- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:4.26-4.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼奥斯在科林斯遏止了巴索斯的谩骂,随后前往奥林匹亚,促使堕落的斯巴达使节恢复古制,阐释了米隆雕像姿态的真实涵义,并评价了厄利斯人严整操办赛事的作风。
τότε καὶ πρὸς Βάσσον διηνέχθη τὸν ἐκ τῆς Κορίνθου, πατραλοίας γὰρ οὗτος καὶ ἐδόκει καὶ ἐπεπίστευτο, σοφίαν δὲ ἑαυτοῦ κατεψεύδετο καὶ χαλινὸς οὐκ ἦν ἐπὶ τῇ γλώττῃ. λοιδορούμενον δὲ αὐτὸν ἐπέσχεν ὁ Ἀπολλώνιος οἷς τε ἐπέστειλεν οἷς τε διελέχθη κατʼ αὐτοῦ. πᾶν γάρ, ὅπερ ὡς ἐς πατραλοίαν ἔλεγεν, ἀληθὲς ἐδόκει, μὴ γὰρ ἄν ποτε τοιόνδε ἄνδρα ἐς λοιδορίαν ἐκπεσεῖν, μηδʼ ἂν εἰπεῖν τὸ μὴ ὄν.1
当时,他也与来自科林斯的巴索斯发生了冲突;因为此人既被视为也被确信是一个弑父者,却谎称自己拥有智慧,且口无遮拦。阿波罗尼奥斯通过致信以及发表针对他的论辩,制止了他的谩骂侮辱。因为凡是阿波罗尼奥斯指责其为弑父者的话,在众人看来皆属事实,人们认为这样一位人物绝不会堕落到出恶言毁谤,也绝不会言及不存在之事。
τὰ δὲ ἐν Ὀλυμπίᾳ τοῦ ἀνδρὸς τοιαῦτα· ἀνιόντι τῷ Ἀπολλωνίῳ ἐς Ὀλυμπίαν ἐνέτυχον Λακεδαιμονίων πρέσβεις ὑπὲρ ξυνουσίας, Λακωνικὸν δὲ οὐδὲν περὶ αὐτοὺς ἐφαίνετο, ἀλλʼ ἁβρότερον αὑτῶν εἶχον καὶ συβάριδος μεστοὶ ἦσαν. ἰδὼν δὲ ἄνδρας λείους τὰ σκέλη λιπαροὺς τὰς κόμας καὶ μηδὲ γενείοις χρωμένους, ἀλλὰ καὶ τὴν ἐσθῆτα μαλακούς, τοιαῦτα πρὸς τοὺς ἐφόρους ἐπέστειλεν, ὡς ἐκείνους κήρυγμα ποιήσασθαι δημοσίᾳ τήν τε πίτταν τῶν βαλανείων ἐξαιροῦντας καὶ τὰς παρατιλτρίας ἐξελαύνοντας ἐς τὸ ἀρχαῖόν τε καθισταμένους πάντα, ὅθεν παλαῖστραί τε ἀνήβησαν καὶ σπουδαὶ καὶ τὰ φιλίτια ἐπανῆλθε καὶ ἐγένετο ἡ Λακεδαίμων ἑαυτῇ ὁμοία. μαθὼν δὲ αὐτοὺς τὰ οἴκοι διορθουμένους ἔπεμψεν ἐπιστολὴν ἀπʼ Ὀλυμπίας βραχυτέραν τῆς Λακωνικῆς σκυτάλης. ἔστι δὲ ἥδε· Ἀπολλώνιος ἐφόροις χαίρειν. ἀνδρῶν μὲν τὸ μὴ ἁμαρτάνειν, γενναίων δὲ τὸ καὶ ἁμαρτάνοντας αἰσθέσθαι.
他在奥林匹亚的事迹如下:当阿波罗尼奥斯前往奥林匹亚时,斯巴达人的使节前来见他,意在结交交往;然而在他们身上却看不到任何斯巴达人的做派,反而生活得极其娇奢,沉溺于浮华享乐。看到这些男人们刮净了双腿的毛发,头发涂满香油,甚至不留胡须,连衣着亦软弱无力,他便给监察官们送去了一封信,其效果使得他们公开发布布告,将沥青逐出浴场,驱逐脱毛妇,使一切重归古制;由此,摔跤场重新焕发生机,严酷的操练与共餐制得以恢复,斯巴达又变回了昔日的斯巴达。得知他们正在国内整顿习俗,他便从奥林匹亚送去了一封比斯巴达密码棒还要简短的信,内容如下: “阿波罗尼奥斯问候监察官们。不犯过错固然是男儿之德,但能够察觉自己犯了过错,乃是高尚之人的品质。”
ἰδὼν δὲ ἐς τὸ ἕδος τὸ ἐν Ὀλυμπίᾳ χαῖρε, εἶπεν ἀγαθὲ Ζεῦ, σὺ γὰρ οὕτω τι ἀγαθός, ὡς καὶ σαυτοῦ κοινωνῆσαι τοῖς ἀνθρώποις. ἐξηγήσατο δὲ καὶ τὸν χαλκοῦν Μίλωνα καὶ τὸν λόγον τοῦ περὶ αὐτὸν σχήματος. ὁ γὰρ Μίλων ἑστάναι μὲν ἐπὶ δίσκου δοκεῖ τὼ πόδε ἄμφω συμβεβηκώς, ῥόαν δὲ ξυνέχει τῇ ἀριστερᾷ, ἡ δεξιὰ δέ, ὀρθοὶ τῆς χειρὸς ἐκείνης οἱ δάκτυλοι καὶ οἷον διείροντες.2 οἱ μὲν δὴ κατʼ Ὀλυμπίαν τε καὶ Ἀρκαδίαν λόγοι τὸν ἀθλητὴν ἱστοροῦσι τοῦτον ἄτρεπτον γενέσθαι καὶ μὴ ἐκβιβασθῆναί ποτε τοῦ χώρου, ἐν ᾧ ἔστη, δηλοῦσθαι δὲ τὸ μὲν ἀπρὶξ τῶν δακτύλων ἐν τῇ ξυνοχῇ τῆς ῥόας, τὸ δὲ μηδʼ ἂν σχισθῆναί ποτʼ ἀπʼ ἀλλήλων αὐτούς, εἴ τις πρὸς ἕνα αὐτῶν ἁμιλλῷτο, τῷ τὰς διαφυὰς ἐν ὀρθοῖς τοῖς δακτύλοις εὖ ξυνηρμόσθαι, τὴν ταινίαν δέ, ἣν ἀναδεῖται, σωφροσύνης ἡγοῦνται ξύμβολον. ὁ δὲ Ἀπολλώνιος σοφῶς μὲν εἶπεν ἐπινενοῆσθαι ταῦτα, σοφώτερα δὲ εἶναι τὰ ἀληθέστερα. ὡς δὲ γιγνώσκοιτε τὸν νοῦν τοῦ Μίλωνος, Κροτωνιᾶται τὸν ἀθλητὴν τοῦτον ἱερέα ἐστήσαντο τῆς Ἥρας. τὴν μὲν δὴ μίτραν ὅ τι χρὴ νοεῖν, τί ἂν ἐξηγοίμην ἔτι, μνημονεύσας ἱερέως ἀνδρός; ἡ ῥόα δὲ μόνη φυτῶν τῇ Ἥρᾳ φύεται, ὁ δὲ ὑπὸ τοῖς ποσὶ δίσκος, ἐπὶ ἀσπιδίου βεβηκὼς ὁ ἱερεὺς τῇ Ἥρᾳ εὔχεται, τουτὶ δὲ καὶ ἡ δεξιὰ σημαίνει, τὸ δὲ ἔργον τῶν δακτύλων καὶ τὸ μήπω διεστὼς τῇ ἀρχαίᾳ ἀγαλματοποιίᾳ προσκείσθω.3
瞻仰着奥林匹亚的神像,他说道: “致敬,善良的宙斯!因为你是如此善良,甚至将你自己分享给人类。” 他还阐释了米隆的青铜雕像以及关于其姿态的说法。米隆看似双足并拢立于圆盘之上,左手紧握着一颗石榴,至于右手,那只手的手指笔直伸展,彼此紧密排齐。奥林匹亚和阿卡迪亚一带流传的说法称,这位竞技家是不可动摇的,绝不会从他站立之处被人撼动;手指的紧握在对石榴的紧持中得以彰显,而若有人与其中一根手指较力,它们也绝不可能彼此分开这一点,则由直立的手指之间的接缝紧密咬合得以彰显;他们还将他头上所系的带子视为克制的象征。但阿波罗尼奥斯说,这些说法固然构思巧妙,但更符合真相的解释才更为明智: “为了让你们明白米隆雕像的真正用意:克罗托内人立这位竞技家为赫拉的祭司。既然已经提到一位身为祭司的男子,我又何须进一步解释头带当作何理解呢?石榴乃是植物中唯独属于赫拉之物;至于双足之下的圆盘,则是祭司站在一面小盾牌上向赫拉祈祷,右手也表达了这一意思;至于手指的做工及其尚未分离开来的形态,则当归因于古朴的雕塑技艺。”
παρατυγχάνων δὲ τοῖς δρωμένοις ἀπεδέχετο Ἠλείων, ὡς ἐπεμελοῦντό τε αὐτῶν καὶ ξὺν κόσμῳ ἔδρων μεῖόν τε οὐδὲν ἢ οἱ ἀγωνιούμενοι τῶν ἀθλητῶν κρίνεσθαι ᾤοντο καὶ μήθʼ ἑκόντες τι μήτʼ ἄκοντες ἁμαρτάνειν προὐνοοῦντο. ἐρομένων δʼ αὐτὸν τῶν ἑταίρων, τίνας Ἠλείους περὶ τὴν διάθεσιν τῶν Ὀλυμπίων ἡγοῖτο, εἰ μὲν σοφοὺς, ἔφη οὐκ οἶδα, σοφιστὰς μέντοι.
当亲临比赛盛况时,他赞赏厄利斯人,敬佩他们料理赛事细致入微、操办得体大方,自视所受的评判绝不亚于场上角逐的竞技家,并谨小慎微地防止有意或无意间出现任何差错。当他的同伴问他,对于主办奥林匹亚赛事的厄利斯人究竟作何评价时,他回答道: “他们是否是有智慧之人,我不得而知;然而,他们确实是精湛的行家。”
- 4.26μὴ γὰρ ἄν ποτε τοιόνδε ἄνδρα ἐς λοιδορίαν ἐκπεσεῖν, μηδʼ ἂν εἰπεῖν τὸ μὴ ὄν
此句为依赖于前文 ἐδόκει(被认为)的间接引语不定式结构(ἄν 搭配不定式 ἐκπεσεῖν 与 εἰπεῖν),由 γάρ 引出世人或听众的判断理由:即“如此高尚的人物绝不可能沦于谩骂,亦不可能说出不实之事”。ἄν 与不定式连用,转述了原话中表示潜在可能或与事实相反的语气。
- 4.28ἡ δεξιὰ δέ, ὀρθοὶ τῆς χειρὸς ἐκείνης οἱ δάκτυλοι καὶ οἷον διείροντες
此处出现破格句法(悬垂主格)。与前文 ῥόαν δὲ ξυνέχει τῇ ἀριστερᾷ(左手握着石榴)形成对称,以主格 ἡ δεξιὰ δέ(至于右手)提起话题,但随后并未接续以“手”为主语的动词短语,而是转换为主语为手指(οἱ δάκτυλοι)的名词谓语句 ὀρθοὶ τῆς χειρὸς ἐκείνης οἱ δάκτυλοι(那只手的手指是笔直的),省略了系动词 εἰσί。
- 4.28τὸ δὲ ἔργον τῶν δακτύλων καὶ τὸ μήπω διεστὼς τῇ ἀρχαίᾳ ἀγαλματοποιίᾳ προσκείσθω
动词 προσκείσθω(现在时第三人称单数祈使语气)带与格补足语 τῇ ἀρχαίᾳ ἀγαλματοποιίᾳ,表示归属或原因(“应当归因于古朴的雕塑工艺”)。主语是由定冠词引导的中性名词短语与分词短语构成的并列结构(τὸ ἔργον ... καὶ τὸ μήπω διεστώς),意指“手指的工艺以及尚未分开的状态”。
