← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§4.16

与阿喀琉斯幽灵的对话及五个问答

阿波罗尼奥斯讲述了自己如何通过祈祷召来阿喀琉斯高大俊朗的亡灵,并答应出使色萨利人,同时就阿喀琉斯之墓、波吕克塞娜、海伦的去向、英雄时代的人才以及荷马剔除帕拉墨得斯的缘由这五个问题获知了真相。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.16

δεομένων δὲ καὶ τῶν ἄλλων τοῦ λόγου τούτου καὶ φιληκόως ἐχόντων αὐτοῦ ἀλλʼ οὐχὶ βόθρον εἶπεν Ὀδυσσέως ὀρυξάμενος, οὐδὲ ἀρνῶν αἵματι ψυχαγωγήσας ἐς διάλεξιν τοῦ Ἀχιλλέως ἦλθον, ἀλλʼ εὐξάμενος, ὁπόσα τοῖς ἥρωσιν Ἰνδοί φασιν εὔχεσθαι, ὦ Ἀχιλλεῦ, ἔφην τεθνάναι σε οἱ πολλοὶ τῶν ἀνθρώπων φασίν, ἐγὼ δὲ οὐ ξυγχωρῶ τῷ λόγῳ, οὐδὲ Πυθαγόρας σοφίας ἐμῆς πρόγονος. εἰ δὴ ἀληθεύομεν, δεῖξον ἡμῖν τὸ σεαυτοῦ εἶδος, καὶ γὰρ ἂν ὄναιο ἄγαν τῶν ἐμῶν ὀφθαλμῶν, εἰ μάρτυσιν αὐτοῖς τοῦ εἶναι χρήσαιο.1 ἐπὶ τούτοις σεισμὸς μὲν περὶ τὸν κολωνὸν βραχὺς ἐγένετο, πεντάπηχυς δὲ νεανίας ἀνεδόθη Θετταλικὸς τὴν χλαμύδα, τὸ δὲ εἶδος οὐκ ἀλαζών τις ἐφαίνετο, ὡς ἐνίοις ὁ Ἀχιλλεὺς δοκεῖ, δεινός τε ὁρώμενος οὐκ ἐξήλλαττε τοῦ φαιδροῦ, τὸ δὲ κάλλος οὔπω μοι δοκεῖ ἐπαινέτου ἀξίου ἐπειλῆφθαι καίτοι Ὁμήρου πολλὰ ἐπʼ αὐτῷ εἰπόντος, ἀλλὰ ἄρρητον εἶναι καὶ καταλύεσθαι μᾶλλον ὑπὸ τοῦ ὑμνοῦντος ἢ παραπλησίως ἑαυτῷ ᾅδεσθαι. ὁρώμενος δέ, ὁπόσον εἶπον, μείζων ἐγίγνετο καὶ διπλάσιος καὶ ὑπὲρ τοῦτο, δωδεκάπηχυς γοῦν ἐφάνη μοι, ὅτε δὴ τελεώτατος ἑαυτοῦ ἐγένετο, καὶ τὸ κάλλος ἀεὶ ξυνεπεδίδου τῷ μήκει. τὴν μὲν δὴ κόμην οὐδὲ κείρασθαί ποτε ἔλεγεν, ἀλλὰ ἄσυλον φυλάξαι τῷ Σπερχειῷ, ποταμῶν γὰρ πρώτῳ Σπερχειῷ χρήσασθαι, τὰ γένεια δʼ αὐτῷ πρώτας ἐκβολὰς εἶχε. προσειπὼν δέ με ἀσμένως εἶπεν ἐντετύχηκά σοι, πάλαι δεόμενος ἀνδρὸς τοιοῦδε· Θετταλοὶ γὰρ τὰ ἐναγίσματα χρόνον ἤδη πολὺν ἐκλελοίπασί μοι, καὶ μηνίειν μὲν οὔπω ἀξιῶ, μηνίσαντος γὰρ ἀπολοῦνται μᾶλλον ἢ οἱ ἐνταῦθά ποτε Ἕλληνες, ξυμβουλίᾳ δὲ ἐπιεικεῖ χρῶμαι, μὴ ὑβρίζειν σφᾶς ἐς τὰ νόμιμα,2 μηδὲ κακίους ἐλέγχεσθαι τουτωνὶ τῶν Τρώων, οἳ τοσούσδε ἄνδρας ὑπʼ ἐμοῦ ἀφαιρεθέντες δημοσίᾳ τε θύουσί μοι καὶ ὡραίων ἀπάρχονται καὶ ἱκετηρίαν τιθέμενοι σπονδὰς αἰτοῦσιν, ἃς ἐγὼ οὐ δώσω· τὰ γὰρ ἐπιορκηθέντα τούτοις ἐπʼ ἐμὲ3 οὐκ ἐάσει τὸ Ἴλιόν ποτε τὸ ἀρχαῖον ἀναλαβεῖν εἶδος, οὐδὲ τυχεῖν ἀκμῆς, ὁπόση περὶ πολλὰς τῶν καθῃρημένων ἐγένετο, ἀλλʼ οἰκήσουσιν αὐτὸ βελτίους οὐδὲν ἢ εἰ χθὲς ἥλωσαν. ἵνʼ οὖν μὴ καὶ τὰ Θετταλῶν ἀποφαίνω ὅμοια, πρέσβευε παρὰ τὸ κοινὸν αὐτῶν ὑπὲρ ὧν εἶπον. πρεσβεύσω, ἔφην ὁ γὰρ νοῦς τῆς πρεσβείας ἦν μὴ ἀπολέσθαι αὐτούς. ἀλλʼ ἐγώ τί σου, Ἀχιλλεῦ, δέομαι. ξυνίημι, ἔφη δῆλος γὰρ εἶ περὶ τῶν Τρωικῶν ʽἐρωτήσωνʼ· ἐρώτα δὲ λόγους πέντε, οὓς αὐτός τε βούλει καὶ Μοῖραι ξυγχωροῦσιν. ἠρόμην οὖν πρῶτον, εἰ κατὰ τὸν τῶν ποιητῶν λόγον ἔτυχε τάφου. κεῖμαι μέν, εἶπεν ὡς ἔμοιγε ἥδιστον καὶ Πατρόκλῳ ἐγένετο, ξυνέβημεν γὰρ δὴ κομιδῇ νέοι, ξυνέχει δὲ ἄμφω χρυσοῦς ἀμφορεὺς κειμένους, ὡς ἕνα. Μουσῶν δὲ θρῆνοι καὶ Νηρηίδων, οὓς ἐπʼ ἐμοὶ γενέσθαι φασί, Μοῦσαι μὲν οὐδʼ ἀφίκοντό ποτε ἐνταῦθα, Νηρηίδες δὲ ἔτι φοιτῶσι. μετὰ ταῦτα δὲ ἠρόμην, εἰ ἡ Πολυξένη ἐπισφαγείη αὐτῷ, ὁ δὲ ἀληθὲς μὲν ἔφη τοῦτο εἶναι, σφαγῆναι δὲ αὐτὴν οὐχ ὑπὸ τῶν Ἀχαιῶν, ἀλλʼ ἑκοῦσαν ἐπὶ τὸ σῆμα ἐλθοῦσαν καὶ τὸν ἑαυτῆς τε κἀκείνου ἔρωτα μεγάλων ἀξιῶσαι προσπεσοῦσαν ξίφει ὀρθῷ. τρίτον ἠρόμην· ἡ Ἑλένη, ὦ Ἀχιλλεῦ, ἐς Τροίαν ἦλθεν ἢ Ὁμήρῳ ἔδοξεν ὑποθέσθαι ταῦτα; πολὺν ἔφη χρόνον ἐξηπατώμεθα πρεσβευόμενοί τε παρὰ τοὺς Τρῶας καὶ ποιούμενοι τὰς ὑπὲρ αὐτῆς μάχας, ὡς ἐν τῷ Ἰλίῳ οὔσης, ἡ δʼ Αἴγυπτὸν τε ᾤκει καὶ τὸν Πρωτέως οἶκον ἁρπασθεῖσα ὑπὸ τοῦ Πάριδος. ἐπεὶ δὲ ἐπιστεύθη τοῦτο, ὑπὲρ αὐτῆς τῆς Τροίας λοιπὸν ἐμαχόμεθα, ὡς μὴ αἰσχρῶς ἀπέλθοιμεν. ἡψάμην καὶ τετάρτης ἐρωτήσεως καὶ θαυμάζειν ἔφην, εἰ τοσούσδε ὁμοῦ καὶ τοιούσδε ἄνδρας ἡ Ἑλλὰς ἤνεγκεν, ὁπόσους Ὅμηρος ἐπὶ τὴν Τροίαν ξυντάττει. ὁ δὲ Ἀχιλλεὺς οὐδὲ οἱ βάρβαροι ἔφη πολὺ ἡμῶν ἐλείποντο, οὕτως ἡ γῆ πᾶσα ἀρετῆς ἤνθησε. πέμπτον δʼ ἠρόμην· τί παθὼν Ὅμηρος τὸν Παλαμήδην οὐκ οἶδεν, ἢ οἶδε μέν, ἐξαιρεῖ δὲ τοῦ περὶ ὑμῶν λόγου; εἰ Παλαμήδης εἶπεν ἐς Τροίαν οὐκ ἦλθεν, οὐδὲ Τροία ἐγένετο· ἐπεὶ δὲ ἀνὴρ σοφώτατός τε καὶ μαχιμώτατος ἀπέθανεν, ὡς Ὀδυσσεῖ ἔδοξεν, οὐκ ἐσάγεται αὐτὸν ἐς τὰ ποιήματα Ὅμηρος, ὡς μὴ τὰ ὀνείδη τοῦ Ὀδυσσέως ᾅδοι. καὶ ἐπολοφυράμενος αὐτῷ ὁ Ἀχιλλεὺς ὡς μεγίστῳ τε καὶ καλλίστῳ νεωτάτῳ τε καὶ πολεμικωτάτῳ σωφροσύνῃ τε ὑπερβαλομένῳ πάντας καὶ πολλὰ ξυμβαλομένῳ ταῖς Μούσαις ἀλλὰ σύ, ἔφη Ἀπολλώνιε, σοφοῖς γὰρ πρὸς σοφοὺς ἐπιτήδεια, τοῦ τε τάφου ἐπιμελήθητι καὶ τὸ ἄγαλμα τοῦ Παλαμήδους ἀνάλαβε φαύλως ἐρριμμένον· κεῖται δὲ ἐν τῇ Αἰολίδι κατὰ Μήθυμναν τὴν ἐν Λέσβῳ. ταῦτα εἰπὼν καὶ ἐπὶ πᾶσι τὰ περὶ τὸν νεανίαν τὸν ἐκ Πάρου ἀπῆλθε ξὺν ἀστραπῇ μετρίᾳ, καὶ γὰρ δὴ καὶ ἀλεκτρυόνες ἤδη ᾠδῆς ἥπτοντο.

当其他人也恳求这一叙述,并热切渴望倾听之际,他说道: “然而,我并非像奥德修斯那样掘坑,亦非用羔羊之血招引魂魄而与阿喀琉斯交谈,而是按照印度人所说向英雄祈愿的方式祈愿: ‘阿喀琉斯啊,’我说道, ‘世上众人皆言你已死,但我不能赞同此说,我智慧的始祖毕达哥拉斯亦然。若我们所言属实,便向我们展示你的身形吧;因为若你能将我的双眼用作你存在的见证,你定能从我的双眼中获益匪浅。’ 此话一出,土丘周围便发生了一场轻微的地震,一位身披色萨利式短斗篷、高五肘的青年显现出来。他的外貌并无某些人认为阿喀琉斯具有的那种傲慢,虽然望之令人畏惧,却未减损其爽朗的神采;他的美丽在我看来尚未得到相称的赞扬者,尽管荷马曾对他极尽赞辞,但他那美貌实难以言表,与其说是得到了如其所是的颂咏,不如说是被歌颂者贬损了。而就在注视之间,他从我所说的身量变得更大,达至两倍乃至超越于此;当他达到自身最完满的状态时,在我看来足有十二肘高,且其美丽始终随着身长而一同增长。他说道,他的头发从未剪过,而是为斯佩耳刻俄斯河保持完好,因为在诸河之中他最早使用斯佩耳刻俄斯河;而他的下颌才刚刚初生胡须。他向我致意后说道: ‘我欣然与你相遇,久已期盼能有这样一位男儿。因为色萨利人停止向我献祭已经很久了;我尚不认为应当动怒——因为我若动怒,他们将比当年此处的希腊人毁灭得更加惨烈——我乃是施以温和的劝告,劝他们勿要亵渎规矩,亦勿要被证实比这些特洛伊人更为不堪:特洛伊人被我夺去了如此众多的男儿,却依然公开向我献祭,献上时令初熟之物,并摆出求告者的枝条请求休战,尽管我不会应允;因为他们背叛我所发的誓言,将永不容许伊利昂恢复旧貌,亦不能获得许多被毁城市所曾享有的繁华,他们居住于其中,境况绝不会好于昨日被攻陷之时。因此,为了不让我使色萨利人的境遇也变得相同,请就我所言之事,作为使节前往他们的联邦议会。’ ‘我定会出使,’我说道, ‘因为出使的主旨本就是为了使他们不至毁灭。但我亦有一事求你,阿喀琉斯。’ ‘我明白,’他说道, ‘因为显然你要询问关于特洛伊之事。你可以提出五个问题,既随你心意,又为诸摩伊拉所允准。’ 于是我首先询问,他是否如诗人们所言得到了安葬。 ‘我躺卧着,’他说道, ‘以于我及帕特洛克罗斯而言最感惬意的方式;因为我们在极其年幼时便相知相伴,一只金双耳罐将我们两人容纳于一处安葬,宛如一体。至于人们所说为我举行的缪斯与涅柔斯诸女的哀歌,缪斯们根本未曾来到此处,而涅柔斯诸女至今仍在造访。’ 此后我询问,波吕克塞娜是否在他墓前被宰牲献祭。他答道确有此事,但她并非被阿开奥斯人所宰杀,而是自愿来到墓冢前,为了尊崇她自身与他的爱情,扑向直立的利剑自刎。第三个问题我问道:‘阿喀琉斯啊,海伦究竟去了特洛伊,还是荷马自作主张设想了这些?’ ‘长久以来,’他说道, ‘我们向特洛伊人遣使,并为她交战,一直被蒙在鼓里,以为她身在伊利昂;然而她却被帕里斯掠走,居住在埃及和普罗透斯的宫殿中。当这一点被证实后,为了不至于耻辱地退走,我们其余的时间便纯粹是为特洛伊本身而战。’ 我继而提出了第四个问题,并表示诧异:希腊竟能同时造就荷马为进军特洛伊所罗列的如此众多且如此卓越的人才。阿喀琉斯说道: ‘即便异邦人亦未曾远逊于我们,整片大地曾那样因美德而璀璨繁茂。’ 第五个问题我问道:‘荷马究竟因何缘故不知帕拉墨得斯,还是他明知其人,却将他从关于你们的叙述中删除了?’ ‘假若帕拉墨得斯’他说道, ‘未曾来到特洛伊,特洛伊也未曾存在;但由于最聪明亦最勇敢的人按奥德修斯的意愿被害死,荷马便未将他引入诗篇,以免唱出奥德修斯的恶名。’ 阿喀琉斯为帕拉墨得斯哀悼,称他是最伟大、最俊美、最年轻且最善战之人,在节制上超越一切人,对诸缪斯贡献良多;随后他说道: ‘然而你,阿波罗尼奥斯啊——因为智者对智者负有合宜之责——务要照料他的陵墓,扶起帕拉墨得斯那被草率抛掷的雕像;它正位于莱斯博斯岛墨斯姆纳对面的埃奥利斯。’ 说完这些,并最终交代了有关帕罗斯岛青年的事宜之后,他伴着一道适度的闪电离去了;因为雄鸡已然啼晓歌唱。”

语法注3 条
  1. 4.16καὶ γὰρ ἂν ὄναιο ἄγαν τῶν ἐμῶν ὀφθαλμῶν, εἰ μάρτυσιν αὐτοῖς τοῦ εἶναι χρήσαιο

    此处是由主句 ἂν ὄναιο(动词 ὀνίναμαι 的第二人称单数不定过去时中动祈愿式+ἄν)与从句 εἰ ... χρήσαιο(χράομαι 的第二人称单数不定过去时中动祈愿式)构成的潜势条件句。ὀνίναμαι 支配属格补足语 τῶν ἐμῶν ὀφθαλμῶν(“从我的双眼中获益”)。带冠词不定词 τοῦ εἶναι 作属格修饰 μάρτυσιν(“存在的见证人”),而 αὐτοῖς 则是 χρήσαιο 所支配的与格宾语,指代前述的双眼。

  2. 4.16ξυμβουλίᾳ δὲ ἐπιεικεῖ χρῶμαι, μὴ ὑβρίζειν σφᾶς ἐς τὰ νόμιμα

    不定词短语 μὴ ὑβρίζειν 起到对名词 ξυμβουλίᾳ 进行同位语式解释说明的作用,揭示出所施忠告的具体内容(“不侮慢常规旧制”)。宾格代词 σφᾶς 作为不定词的逻辑主语,在此用作间接反身代词,指代上下文中的色萨利人,而非主句的主语(阿喀琉斯)。

  3. 4.16τὰ γὰρ ἐπιορκηθέντα τούτοις ἐπʼ ἐμὲ

    ἐπιορκηθέντα 是动词 ἐπιορκέω(违誓、背弃誓言)的中性复数不定过去时被动分词的名词化用法,意为“背弃誓言之举”或“伪誓”。与格 τούτοις 是被动分词的施事与格(dative of agent),表示“由这些人(特洛伊人)所为”;介词短语 ἐπʼ ἐμέ 则表示违誓行为所针对的对象(“针对我”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:4.16