← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§4.25

在科林斯揭露诱惑梅尼普斯的拉米亚女妖

在科林斯,阿波罗尼奥斯在婚宴上揭露了诱惑青年梅尼普斯的美貌富女实为企图用享乐养肥并吞食其肉体的幻影妖魔(厄普萨/拉米亚),驱散了其幻术陈设并迫使其招认真相。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.25

ἐν Κορίνθῳ δὲ φιλοσοφῶν ἐτύγχανε τότε Δημήτριος ἀνὴρ ξυνειληφὼς ἅπαν τὸ ἐν Κυνικῇ κράτος, οὗ Φαβωρῖνος ὕστερον ἐν πολλοῖς τῶν ἑαυτοῦ λόγων οὐκ ἀγεννῶς ἐπεμνήσθη, παθὼν δὲ πρὸς τὸν Ἀπολλώνιον, ὅπερ φασὶ τὸν Ἀντισθένην πρὸς τὴν τοῦ Σωκράτους σοφίαν παθεῖν, εἵπετο αὐτῷ μαθητιῶν καὶ προσκείμενος τοῖς λόγοις καὶ τῶν αὐτῷ γνωρίμων τοὺς εὐδοκιμωτέρους ἐπὶ τὸν Ἀπολλώνιον ἔτρεπεν, ὧν καὶ Μένιππος ἦν ὁ Λύκιος ἔτη μὲν γεγονὼς πέντε καὶ εἴκοσι, γνώμης δὲ ἱκανῶς ἔχων1 καὶ τὸ σῶμα εὖ κατεσκευασμένος, ἐῴκει γοῦν ἀθλητῇ καλῷ καὶ ἐλευθερίῳ τὸ εἶδος. ἐρᾶσθαι δὲ τὸν Μένιππον οἱ πολλοὶ ᾤοντο ὑπὸ γυναίου ξένου, τὸ δὲ γύναιον καλή τε ἐφαίνετο καὶ ἱκανῶς ἁβρὰ καὶ πλουτεῖν ἔφασκεν, οὐδὲν δὲ τούτων ἄρα ἀτεχνῶς ἦν, ἀλλὰ ἐδόκει πάντα. κατὰ γὰρ τὴν ὁδὸν τὴν ἐπὶ Κεγχρεὰς βαδίζοντι αὐτῷ μόνῳ φάσμα ἐντυχὸν γυνή τε ἐγένετο καὶ χεῖρα ξυνῆψεν ἐρᾶν αὐτοῦ πάλαι φάσκουσα, Φοίνισσα δὲ εἶναι καὶ οἰκεῖν ἐν προαστείῳ τῆς Κορίνθου, τὸ δεῖνα εἰποῦσα προάστειον, ἐς ὃ ἑσπέρας ἔφη ἀφικομένῳ σοι ᾠδή τε ὑπάρξει ἐμοῦ ᾀδούσης καὶ οἶνος, οἷον οὔπω ἔπιες, καὶ οὐδὲ ἀντεραστὴς ἐνοχλήσει σε, βιώσομαι δὲ καλὴ ξὺν καλῷ. τούτοις ὑπαχθεὶς ὁ νεανίας, τὴν μὲν γὰρ ἄλλην φιλοσοφίαν ἔρρωτο, τῶν δὲ ἐρωτικῶν ἥττητο, ἐφοίτησε περὶ ἑσπέραν αὐτῇ καὶ τὸν λοιπὸν χρόνον ἐθάμιζεν, ὥσπερ παιδικοῖς, οὔπω ξυνεὶς τοῦ φάσματος. ὁ δὲ Ἀπολλώνιος ἀνδριαντοποιοῦ δίκην ἐς τὸν Μένιππον βλέπων ἐζωγράφει τὸν νεανίαν καὶ ἐθεώρει, καταγνοὺς δὲ αὐτὸν σὺ μέντοι εἶπεν ὁ καλός τε καὶ ὑπὸ τῶν καλῶν γυναικῶν θηρευόμενος ὄφιν θάλπεις καὶ σὲ ὄφις. θαυμάσαντος δὲ τοῦ Μενίππου ὅτι γυνή σοι2 ἔφη ἐστὶν οὐ γαμετή. τί δέ; ἡγῇ ὑπʼ αὐτῆς ἐρᾶσθαι; νὴ Δίʼ, εἶπεν ἐπειδὴ διάκειται πρός με ὡς ἐρῶσα. καὶ γήμαις δʼ ἂν αὐτήν; ἔφη. χαρίεν γὰρ ἂν εἴη τὸ ἀγαπῶσαν γῆμαι. ἤρετο οὖν πηνίκα οἱ γάμοι; θερμοὶ ἔφη καὶ ἴσως αὔριον. ἐπιφυλάξας οὖν τὸν τοῦ συμποσίου καιρὸν ὁ Ἀπολλώνιος καὶ ἐπιστὰς τοῖς δαιτυμόσιν ἄρτι ἥκουσι ποῦ ἔφη ἡ ἁβρά, διʼ ἣν ἥκετε; ἐνταῦθα εἶπεν ὁ Μένιππος καὶ ἅμα ὑπανίστατο ἐρυθριῶν. ὁ δὲ ἄργυρος καὶ ὁ χρυσὸς καὶ τὰ λοιπά, οἷς ὁ ἀνδρὼν κεκόσμηται, ποτέρου ὑμῶν; τῆς γυναικός, ἔφη τἀμὰ γὰρ τοσαῦτα δείξας τὸν ἑαυτοῦ τρίβωνα. ὁ δὲ Ἀπολλώνιος τοὺς Ταντάλου κήπους ἔφη εἴδετε, ὡς ὄντες οὐκ εἰσί;3 παρʼ Ὁμήρῳ γε, ἔφασαν οὐ γὰρ ἐς Αἵδου γε καταβάντες. τοῦτʼ ἔφη καὶ τουτονὶ τὸν κόσμον ἡγεῖσθε, οὐ γὰρ ὕλη ἐστίν, ἀλλὰ ὕλης δόξα. ὡς δὲ γιγνώσκοιτε, ὃ λέγω, ἡ χρηστὴ νύμφη μία τῶν ἐμπουσῶν ἐστιν, ἃς λαμίας τε καὶ μορμολυκίας οἱ πολλοὶ ἡγοῦνται. ἐρῶσι δʼ αὗται καὶ ἀφροδισίων μέν, σαρκῶν δὲ μάλιστα ἀνθρωπείων ἐρῶσι καὶ παλεύουσι τοῖς ἀφροδισίοις, οὓς ἂν ἐθέλωσι δαίσασθαι. ἡ δὲ εὐφήμει ἔλεγε καὶ ἄπαγε καὶ μυσάττεσθαι ἐδόκει, ἃ ἤκουε, καί που καὶ ἀπέσκωπτε τοὺς φιλοσόφους, ὡς ἀεὶ ληροῦντας. ἐπεὶ μέντοι τὰ ἐκπώματα τὰ χρυσᾶ καὶ ὁ δοκῶν ἄργυρος ἀνεμιαῖα ἠλέγχθη καὶ διέπτη τῶν ὀφθαλμῶν ἅπαντα οἰνοχόοι τε καὶ ὀψοποιοὶ καὶ ἡ τοιαύτη θεραπεία πᾶσα ἠφανίσθησαν ἐλεγχόμενοι ὑπὸ τοῦ Ἀπολλωνίου, δακρύοντι ἐῴκει τὸ φάσμα καὶ ἐδεῖτο μὴ βασανίζειν αὐτό, μηδὲ ἀναγκάζειν ὁμολογεῖν, ὅ τι εἴη, ἐπικειμένου δὲ καὶ μὴ ἀνιέντος ἔμπουσά τε εἶναι ἔφη καὶ πιαίνειν ἡδοναῖς τὸν Μένιππον ἐς βρῶσιν τοῦ σώματος, τὰ γὰρ καλὰ τῶν σωμάτων καὶ νέα σιτεῖσθαι ἐνόμιζεν, ἐπειδὴ ἀκραιφνὲς αὐτοῖς τὸ αἷμα. τοῦτον τὸν λόγον γνωριμώτατον τῶν Ἀπολλωνίου τυγχάνοντα ἐξ ἀνάγκης ἐμήκυνα, γιγνώσκουσι μὲν γὰρ πλείους αὐτόν, ἅτε καθʼ Ἑλλάδα μέσην πραχθέντα, ξυλλήβδην δὲ αὐτὸν παρειλήφασιν, ὅτι ἕλοι ποτὲ ἐν Κορίνθῳ λάμιαν, ὅ τι μέντοι πράττουσαν καὶ ὅτι ὑπὲρ Μενίππου, οὔπω γιγνώσκουσιν, ἀλλὰ Δάμιδί τε καὶ ἐκ τῶν ἐκείνου λόγων ἐμοὶ εἴρηται.

当时,德米特里乌斯恰在科林斯从事哲学研究,他是一位集犬儒学派全部威严于一身的人物,后来法沃里努斯在其多篇讲演中曾极口称颂他。他对阿波罗尼奥斯产生了人们所传安提斯泰尼对苏格拉底的智慧所抱有的同样情感,怀着求学的渴望追随他,沉潜于他的言论,并将自己相识者中声誉较著者引向阿波罗尼奥斯,吕基亚人梅尼普斯便是其中之一。他年方二十五岁,心智颇为成熟,体魄健硕,其相貌宛如一位优美俊朗的竞技家。众人都以为梅尼普斯正为一个外邦女子所爱,而这女子外表美丽,极其娇娆,且自称资财巨万;然而这一切全然并非实情,而纯属表象。原来,当他独自一人行走在通往肯克瑞埃的路上时,一个幻影遇上了他,化作妇人身形并握住他的手,声称早已倾慕于他,自己是腓尼基女子,居住在科林斯郊区——且说出了某特定郊区的名字,说道: “你若在傍晚来到那里,将有我的歌声伴你,更有你从未饮过的美酒,绝不会有情敌扰你清静,我这佳人将与你这俊男相伴共度。” 青年被这番话所打动;盖因他在其他哲学学业上固然刚健坚定,但在情爱之事上却极易屈服。于是他在傍晚时分前往她处,此后便如对待宠儿一般频频往来,尚不识那是幻影。阿波罗尼奥斯如雕塑家般注视着梅尼普斯,细细端详审视着这位年轻人,在洞悉了他的处境后说道: “你这位受美貌女子竞相追逐的美男子啊,你所温存抚育的原是一条毒蛇,而一条毒蛇也正温存着你。” 梅尼普斯对此大感惊异,阿波罗尼奥斯接着说道: “因为你身边的妇人并非你的明媒正娶之妻。况且,你当真以为她深爱着你吗?” “对宙斯发誓,正是如此,”梅尼普斯说,“因为她待我的态度宛如热恋之人。” “那么你愿意娶她吗?”阿波罗尼奥斯问。 “娶一位深爱自己的女子,自然是称心美事。” 于是他又问:“婚期定在何时?” “迫在眉睫,”梅尼普斯说,“或许就在明日。” 于是阿波罗尼奥斯算准了筵席的时机,出现在刚到的宾客面前,问道: “你们为之而来的那位娇娆佳人在哪里?” “在此处,”梅尼普斯说着,满面通红地欠身站起。 “那么,装饰这间宴客大厅的金银器皿及诸般器用,究竟属于你们二人中的哪一位呢?” “属于这女子,”梅尼普斯说,“因为我的全部家当只有这些,”说着展示了自己的粗布斗篷。阿波罗尼奥斯便说道: “你们可曾见过坦塔罗斯的花园,看似存在,实则化为乌有?” “在荷马史诗中自然见过,”众人答道,“因为我们不曾下到过哈得斯冥府。” “你们当把眼前的陈设亦视作同类,”阿波罗尼奥斯说,“因为它们并非实物,而只是实物的幻相。为了让你们明白我的意思:这位贤惠的新娘乃是厄普萨之一,亦即世人所称的拉米亚或摩耳摩吕克亚。她们固然贪恋床第之欢,但最渴望的乃是人肉,并且用肉欲来引诱那些她们意图吞食的人。” 那女子连连说着“住嘴!”“滚开!”,对所听到的话故作厌恶,并且还嘲弄哲学家们总在胡言乱语。然而,当那些金杯和看似白银之物被揭穿为过眼云烟、尽数从眼前消散,斟酒人、厨子及所有此类仆役在阿波罗尼奥斯的揭露下亦化为乌有时,那幻影宛如哭泣一般,哀求他不要折磨自己,不要强迫自己招认真实身份。但在阿波罗尼奥斯的紧追不舍下,她终于坦白自己是厄普萨,用享乐把梅尼普斯养肥是为了吞食他的躯体;因为她惯常以年轻俊美的躯体为食,盖因其血液纯净未染。这个关于阿波罗尼奥斯的故事乃是流传最广的,我不得已将其详加铺叙;因为世人固然多知此事,毕竟它发生在希腊的核心地带,但他们仅是概括地听说他曾在科林斯捉住过一个拉米亚,至于那怪物究竟意欲何为,以及此事乃是为了救梅尼普斯,他们尚不得而知,而这正是达米斯所讲述、并由我根据其记载所转述的。

语法注3 条
  1. 4.25γνώμης δὲ ἱκανῶς ἔχων

    这是 ἔχω 加上副词(ἱκανῶς)和表示领域/部分的属格(γνώμης)构成的习惯用法,意为“在心智/判断力方面相当充裕”。

  2. 4.25ὅτι γυνή σοι

    在 θαυμάσαντος δὲ τοῦ Μενίππου(“梅尼普斯大感惊异”)之后的连词 ὅτι 引出了针对梅尼普斯的困惑(为何称其为蛇)的解释说明,起着“[我之所以这样说,是]因为你身边的妇人……”的补足功能。

  3. 4.25τοὺς Ταντάλου κήπους ... εἴδετε, ὡς ὄντες οὐκ εἰσί;

    这是一种先取构词法(prolepsis/先行提前):从句的逻辑主语(“坦塔罗斯的花园”)被提前作为主句动词 εἴδετε 的直接宾格宾语(τοὺς Ταντάλου κήπους),随后在 ὡς 从句中以主格分词 ὄντες 的形式呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:4.25