- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:4.17-4.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼奥斯抵达雅典受到热烈欢迎,但在厄琉息斯秘仪中被传授者斥为术士并拒绝接纳入仪。他从容驳斥了传授者并预言自己将由继任者授仪,随后发表了关于正确敬神礼仪的首次讲演。
τοιαῦτα μὲν τὰ ἐπὶ τῆς νεώς, ἐς δὲ τὸν Πειραιᾶ ἐσπλεύσας περὶ μυστηρίων ὥραν, ὅτε Ἀθηναῖοι πολυανθρωπότατα Ἑλλήνων πράττουσιν, ἀνῄει ξυντείνας ἀπὸ τῆς νεὼς ἐς τὸ ἄστυ, προιὼν δὲ πολλοῖς τῶν φιλοσοφούντων ἐνετύγχανε Φάληράδε κατιοῦσιν, ὧν οἱ μὲν γυμνοὶ ἐθέροντο, καὶ γὰρ τὸ μετόπωρον εὐήλιον τοῖς Ἀθηναίοις, οἱ δὲ ἐκ βιβλίων ἐσπούδαζον, οἱ δʼ ἀπὸ στόματος ἠσκοῦντο, οἱ δὲ ἤριζον. παρῄει δὲ οὐδεὶς αὐτόν, ἀλλὰ τεκμηράμενοι πάντες, ὡς εἴη Ἀπολλώνιος, ξυνανεστρέφοντό τε καὶ ἠσπάζοντο χαίροντες, νεανίσκοι δὲ ὁμοῦ δέκα περιτυχόντες αὐτῷ νὴ τὴν Ἀθηνᾶν ἐκείνην, ἔφασαν ἀνατείναντες τὰς χεῖρας ἐς τὴν ἀκρόπολιν, ἡμεῖς ἄρτι ἐς Πειραιᾶ ἐβαδίζομεν πλευσόμενοι ἐς Ἰωνίαν παρὰ σέ. ὁ δὲ ἀπεδέχετο αὐτῶν καὶ ξυγχαίρειν ἔφη φιλοσοφοῦσιν.
船上的情形大略如此;他在秘仪的时节驶入比雷埃夫斯港,当时雅典人正举行全希腊最为人头攒动的盛典,他便从船处疾步上行,赶往城中。前行途中,他遇上了许多正往法勒隆走去的哲学家,其中有人赤身晒着太阳——因为秋日对雅典人而言阳光明媚——有人正潜心读书,有人正在凭记忆背诵演练,还有人在相互争辩。没有一人与他擦肩而过,众人皆推断出他就是阿波罗尼奥斯,于是纷纷转身陪同,欢欣地向他致意。十来个青年一道遇上了他,把双手伸向卫城说道:“凭那位雅典娜女神起誓,我们刚才正走向比雷埃夫斯,打算泛舟前往伊奥尼亚拜谒您。”他欣然接纳了他们,并表示愿与从事哲学之人同乐。
ἦν μὲν δὴ Ἐπιδαυρίων ἡμέρα. τὰ δὲ Ἐπιδαύρια μετὰ πρόρρησίν τε καὶ ἱερεῖα δεῦρο μυεῖν Ἀθηναίοις πάτριον ἐπὶ θυσίᾳ δευτέρᾳ, τουτὶ δὲ ἐνόμισαν Ἀσκληπιοῦ ἕνεκα, ὅτι δὴ ἐμύησαν αὐτὸν ἥκοντα Ἐπιδαυρόθεν ὀψὲ μυστηρίων. ἀμελήσαντες δὲ οἱ πολλοὶ τοῦ μυεῖσθαι περὶ τὸν Ἀπολλώνιον εἶχον καὶ τοῦτʼ ἐσπούδαζον μᾶλλον ἢ τὸ ἀπελθεῖν τετελεσμένοι, ὁ δὲ ξυνέσεσθαι μὲν αὐτοῖς αὖθις ἔλεγεν, ἐκέλευσε δὲ πρὸς τοῖς ἱεροῖς τότε γίγνεσθαι, καὶ γὰρ αὐτὸς μυεῖσθαι. ὁ δὲ ἱεροφάντης οὐκ ἐβούλετο παρέχειν τὰ ἱερά, μὴ γὰρ ἄν ποτε μυῆσαι γόητα, μηδὲ τὴν Ἐλευσῖνα ἀνοῖξαι ἀνθρώπῳ μὴ καθαρῷ τὰ δαιμόνια. ὁ δὲ Ἀπολλώνιος οὐδὲν ὑπὸ τούτων ἥττων αὑτοῦ γενόμενος1 οὔπω ἔφη τὸ μέγιστον, ὧν ἐγὼ ἐγκληθείην ἄν, εἴρηκας, ὅτι περὶ τῆς τελετῆς πλείω ἢ σὺ γιγνώσκων ἐγὼ δὲ ὡς παρὰ σοφώτερον ἐμαυτοῦ μυησόμενος ἦλθον.2 ἐπαινεσάντων δὲ τῶν παρόντων, ὡς ἐρρωμένως καὶ παραπλησίως αὑτῷ ἀπεκρίνατο, ὁ μὲν ἱεροφάντης, ἐπειδὴ ἐξείργων αὐτὸν οὐ φίλα τοῖς πολλοῖς ἐδόκει πράττειν, μετέβαλε τοῦ τόνου καὶ μυοῦ, ἔφη σοφὸς γάρ τις ἥκειν ἔοικας, ὁ δὲ Ἀπολλώνιος μυήσομαι ἔφη αὖθις, μυήσει δέ με ὁ δεῖνα προγνώσει χρώμενος ἐς τὸν μετʼ ἐκεῖνον ἱεροφάντην, ὃς μετὰ τέτταρα ἔτη τοῦ ἱεροῦ προὔστη.
这天恰是埃皮达鲁斯节。雅典人的传统是在宣告和献上牺牲之后,在埃皮达鲁斯节举行第二次祭祀并于此地传授秘仪;他们确立这一规矩是为了阿斯克勒庇俄斯,因为在阿斯克勒庇俄斯在秘仪后期从埃皮达鲁斯赶来时,雅典人确实为他授了仪。然而众人却忽视了入仪之事,围绕在阿波罗尼奥斯身边,热衷于此甚于完成入仪后离去。但他表示日后自会与他们相聚,并叮嘱他们此刻应当关注圣事,因为他自己也要接受秘仪。然而秘仪传授者却不愿提供圣仪,声称绝不给术士传授秘仪,亦不向在神圣事物上不洁净的人敞开厄琉息斯的大门。阿波罗尼奥斯闻此却毫无惊慌失措之态,说道:“你尚未说出我可能招致的最大指责呢,那就是:我对秘仪的了解分明多于你,却依然为了受仪而来,仿佛是来找一个比我自己更明智的人。” 在场之人纷纷称赞他回答得如此有力且切合其一贯风范,秘仪传授者眼见将他拒之门外似乎不合大众心意,便改换了语调说道:“受仪吧,因为你看来是以智者的身份到来的。”但阿波罗尼奥斯说道:“我将在下次受仪,且某某将为我授仪。”他运用预知之能指明了继任的那位秘仪传授者,此人在四年后执掌了圣所。
τὰς δὲ Ἀθήνησι διατριβὰς πλείστας μὲν ὁ Δάμις γενέσθαι φησὶ τῷ ἀνδρί, γράψαι δὲ οὐ πάσας, ἀλλὰ τὰς ἀναγκαίας τε καὶ περὶ μεγάλων σπουδασθείσας. τὴν μὲν δὴ πρώτην διάλεξιν, ἐπειδὴ φιλοθύτας τοὺς Ἀθηναίους εἶδεν, ὑπὲρ ἱερῶν διελέξατο, καὶ ὡς ἄν τις ἐς τὸ ἑκάστῳ τῶν θεῶν οἰκεῖον καὶ πηνίκα δὲ τῆς ἡμέρας τε καὶ νυκτὸς ἢ θύοι ἢ σπένδοι ἢ εὔχοιτο, καὶ βιβλίῳ Ἀπολλωνίου προστυχεῖν ἐστιν, ἐν ᾧ ταῦτα τῇ ἑαυτοῦ φωνῇ ἐκδιδάσκει. διῆλθε δὲ ταῦτα Ἀθήνησι πρῶτον μὲν ὑπὲρ σοφίας αὑτοῦ τε κἀκείνων, εἶτʼ ἐλέγχων τὸν ἱεροφάντην διʼ ἃ βλασφήμως τε καὶ ἀμαθῶς εἶπε· τίς γὰρ ἔτι ᾠήθη τὰ δαιμόνια μὴ καθαρὸν εἶναι τὸν φιλοσοφοῦντα, ὅπως οἱ θεοὶ θεραπευτέοι;3
达米斯说道,这位先哲在雅典的盘桓与讲论极多,但他并未全数记录,而只记下了必不可少且潜心于重大题材的论述。至于初次讲演,因他见雅典人热衷于献祭,便就圣仪发表了谈话,论及人当如何依诸神各自相宜之式、在昼夜何等时刻献祭、奠酒或祈祷;人们如今仍能读到阿波罗尼奥斯的一部著作,其中以他本人的口吻阐述了这些道理。他在雅典详论这些,首要在于展示自己与他们的智慧,其次则是为了驳斥那位秘仪传授者亵渎且无知的谰言;因为有谁还会认为,一个探讨诸神当如何侍奉的哲人,在神明之事上竟然会是不洁的呢?
- 4.18ἥττων αὑτοῦ γενόμενος
比较级 ἥττων 支配反身代词属格 αὑτοῦ 的习惯搭配,字面义为“变得不如平时的自己”,引申为“失去冷静”、“惊慌失措”或“自失尊严”。与 οὐδέν 连用,表示“丝毫没有动摇/气馁”。
- 4.18ὅτι περὶ τῆς τελετῆς πλείω ἢ σὺ γιγνώσκων ἐγὼ δὲ ὡς παρὰ σοφώτερον ἐμαυτοῦ μυησόμενος ἦλθον
ὅτι 引导的名词性从句对前文的 τὸ μέγιστον 作同位语阐释。现在分词 γιγνώσκων 含有让步意味(“尽管知道……”);分词短语之后以带归结性(apodotic)δέ 的 ἐγὼ δέ 引出主语,从而使让步分词短语与主节谓语 ἦλθον 构成强烈的对比。
- 4.19τὸν φιλοσοφοῦντα, ὅπως οἱ θεοὶ θεραπευτέοι
间接疑问从句 ὅπως οἱ θεοὶ θεραπευτέοι(省略系词 εἰσί 的动形容词结构,“当如何侍奉诸神”)充当现在分词 φιλοσοφοῦντα 的宾语。整个结构是动词 ᾠήθη 所统辖的“宾格加不定词”句式,其中 τὸν φιλοσοφοῦντα 为不定词 εἶναι 的主语宾格,μὴ καθαρὸν(搭配表示关系范畴的宾格 τὰ δαιμόνια)为其表语。
