον δὲ ἰδὼν τὸ μειράκιον ὑπὸ τοῦ λόγου ὁ ἐγκωμιάζων, εἶπεν ὦ ξυγγραφεῦ, πότερον ἃ οἶδεν ἐπαινέσεται ἄμεινον ἢ ἃ οὐκ οἶδεν; ἃ οἶδεν, ἔφη πῶς γὰρ ἄν τις ἐπαινοῖ, ἃ οὐκ οἶδε; τὸν πατέρα οὖν ἤδη ποτὲ τὸν σαυτοῦ ἐπῄνεσας; ἐβουλήθην, εἶπεν ἀλλʼ ἐπεὶ μέγας τι μοι δοκεῖ καὶ γενναῖος ἀνθρώπων τε ὧν οἶδα κάλλιστος οἶκόν τε ἱκανὸς οἰκῆσαι καὶ σοφίᾳ ἐς πάντα χρῆσθαι, παρῆκα τὸν ἐς αὐτὸν ἔπαινον, ὡς μὴ αἰσχύνοιμι τὸν πατέρα λόγῳ ἥττονι. δυσχεράνας οὖν ὁ Ἀπολλώνιος, τουτὶ δὲ πρὸς τοὺς φορτικοὺς τῶν ἀνθρώπων ἔπασχεν εἶτα, ἔφη ὦ κάθαρμα, τὸν μὲν πατέρα τὸν σεαυτοῦ, ὃν ἴσα καὶ σεαυτὸν γιγνώσκεις, οὐκ ἄρʼ οἴει πότʼ ἂν ἱκανῶς ἐπαινέσαι, τὸν δʼ ἀνθρώπων καὶ θεῶν πατέρα καὶ δημιουργὸν τῶν ὅλων, ὅσα περὶ ἡμᾶς καὶ ὑπὲρ ἡμᾶς ἐστιν, εὐκόλως οὕτως ἐγκωμιάζων3 οὔθʼ, ὃν ἐπαινεῖς, δέδιας, οὔτε ξυνίης ἐς λόγον καθιστάμενος μείζονα ἀνθρώπου;

他对于那些自以为擅长著述者抱有反感,并认为凡染指超出自身力量之宏论者皆属无知,这一点可从下述之事中得知:一个自命不凡的年轻人在这座圣所附近遇见了他,说道:“请你明天助我一臂之力,与我共聚热情,因为我将要朗诵一篇文字。”阿波罗尼奥斯问他要朗读什么,他回答说:“我撰写了一篇献给宙斯的颂辞。”同时他在长袍下显露出文稿,因书卷的厚重而洋洋自得。“那么,”阿波罗尼奥斯问,“你将称赞宙斯的什么呢?是此地的宙斯像,以及世上没有任何事物能与他相比吗?”“此乃其一,”年轻人说,“但这之前还有许多,在此之后亦有别的,因为四时、地上之物与天上之物、风与星辰皆归宙斯所有。”阿波罗尼奥斯说:“依我看,你似乎是个极度热衷于作颂辞的人。”“正是因此,”年轻人说,“我还写过痛风的颂辞,以及论失明或耳聋的颂辞。”阿波罗尼奥斯说:“既然你乐于称赞此类事物,那就也不要将水肿或卡他排斥于你的智慧之外;若你跟随那些去世之人,细数致他们于死地的疾病之颂辞,你倒能做得更好一些,因为这样一来,死者的父亲、子女以及身旁的亲眷便不会为他们如此悲伤了。”见那年轻人被这番话说得哑口无言,他便说道:“作颂者啊,作家先生,一个人究竟是能更好地称赞自己所知晓的事物,还是自己所不知晓的事物?”“自然是自己所知晓的,”年轻人说,“因为人岂能称赞自己不知之事?”“那么你可曾称赞过你自己的父亲?”“我曾想过,”年轻人说,“但他对我而言似乎甚为伟大而高尚,是我所认识之人中最俊美者,既擅治家,又能处处运用智慧,我便放弃了对他的称赞,以免用拙劣的言辞羞辱了父亲。”阿波罗尼奥斯便愤慨起来——他对傲慢粗鄙之人向来如此——说道:“那么,你这个败类,对于你自己像了解自己一样熟知的亲生父亲,你认为自己绝不可能予以充分的赞颂,而对于人类与诸神之父、凡我们周围及上天所有万物的创造者,你却如此轻率地加以赞美,难道你既不畏惧你所称赞的对象,也不明白自己正涉足于超越凡人力量的宏论吗?”

§4.31

αἱ δὲ ἐν Ὀλυμπίᾳ διαλέξεις τῷ Ἀπολλωνίῳ περὶ τῶν χρησιμωτάτων ἐγίγνοντο, περὶ σοφίας τε καὶ ἀνδρείας καὶ σωφροσύνης καὶ καθάπαξ, ὁπόσαι ἀρεταί εἰσι, περὶ τούτων ἀπὸ τῆς κρηπῖδος τοῦ νεὼ διελέγετο πάντας ἐκπλήττων οὐ ταῖς διανοίαις μόνον, ἀλλὰ καὶ ταῖς ἰδέαις τοῦ λόγου. περιστάντες δὲ αὐτὸν οἱ Λακεδαιμόνιοι ξένον τε παρὰ τῷ Διὶ ἐποιοῦντο καὶ τῶν οἴκοι νέων πατέρα βίου τε νομοθέτην καὶ γερόντων γέρας. ἐρομένου δὲ Κορινθίου τινὸς κατὰ ἀχθηδόνα, εἰ καὶ θεοφάνια αὐτῷ ἄξουσι, ναὶ τὼ Σιώ, ἔφη, ἕτοιμά γε.4 ὁ δὲ Ἀπολλώνιος ἀπήγαγεν αὐτοὺς τῶν τοιούτων, ὡς μὴ φθονοῖτο. ἐπεὶ δὲ ὑπερβὰς τὸ Ταύγετον εἶδεν ἐνεργὸν Λακεδαίμονα καὶ τὰ τοῦ Λυκούργου πάτρια εὖ πράττοντα, οὐκ ἀηδὲς ἐνόμισε τὸ καὶ τοῖς τέλεσι τῶν Λακεδαιμονίων ξυγγενέσθαι περὶ ὧν ἐρωτᾶν ἐβούλοντο. ἤροντο οὖν ἀφικόμενον, πῶς θεοὶ θεραπευτέοι, ὁ δὲ εἶπεν ὡς δεσπόται. πάλιν ἤροντο, πῶς ἥρωες· ὡς πατέρες. τρίτον δὲ ἐρομένων, πῶς δὲ ἄνθρωποι οὐ Λακωνικὸν ἔφη τὸ ἐρώτημα. ἤροντο καὶ ὅ τι ἡγοῖτο τοὺς παρʼ αὐτοῖς νόμους, ὁ δὲ εἶπεν ἀρίστους διδασκάλους, οἱ διδάσκαλοι δὲ εὐδοκιμήσουσιν, ἢν οἱ μαθηταὶ μὴ ῥᾳθυμῶσιν. ἐρομένων δʼ αὐτῶν, τί περὶ ἀνδρείας ξυμβουλεύοι, καὶ τί ἔφη τῇ ἀνδρείᾳ χρήσεσθε;

阿波罗尼奥斯在奥林匹亚所作的谈论皆关乎最为有益之事:关于智慧、勇气、节制,总而言之,关于一切美德。他立于神殿的基座上探讨这些主题,不仅以思想、亦以言辞的风格令所有人惊叹。斯巴达人簇拥着他,在宙斯身旁奉他为客宾,视他为本国青年的父亲、生活的立法者以及长老的荣耀。当一名科林斯人心怀恶意地问及他们是否也要为阿波罗尼奥斯举行神显节庆时,一名斯巴达人说:“凭双子神起誓,我们确已准备妥当。”但阿波罗尼奥斯使他们打消了此类念头,以免招致嫉恨。当他翻越泰格特斯山,看见斯巴达充满生机、吕库古的祖制井然有序时,他便觉得与斯巴达的长官们就他们所欲询问之事展开交谈亦非不快之事。于是,当他抵达时,他们询问当如何敬奉诸神,他答道:“奉之如主君。”他们又问当如何敬奉英雄,答道:“奉之如父亲。”当他们第三次询问当如何对待凡人时,他说:“这并非斯巴达式的问题。”他们又问他如何看待他们的法律,他回答说:“是最优秀的导师;然而唯有当弟子们不懈怠时,导师们才会享有盛誉。”当他们询问关于勇气有何建议时,他说:“那你们又将把勇气用于何处呢?”

语法注4 条
  1. 4.30συμπροθυμήθητί μοι

    复合动词 συμπροθυμέομαι 支配与格(μοι),表示“与某人共同倾注热情/关注”或“协助某人”,在此语境中引出年轻人请求对方前来专心聆听其诵读的要求。

  2. 4.30τί οὖν ἐπαινέσῃ τοῦ Διός;

    τοῦ Διός 充当部分属格或涉及属格(“关于宙斯的哪个方面”),而中性代词 τί 则是将来陈述语气动词 ἐπαινέσῃ 的直接宾语。

  3. 4.30τὸν μὲν πατέρα τὸν σεαυτοῦ, ὃν ἴσα καὶ σεαυτὸν γιγνώσκεις, οὐκ ἄρʼ οἴει πότʼ ἂν ἱκανῶς ἐπαινέσαι, τὸν δʼ ἀνθρώπων καὶ θεῶν πατέρα... εὐκόλως οὕτως ἐγκωμιάζων

    由 μέν 和 δέ 构成的对称对比句。前半句中的 τὸν μὲν πατέρα 是带 ἄν 的不定式 ἐπαινέσαι 的宾语(依存于 οἴει);后半句中的 τὸν δʼ... πατέρα 则是分词 ἐγκωμιάζων 的宾语,整个长句的谓语核心由 οὔθʼ... δέδιας, οὔτε ξυνίης 构成。

  4. 4.31ναὶ τὼ Σιώ, ἔφη, ἕτοιμά γε

    τὼ Σιώ 是拉科尼亚方言中的双数形式(相当于雅典方言的 τὼ θεώ),指狄俄斯库里双子神(卡斯托耳与波鲁克斯),用于誓言。ἕτοιμα 是中性复数作表语,省略系动词,表示“事情已准备妥当”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:4.30-4.31