← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§4.20-4.21

为青年驱魔与斥责雅典人的颓废

阿波罗尼奥斯看出嘲弄其奠酒论述的奢靡科尔库拉青年实为恶灵附体,通过命恶灵推倒皇家柱廊旁的雕像作为凭证将其驱除,使青年归向质朴的哲学生活;随后他严厉斥责雅典人在狄俄尼索斯节上沉溺于柔靡男扮女装的舞蹈,丧失了先辈的勇武精神与对神明的敬畏。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.20

διαλεγομένου δὲ αὐτοῦ περὶ τοῦ σπένδειν παρέτυχε μὲν τῷ λόγῳ μειράκιον τῶν ἁβρῶν οὕτως ἀσελγὲς νομιζόμενον, ὡς γενέσθαι ποτὲ καὶ ἁμαξῶν ᾆσμα,1 πατρὶς δὲ αὐτῷ Κέρκυρα ἦν καὶ ἐς Ἀλκίνουν ἀνέφερε τὸν ξένον τοῦ Ὀδυσσέως τὸν Φαίακα, καὶ διῄει μὲν ὁ Ἀπολλώνιος περὶ τοῦ σπένδειν, ἐκέλευε δὲ μὴ πίνειν τοῦ ποτηρίου τούτου, φυλάττειν δὲ αὐτὸ τοῖς θεοῖς ἄχραντόν τε καὶ ἄποτον. ἐπεὶ δὲ καὶ ὦτα ἐκέλευσε τῷ ποτηρίῳ ποιεῖσθαι καὶ σπένδειν κατὰ τὸ οὖς, ἀφʼ οὗ μέρους ἥκιστα πίνουσιν ἄνθρωποι, τὸ μειράκιον κατεσκέδασε τοῦ λόγου πλατύν τε καὶ ἀσελγῆ γέλωτα· ὁ δὲ ἀναβλέψας ἐς αὐτὸ οὐ σὺ ἔφη ταῦτα ὑβρίζεις, ἀλλʼ ὁ δαίμων, ὃς ἐλαύνει σε οὐκ εἰδότα. ἐλελήθει δὲ ἄρα δαιμονῶν τὸ μειράκιον·2 ἐγέλα τε γὰρ ἐφʼ οἷς οὐδεὶς ἕτερος καὶ μετέβαλλεν ἐς τὸ κλάειν αἰτίαν οὐκ ἔχον, διελέγετό τε πρὸς ἑαυτὸν καὶ ᾖδε. καὶ οἱ μὲν πολλοὶ τὴν νεότητα σκιρτῶσαν ᾤοντο ἐκφέρειν αὐτὸ ἐς ταῦτα, ὁ δʼ ὑπεκρίνετο ἄρα τῷ δαίμονι καὶ ἐδόκει παροινεῖν, ἃ ἐπαρῴνει τότε,3 ὁρῶντός τε ἐς αὐτὸ τοῦ Ἀπολλωνίου, δεδοικότως τε καὶ ὀργίλως φωνὰς ἠφίει τὸ εἴδωλον, ὁπόσαι καομένων τε καὶ στρεβλουμένων εἰσίν, ἀφεξεσθαί τε τοῦ μειρακίου ὤμνυ καὶ μηδενὶ ἀνθρώπων ἐμπεσεῖσθαι. τοῦ δὲ οἷον δεσπότου πρὸς ἀνδράποδον ποικίλον πανοῦργόν τε καὶ ἀναιδὲς καὶ τὰ τοιαῦτα ξὺν ὀργῇ λέγοντος καὶ κελεύοντος αὐτῷ ξὺν τεκμηρίῳ ἀπαλλάττεσθαι τὸν δεῖνα ἔφη καταβαλῶ ἀνδριάντα δείξας τινὰ τῶν περὶ τὴν Βασίλειον στοάν, πρὸς ᾗ ταῦτα ἐπράττετο· ἐπεὶ δὲ ὁ ἀνδριὰς ὑπεκινήθη πρῶτον, εἶτα ἔπεσε, τὸν μὲν θόρυβον τὸν ἐπὶ τούτῳ καὶ ὡς ἐκρότησαν ὑπὸ θαύματος τί ἄν τις γράφοι; τὸ δὲ μειράκιον, ὥσπερ ἀφυπνίσαν τούς τε ὀφθαλμοὺς ἔτριψε καὶ πρὸς τὰς αὐγὰς τοῦ ἡλίου εἶδεν αἰδῶ τε ἐπεσπάσατο πάντων ἐς αὐτὸ ἐστραμμένων ἀσελγές τε οὐκέτι ἐφαίνετο, οὐδὲ ἄτακτον βλέπον, ἀλλʼ ἐπανῆλθεν ἐς τὴν ἑαυτοῦ φύσιν μεῖον οὐδὲν ἢ εἰ φαρμακοποσίᾳ ἐκέχρητο, μεταβαλόν τε τῶν χλανιδίων καὶ λῃδίων καὶ τῆς ἄλλης συβάριδος ἐς ἔρωτα ἦλθεν αὐχμοῦ καὶ τρίβωνος καὶ ἐς τὰ τοῦ Ἀπολλωνίου ἤθη ἀπεδύσατο.

当他正在探讨奠酒之礼时,席间恰有一位耽于奢华的青年,此人放荡不羁,甚至曾沦为大车歌谣中被调侃的对象。他的故乡是科尔库拉,其谱系可追溯至曾款待奥德修斯的法埃亚客人阿尔基诺俄斯。阿波罗尼奥斯正详加论述奠酒之事,嘱咐人们莫以此杯饮酒,而当为诸神保持其洁净无玷、未曾沾唇。当他进一步吩咐当给这杯子安上双耳,并当从杯耳处——即人们绝不饮用之处——倾注奠酒时,那青年便对这番话发出一阵粗鄙放肆的狂笑。阿波罗尼奥斯抬头注视着他说道:“行此侮慢举动的并非是你,而是驱使着你而你却不自知的神怪。” 原来众人都未曾察觉这青年竟被恶灵附体;因为他常因他人不笑之事而发笑,又毫无缘由地转为哭泣,还自言自语、自唱自吟。众人多以为是年少轻狂驱使他做出这些荒诞之举,其实他不过是在听命于恶灵而演戏,在当时肆虐的恶行中,只看似是在耍酒疯。当阿波罗尼奥斯凝视着他时,那鬼灵发出惊恐而愤怒的呼号,如同正在被火焚烧和遭受酷刑之人所发出的声音一样,并起誓必离开这青年,不再侵害任何人。当阿波罗尼奥斯如同主人斥责狡黠、无赖且不知羞耻的奴仆那样怒声斥责,并命它留下凭证而后退去时,那鬼灵说道:“我将推倒那座雕像”,同时指着皇家柱廊附近的一座雕像,而当时这事正是在那里进行的。当那座雕像先是微微颤动,随后轰然倒下时,随之而来的喧哗,以及人们因惊异而爆发出的掌声,又有谁能尽书呢?那青年如从睡梦中苏醒一般揉了揉双眼,仰望太阳的光芒,因众人的目光皆投向自己而感到羞愧;他不再显得放荡,眼神亦不再迷乱,而是回归了本性,其效果不亚于服用了灵药。他脱去了华美而轻柔的外袍以及其余奢靡之物,转而倾心于粗粝污秽与哲人粗袍,完全归顺于阿波罗尼奥斯的德操之中。

§4.21

ἐπιπλῆξαι δὲ λέγεται περὶ Διονυσίων Ἀθηναίοις, ἃ ποιεῖταί σφισιν ἐν ὥρᾳ τοῦ ἀνθεστηριῶνος· ὁ μὲν γὰρ μονῳδίας ἀκροασομένους καὶ μελοποιίας παραβάσεών τε καὶ ῥυθμῶν, ὁπόσοι κωμῳδίας τε καὶ τραγῳδίας εἰσίν, ἐς τὸ θέατρον ξυμφοιτᾶν ᾤετο, ἐπεὶ δὲ ἤκουσεν, ὅτι αὐλοῦ ὑποσημήναντος λυγισμοὺς ὀρχοῦνται καὶ μεταξὺ τῆς Ὀρφέως ἐποποιίας τε καὶ θεολογίας τὰ μὲν ὡς Ὧραι, τὰ δὲ ὡς Νύμφαι, τὰ δὲ ὡς Βάκχαι πράττουσιν, ἐς ἐπίπληξιν τούτου κατέστη καὶ παύσασθε εἶπεν ἐξορχούμενοι τοὺς Σαλαμινίους4 καὶ πολλοὺς ἑτέρους κειμένους ἀγαθοὺς ἄνδρας, εἰ μὲν γὰρ Λακωνικὴ ταῦτα ὄρχησις, εὖγε οἱ στρατιῶται, γυμνάζεσθε γὰρ πολέμῳ καὶ ξυνορχήσομαι, εἰ δὲ ἁπαλὴ καὶ ἐς τὸ θῆλυ σπεύδουσα, τί φῶ περὶ τῶν τροπαίων; οὐ γὰρ κατὰ Μήδων ταῦτα ἢ Περσῶν, καθʼ ὑμῶν δὲ ἑστήξει, τῶν ἀναθέντων αὐτὰ εἰ λίποισθε.5 κροκωτοὶ δὲ ὑμῖν καὶ ἁλουργία καὶ κοκκοβαφία τοιαύτη πόθεν; οὐδὲ γὰρ αἱ Ἀχαρναί γε ὧδε ἐστέλλοντο, οὐδὲ ὁ Κολωνὸς ὧδε ἵππευε. καὶ τί λέγω ταῦτα; γυνὴ ναύαρχος ἐκ Καρίας ἐφʼ ὑμᾶς ἔπλευσε μετὰ Ξέρξου, καὶ ἦν αὐτῇ γυναικεῖον οὐδέν, ἀλλʼ ἀνδρὸς στολὴ καὶ ὅπλα, ὑμεῖς δὲ ἁβρότεροι τῶν Ξέρξου γυναικῶν ἐφʼ ἑαυτοὺς στέλλεσθε οἱ γέροντες οἱ νέοι τὸ ἐφηβικόν, οἳ πάλαι μὲν ὤμνυσαν ἐς Ἀγραύλου φοιτῶντες ὑπὲρ τῆς πατρίδος ἀποθανεῖσθαι καὶ ὅπλα θήσεσθαι, νῦν δὲ ἴσως ὀμοῦνται ὑπὲρ τῆς πατρίδος βακχεύσειν καὶ θύρσον λήψεσθαι κόρυν μὲν οὐδεμίαν φέρον,6 γυναικομίμῳ δὲ μορφώματι, κατὰ τὸν Εὐριπίδην, αἰσχρῶς διαπρέπον. ἀκούω δὲ ὑμᾶς καὶ ἀνέμους γίγνεσθαι καὶ λῄδια ἀνασείειν λέγεσθε ἔπιπλα μετεώρως αὐτὰ κολποῦντες. ἔδει δὲ ἀλλὰ τούτους γε αἰδεῖσθαι, ξυμμάχους ὄντας καὶ πνεύσαντας ὑπὲρ ὑμῶν μέγα, μηδὲ τὸν Βορέαν κηδεστήν γε ὄντα καὶ παρὰ πάντας τοὺς ἀνέμους ἄρσενα ποιεῖσθαι θῆλυν, οὐδὲ γὰρ τῆς Ὠρειθυίας ἐραστὴς ἄν ποτε ὁ Βορέας ἐγένετο, εἰ κἀκείνην ὀρχουμένην εἶδε.

据说他还就雅典人在安塞斯忒里昂月所举行的狄俄尼索斯节严词斥责了他们。他原以为人们聚集于剧场是为了聆听独唱、抒情诗曲,以及喜剧和悲剧中的插曲与韵律节拍;但当他听说他们竟随着管乐的示意扭动身躯舞蹈,并且在奥菲斯的史诗与神学之间,时而扮作时序女神,时而扮作宁芙,时而扮作巴克科斯狂女时,便出面予以严厉谴责,说道:“停止跳这种玷污萨拉米斯勇士和其他长眠的诸多义士荣耀的舞蹈吧!如果这是拉哥尼亚式的战舞,好样的,战士们,你们正在为战争操练,我亦将与你们共舞;但若这是柔靡且倾向于女性化的舞姿,我对那些战胜纪念碑还能说什么呢?因为若你们逊色于那些立碑的前辈,这些战利品将不再是对抗米底人或波斯人的见证,而是矗立在此控诉你们自身的耻辱。你们身上那些藏红花色长袍、海紫袍以及如此深红的染料究竟从何而来?阿哈尔奈人未曾如此着装,科洛诺斯人亦未曾这般策马。我为何要提这些?来自卡里亚的一位女提督曾随薛西斯航行来攻打你们,在她身上毫无柔媚之态,尽是男儿之装束与甲胄;然而你们这些老者、青年以及正当壮年的从军子弟,比薛西斯的女眷还要奢靡地整饬自身来对抗自己!这些青年从前步入阿格劳洛斯的圣所时,曾起誓愿为祖国战死并执戈卫国,如今大概却要起誓为祖国狂欢乱舞、手持酒神杖了,头上不戴战盔,反而正如欧里庇得斯所言,以‘模仿妇人之姿’可耻地卖弄风骚!我还听说你们甚至化身风神,还据说你们挥舞薄斗篷将其高高扬起兜风。然而你们本该对这些风神心存敬畏,他们曾是你们的盟友并曾为你们大力助威;更不该将波雷阿斯塑造成雌柔之貌,他既是你们的联姻亲族,又是诸风中最具阳刚之气者;因为波雷阿斯若曾见奥瑞梯亚也起舞,亦绝不会成为她的爱慕者!”

语法注6 条
  1. 4.20ἁμαξῶν ᾆσμα

    字面意为“大车之歌”。这是一个习语,指在厄琉息斯秘仪或狄俄尼索斯节等节庆游行中,人们自车上向路人肆意喊唱的粗鄙嘲弄与讽刺歌谣(τὰ ἐξ ἁμαξῶν)。在此指该青年的放荡行径臭名昭著,以至于沦为大众街谈巷议和车前嘲弄歌谣的题材。

  2. 4.20ἐλελήθει δὲ ἄρα δαιμονῶν τὸ μειράκιον

    动词 λανθάνω(过去完成时 ἐλελήθει)搭配补充性分词 δαιμονῶν 的结构,分词与主语 τὸ μειράκιον 在性数格上一致。副词 ἄρα 表转折察觉,整句意为“原来众人都未曾察觉这青年竟被恶灵附体”。

  3. 4.20ἃ ἐπαρῴνει τότε

    关系代词 ἅ 兼含先行词,作为动词 ἐπαρῴνει(借酒发疯、胡作非为)的同源宾语/内涵宾格(internal cognate accusative),与前面的 ἐδόκει παροινεῖν 相呼应,意为“在当时他所胡作非为的事情上,他只被看作是借酒耍疯”。

  4. 4.21ἐξορχούμενοι τοὺς Σαλαμινίους

    复合动词 ἐξορχέομαι 后接宾格 τοὺς Σαλαμινίους(萨拉米斯的人们),其词义衍生自“以舞蹈泄露/亵渎秘仪”,此处引申为“以轻浮放荡的舞蹈亵渎、抛弃、践踏萨拉米斯勇士的荣耀”。

  5. 4.21τῶν ἀναθέντων αὐτὰ εἰ λίποισθε

    动词 λείπομαι(落后于、逊色于)支配表示比较的属格 τῶν ἀναθέντων αὐτά(建立它们的人)。条件从句 εἰ λίποισθε(εἰ+稀求法)与主句中的完成将来时 ἑστήξει 结合,表达一种假定:“如果你们逊色于当年建立战利品纪念碑的先烈,这些纪念碑就将成为控诉你们自身的耻辱标志”。

  6. 4.21κόρυν μὲν οὐδεμίαν φέρον

    中性单数现在分词 φέρον(以及下文的 διαπρέπον)在语法上与前面的集合名词 τὸ ἐφηβικόν(青年从军阶层,中性单数)一致,突出了这群青年抛弃头盔甲胄等戎装职责、转而执酒神杖做妇人态的荒谬对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:4.20-4.21