← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§4.22-4.24

批判雅典角斗表演与巡历希腊圣所

阿波罗尼奥斯谴责了雅典的角斗厮杀,在皮莱亚促成恢复对阿喀琉斯的祭礼,在温泉关颂扬英烈及先知梅吉斯提阿斯,巡访希腊诸圣所,并预言了尼禄开凿科林斯地峡的夭折。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.22

διωρθοῦτο δὲ κἀκεῖνο Ἀθήνησιν· οἱ Ἀθηναῖοι ξυνιόντες ἐς θέατρον τὸ ὑπὸ τῇ ἀκροπόλει προσεῖχον σφαγαῖς ἀνθρώπων καὶ ἐσπουδάζετο ταῦτα ἐκεῖ μᾶλλον ἢ ἐν Κορίνθῳ νῦν, χρημάτων τε μεγάλων ἐωνημένοι ἤγοντο1 μοιχοὶ καὶ πόρνοι καὶ τοιχωρύχοι καὶ βαλαντιοτόμοι καὶ ἀνδραποδισταὶ καὶ τὰ τοιαῦτα ἔθνη, οἱ δʼ ὥπλιζον αὐτοὺς καὶ ἐκέλευον ξυμπίπτειν. ἐλάβετο δὲ καὶ τούτων ὁ Ἀπολλώνιος καὶ καλούντων αὐτὸν ἐς ἐκκλησίαν Ἀθηναίων οὐκ ἂν ἔφη παρελθεῖν ἐς χωρίον ἀκάθαρτον καὶ λύθρου μεστόν. ἔλεγε δὲ ταῦτα ἐν ἐπιστολῇ. καὶ θαυμάζειν ἔλεγεν ὅπως ἡ θεὸς οὐ καὶ τὴν ἀκρόπολιν ἤδη ἐκλείπει τοιοῦτον αἷμα ὑμῶν ἐκχεόντων αὐτῇ. δοκεῖτε γάρ μοι προιόντες, ἐπειδὰν τὰ Παναθήναια πέμπητε, μηδὲ βοῦς ἔτι, ἀλλʼ ἑκατόμβας ἀνθρώπων καταθύσειν τῇ θεῷ. σὺ δέ, Διόνυσε, μετὰ τοιοῦτον αἷμα ἐς τὸ θέατρον φοιτᾷς; κἀκεῖ σοι σπένδουσιν οἱ σοφοὶ Ἀθηναῖοι; μετάστηθι καὶ σύ, Διόνυσε· Κιθαιρὼν καθαρώτερος. τοιάδε εὗρον τὰ σπουδαιότατα τῶν φιλοσοφηθέντων Ἀθήνησιν αὐτῷ τότε.

他在雅典还纠正了以下陋习:雅典人聚集在卫城脚下的剧场里,热衷于观看人与人的杀戮,并且这类表演在那里受追捧的程度甚至超过了如今的科林斯;通奸者、男妓、穿墙盗贼、剪包贼、拐卖人口者及此类下流之辈被花重金买下并带至此处,人们给他们配上武器,命他们相互厮杀。阿波罗尼奥斯对此亦予以斥责,当雅典人邀请他出席公民大会时,他宣称自己绝不踏足一个污秽且满是血腥的场所。他是在一封信中表达这一立场的。他还表示十分惊异: “在你们为她倾倒这般鲜血之时,女神怎会至今仍未舍弃卫城?因为在我看来,长此以往,每当你们举行泛雅典娜节大游行时,你们献祭给女神的将不再是公牛,而是整百整百的人牲。至于你,狄俄尼索斯,在流了这般鲜血之后,你还常临这剧场吗?而那些睿智的雅典人就在那里向你奠酒吗?你也离去吧,狄俄尼索斯;基泰戎山更加圣洁。” 我发现,这便是他当时在雅典就哲学论题所作探讨中最重大之事。

§4.23

ἐπρέσβευσε δὲ καὶ παρὰ τοὺς Θετταλοὺς ὑπὲρ τοῦ Ἀχιλλέως κατὰ τοὺς ἐν Πυλαίᾳ ξυλλόγους, ἐν οἷς οἱ Θετταλοὶ τὰ Ἀμφικτυονικὰ πράττουσιν, οἱ δὲ δείσαντες ἐψηφίσαντο ἀναλαβεῖν τὰ προσήκοντα τῷ τάφῳ. καὶ τὸ Λεωνίδου σῆμα τοῦ Σπαρτιάτου μονονοὺ περιέβαλεν ἀγασθεὶς τὸν ἄνδρα. ἐπὶ δὲ τὸν κολωνὸν βαδίζων, ἐφʼ οὗ λέγονται Λακεδαιμόνιοι περιχωσθῆναι τοῖς τοξεύμασιν, ἤκουσε τῶν ὁμιλητῶν διαφερομένων ἀλλήλοις, ὅ τι εἴη τὸ ὑψηλότατον τῆς Ἑλλάδος, παρεῖχε δὲ ἄρα τὸν λόγον ἡ Οἴτη τὸ ὄρος ἐν ὀφθαλμοῖς οὖσα, καὶ ἀνελθὼν ἐπὶ τὸν λόφον, ἐγὼ ἔφη τὸ ὑψηλότατον τοῦτο ἡγοῦμαι, οἱ γὰρ ἐνταῦθα ὑπὲρ ἐλευθερίας ἀποθανόντες ἀντανήγαγον αὐτὸ τῇ Οἴτῃ καὶ ὑπὲρ πολλοὺς Ὀλύμπους ἦραν. ἐγὼ δὲ ἄγαμαι μὲν καὶ τούσδε τοὺς ἄνδρας, τὸν δὲ Ἀκαρνᾶνα Μεγιστίαν καὶ πρὸ τούτων, ἃ γὰρ πεισομένους ἐγίγνωσκε, τούτων ἐπεθύμησε κοινωνῆσαι τοῖς ἀνδράσιν, οὐ τὸ ἀποθανεῖν δείσας, ἀλλὰ τὸ μετὰ τοιῶνδε μὴ τεθνάναι.2

他还在皮莱亚集会期间为阿喀琉斯之事出使忒萨利亚人,忒萨利亚人正是在此集会中处理近邻同盟事务的;他们心生畏惧,表决通过恢复对该陵墓应尽的礼仪。他还因钦佩斯巴达人列奥尼达,几乎扑倒去拥抱其陵墓。当他走向据说拉凯达伊蒙人曾被乱箭掩埋的那座小丘时,听见他的门徒们正在彼此争论希腊何处最高;原来是俄伊特山耸立眼前,引起了这场争论。他登上那座山丘,说道: “我认为此处方是最高之地;因为那些在此为自由而战死的人,已使此地足以比肩俄伊特山,并将其拔高到超越诸多奥林匹斯山。我固然钦佩这些勇士,但对阿卡耳纳尼亚人梅吉斯提阿斯甚至还要推崇在他们之上;因为他明知他们将遭遇的命运,却渴望与这些勇士同当此难,他所畏惧的不是死亡,而是未能与这般勇士共同赴死。”

§4.24

Ἐπεφοίτησε δὲ καὶ τοῖς Ἑλληνικοῖς ἱεροῖς πᾶσι τῷ τε Δωδωναίῳ καὶ τῷ Πυθικῷ καὶ τῷ ἐν Ἀβαῖς, ἐς Ἀμφιάρεώ τε καὶ Τροφωνίου ἐβάδισε καὶ ἐς τὸ Μουσεῖον τὸ ἐν Ἑλικῶνι ἀνέβη. φοιτῶντι δὲ ἐς τὰ ἱερὰ καὶ διορθουμένῳ αὐτὰ ξυνεφοίτων μὲν οἱ ἱερεῖς, ἠκολούθουν δὲ οἱ γνώριμοι, λόγων τε κρατῆρες ἵσταντο καὶ ἠρύοντο αὐτῶν οἱ διψῶντες. ὄντων δὲ καὶ Ὀλυμπίων καὶ καλούντων αὐτὸν Ἠλείων ἐπὶ κοινωνίαν τοῦ ἀγῶνος δοκεῖτέ μοι ἔφη διαβάλλειν τὴν τῶν Ὀλυμπίων δόξαν πρεσβειῶν δεόμενοι πρὸς τοὺς αὐτόθεν ἥξοντας. γενόμενος δὲ κατὰ τὸν Ἰσθμὸν μυκησαμένης τῆς περὶ τὸ Λέχαιον θαλάττης οὗτος εἶπεν ὁ αὐχὴν τῆς γῆς τετμήσεται, μᾶλλον δὲ οὔ. εἶχε δὲ αὐτῷ καὶ τοῦτο πρόρρησιν τῆς μικρὸν ὕστερον περὶ τὸν Ἰσθμὸν τομῆς, ἣν μετὰ ἔτη ἑπτὰ Νέρων διενοήθη· τὰ γὰρ βασίλεια ἐκλιπὼν ἐς τὴν Ἑλλάδα ἀφίκετο κηρύγμασιν ὑποθήσων ἑαυτὸν Ὀλυμπικοῖς τε καὶ Πυθικοῖς, ἐνίκα δὲ καὶ Ἰσθμοῖ· αἱ δὲ νῖκαι ἦσαν κιθαρῳδίαι καὶ κήρυκες, ἐνίκα δὲ καὶ τραγῳδοὺς ἐν Ὀλυμπίᾳ. τότε λέγεται καὶ τῆς περὶ τὸν Ἰσθμὸν καινοτομίας ἅψασθαι περίπλουν αὐτὸν ἐργαζόμενος καὶ τὸν Αἰγαῖον τῷ Ἀδρίᾳ ξυμβάλλων, ὡς μὴ πᾶσα ναῦς ὑπὲρ Μαλέαν πλέοι κομίζοιντό τε αἱ πολλαὶ διὰ τοῦ ῥήγματος ξυντέμνουσαι τὰς περιβολὰς τοῦ πλοῦ. πῆ δὲ ἀπέβη τὸ τοῦ Ἀπολλωνίου λόγιον; ἡ ὀρυχὴ τὴν ἀρχὴν ἀπὸ Λεχαίου λαβοῦσα στάδια προὔβη ἴσως τέτταρα ξυνεχῶς ὀρυττόντων, σχεῖν δὲ λέγεται Νέρων τὴν τομὴν οἱ μὲν Αἰγυπτίων φιλοσοφησάντων αὐτῷ τὰς θαλάττας καὶ τὸ ὑπὲρ Λεχαίου πέλαγος ὑπερχυθὲν ἀφανιεῖν εἰπόντων τὴν Αἴγιναν, οἱ δὲ νεώτερα περὶ τῇ ἀρχῇ δείσαντα.3 τοιοῦτον μὲν δὴ τοῦ Ἀπολλωνίου τὸ τὸν Ἰσθμὸν τετμήσεσθαι καὶ οὐ τετμήσεσθαι.

他还巡访了希腊的所有圣所——多多纳、皮托和阿拜的圣所;他前往安菲阿拉俄斯与特罗佛尼俄斯的圣所,并登上了赫利孔山上的缪斯圣境。当他巡访圣所并加以整肃之时,祭司们与他结伴同行,相识者随侍在侧,言论的调酒瓮立于其中,渴求智慧者从中汲饮。适逢奥林匹亚节会举行,厄利斯人邀请他参与盛会,他说道: “你们既然还要遣使去邀请那些本就会自行前来的人,在我看来,这反倒玷污了奥林匹亚节会的声誉。” 当他来到地峡,见莱凯翁一带的海水咆哮呼啸,便说道: “大地的这一颈项将被切开,或者更确切地说,不会被切开。” 这对他而言包含着关于不久之后地峡开凿的预言,尼禄在七年之后便意图实行此事。尼禄当时离开王宫来到希腊,打算让自己接受奥林匹亚与皮托节会传令官的宣召参赛,且在科林斯地峡也赢得了胜利;这些胜利来自琴歌演奏与传令官比赛,他甚至在奥林匹亚击败了悲剧演员。据说就在那时,他着手进行有关地峡的革新创举,欲将其开辟为环航通道,使爱琴海与亚得里亚海相连,免得每艘船只都要绕行马勒阿角,而让大多数船只经由凿开的水道通行,从而缩短航程的周折。那么阿波罗尼奥斯的神谕究竟是如何应验的呢?开凿工程始自莱凯翁,在人们日夜不断的挖掘下推进了约四斯塔德;然而据说尼禄停止了开凿,有人称是因为埃及人向他从学理上论证了海流情况,并声称莱凯翁外的海水漫溢将淹没埃癸娜岛,另有人则称是因为他害怕帝位发生政变。阿波罗尼奥斯关于地峡“将被切开又不会被切开”的预言,其始末大抵便是如此。

语法注3 条
  1. 4.22χρημάτων τε μεγάλων ἐωνημένοι ἤγοντο

    动词 ὠνέομαι 通常为异态动词,但其完成时形态 ἐώνημαι 具有被动意义(“被购买”)。此处 ἐωνημένοι 作主格阳性复数被动分词,与主语 μοιχοὶ καὶ πόρνοι... 一致,意为“被重金购得并押送而来”。若将其解为中动态(“花了重金购买而后被带来/带来”),则与下文列举的罪犯身份以及 οἱ δʼ ὥπλιζον αὐτούς(人们给他们装备武器)的语境相悖。

  2. 4.23οὐ τὸ ἀποθανεῖν δείσας, ἀλλὰ τὸ μετὰ τοιῶνδε μὴ τεθνάναι

    带有定冠词 τό 的两个不定式短语(τὸ ἀποθανεῖν 与 τὸ μετὰ τοιῶνδε μὴ τεθνάναι)作为 δείσας 的直接宾语形成对比。后一短语中的 μή 否定不定式 τεθνάναι,意为“未能与这般人物一同死去”(即苟活)。这表明梅吉斯提阿斯并不惧怕死亡本身,而是害怕独自存活而未与这些勇士同归于尽。

  3. 4.24σχεῖν δὲ λέγεται Νέρων τὴν τομὴν οἱ μὲν Αἰγυπτίων φιλοσοφησάντων αὐτῷ τὰς θαλάττας καὶ τὸ ὑπὲρ Λεχαίου πέλαγος ὑπερχυθὲν ἀφανιεῖν εἰπόντων τὴν Αἴγιναν, οἱ δὲ νεώτερα περὶ τῇ ἀρχῇ δείσαντα

    主句核心为 Νέρων λέγεται σχεῖν τὴν τομήν(“据说尼禄停止了开凿”),但在阐述原因的对举结构(οἱ μὲν... οἱ δὲ...)中出现了句法脱节(破格句)。οἱ μέν 一方作为主格出现(“一些人说……”),其具体原因由属格绝对结构(Αἰγυπτίων φιλοσοφησάντων... εἰπόντων...)给出;而 οἱ δέ 一方则直接使用了修饰尼禄(不定式的主语,或作为省略动词 λέγουσιν 的宾语)的宾格分词 δείσαντα。各语种译文均统一步调,将这一结构清晰处理为“埃及人的告诫”与“对叛乱的担忧”这两种并列的解释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:4.22-4.24