← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§4.13-4.15

祭拜帕拉墨得斯与前往希腊的航行

阿波罗尼奥斯换乘大船载运众多同行者启航,在莱斯博斯岛对岸寻得并祭拜了帕拉墨得斯的墓冢与雕像,在莱斯博斯探访了俄耳甫斯神谕所的传说,并在驶向优卑亚的海上被达米斯催促讲述与阿喀琉斯相会的详情。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.13

ὁ μὲν δὴ Ἀντισθένης ἄκων ἀπῆλθεν, ἐπεὶ δὲ ἡμέρα ἐγένετο καὶ τὸ πνεῦμα ἐκ τῆς γῆς ἐπεδίδου περί τε ἀναγωγὴν ἡ ναῦς εἶχεν, ἐπέρρεον αὐτῇ σμικρᾷ οὔσῃ πλείους ἕτεροι βουλόμενοι τῷ Ἀπολλωνίῳ ξυμπλεῖν, καὶ γὰρ μετόπωρον ἤδη ἐτύγχανε καὶ ἡ θάλαττα ἧττον βεβαία. πάντες οὖν καὶ χειμῶνος καὶ πυρὸς καὶ τῶν χαλεπωτάτων κρείττω τὸν ἄνδρα ἡγούμενοι ξυνεμβαίνειν ἤθελον καὶ ἐδέοντο προσδοῦναί σφισι τῆς κοινωνίας τοῦ πλοῦ. ἐπεὶ δὲ τὸ πλήρωμα πολλαπλάσιον ἦν τῆς νεώς, ναῦν μείζω ἑτέραν ἐπισκεψάμενος, πολλαὶ δὲ περὶ τὸ Αἰάντειον ἦσαν ἐνταῦθα ἔφη ἐμβαίνωμεν, καλὸν γὰρ τὸ μετὰ πλειόνων σώζεσθαι. περιβαλὼν οὖν τὸ Τρωικὸν ἀκρωτήριον, ἐκέλευσε τὸν κυβερνήτην κατασχεῖν ἐς τὴν Αἰολέων, ἣ ἀντιπέρας Λέσβου κεῖται, πρὸς Μήθυμνάν τε μᾶλλον τετραμμένον ποιεῖσθαι τὸν ὅρμον. ἐνταῦθα γάρ που τὸν Παλαμήδην φησὶν ὁ Ἀχιλλεὺς κεῖσθαι, οὗ καὶ ἄγαλμα αὐτοῦ εἶναι πηχυαῖον, ἐν πρεσβυτέρῳ, ἢ ὡς Παλαμήδης, τῷ εἴδει.1 καὶ ἅμα ἐξιὼν τῆς νεὼς ἐπιμεληθῶμεν, εἶπεν ὦ ἄνδρες Ἕλληνες, ἀγαθοῦ ἀνδρός, διʼ ὃν σοφία πᾶσα, καὶ γὰρ ἂν καὶ τῶν γε Ἀχαιῶν βελτίους γενοίμεθα, τιμῶντες διʼ ἀρετήν, ὃν ἐκεῖνοι δίκῃ οὐδεμιᾷ ἀπέκτειναν. οἱ μὲν δὴ ἐξεπήδων τῆς νεώς, ὁ δὲ ἐνέτυχε τῷ τάφῳ καὶ τὸ ἄγαλμα κατορωρυγμένον πρὸς αὐτῷ εὗρεν. ἐπεγέγραπτο δὲ τῇ βάσει τοῦ ἀγάλματος ΘΕΙΩΙ ΠΑΛΑΜΗΔΕΙ. καθιδρύσας οὖν αὐτό, ὡς κἀγὼ εἶδον, καὶ ἱερὸν περὶ αὐτὸ βαλόμενος, ὅσον οἱ τὴν Ἐνοδίαν τιμῶντες, ἔστι γὰρ ὡς δέκα ξυμπότας ἐν αὐτῷ εὐωχεῖσθαι, τοιάνδε εὐχὴν ηὔξατο· Παλάμηδες, ἐκλάθου τῆς μήνιδος, ἣν ἐν τοῖς Ἀχαιοῖς ποτε ἐμήνισας, καὶ δίδου γίγνεσθαι πολλούς τε καὶ σοφοὺς ἄνδρας. ναὶ Παλάμηδες, διʼ ὃν λόγοι, διʼ ὃν Μοῦσαι, διʼ ὃν ἐγώ.

安提斯泰尼于是依依不舍地离去了;而当天色大亮、陆风渐劲、船只准备启航之际,尽管该船颇为狭小,又有更多的人涌了过来,希望能与阿波罗尼奥斯同行;因为当时正值秋日,海况亦不大稳定。因此众人皆认为此人能战胜风暴、烈火与最严峻的险境,都渴望一同登船,并恳求他允许他们共享这趟航程。但由于欲行者数倍于船的承载,他在察看了一条更大的船之后——在埃阿斯陵墓附近恰好有许多船只——便说道:“我们登这艘船吧,因为与更多人一同获救乃是一件善事。” 于是,绕过特洛伊的海角后,他命令舵手将船驶向位于莱斯博斯岛对岸的埃奥利斯人地区,并将泊位更多地朝向墨斯姆纳。 因为阿喀琉斯说,帕拉墨得斯大概便葬在此处某地,那里还有他的一尊高一肘的雕像,面容较之帕拉墨得斯生前显得更为年长。 在离船登岸之际,他说道:“希腊的男儿们,让我们去照拂一位善人吧,一切智慧皆由他而来;因为通过因德行而尊崇被他们〔阿开奥斯人〕毫无公理地杀害的人,我们甚至会变得比阿开奥斯人更为优秀。” 于是众人纷纷跃下船去,而他找到了那座墓冢,并在其近旁寻得了埋在地下的雕像。雕像的基座上刻着:“献给神圣的帕拉墨得斯”。随后他如我亲眼所见的那般将雕像重新竖立,并环绕雕像筑起了一座与崇奉厄诺狄亚女神者所筑规模相当的圣所——其中足以容纳大约十位饮宴者聚席进餐——并作了如下的祈愿: “帕拉墨得斯啊,请忘却你当年在阿开奥斯人中间所结下的怨恨,赐予世间诞生众多有智慧的人吧。是的,帕拉墨得斯啊,言谈因你而有,缪斯因你而有,我亦因你而有。”

§4.14

παρῆλθε καὶ ἐς τὸ τοῦ Ὀρφέως ἄδυτον προσορμισάμενος τῇ Λέσβῳ. φασὶ δὲ ἐνταῦθά ποτε τὸν Ὀρφέα μαντικῇ χαίρειν, ἔστε τὸν Ἀπόλλω ἐπιμεμελῆσθαι αὐτόν.2 ἐπειδὴ γὰρ μήτε ἐς Γρύνειον ἐφοίτων ἔτι ὑπὲρ χρησμῶν ἄνθρωποι μήτε ἐς Κλάρον μήτʼ ἔνθα ὁ τρίπους ὁ Ἀπολλώνειος, Ὀρφεὺς δὲ ἔχρα μόνος ἄρτι ἐκ Θρᾴκης ἡ κεφαλὴ ἥκουσα, ἐφίσταταί οἱ χρησμῳδοῦντι ὁ θεὸς καὶ πέπαυσο ἔφη τῶν ἐμῶν, καὶ γὰρ δὴ ʽκαἲ ᾅδοντά σε ἱκανῶς ἤνεγκα.

在莱斯博斯岛靠岸后,他又造访了俄耳甫斯的密室。相传俄耳甫斯昔日曾在此热衷于行预言之能,直到阿波罗对他加以干预为止。因为当时人们不再为了神谕而前往格律涅昂,也不再去克拉洛斯,亦不去阿波罗的三脚金炉所在之处,唯有俄耳甫斯在发布神谕——其头颅刚刚从色雷斯漂来——于是当他正诵出神谕时,神明降临在他面前说道:“住手,勿再干预我的权责;你在唱歌时,我已经容忍你够久的了。”

§4.15

πλεόντων δὲ αὐτῶν μετὰ ταῦτα τὸ ἐπʼ Εὐβοίας πέλαγος, ὃ καὶ Ὁμήρῳ δοκεῖ τῶν χαλεπῶν καὶ δυσμετρήτων εἶναι, ἡ μὲν θάλαττα ὑπτία καὶ τῆς ὥρας κρείττων ἐφαίνετο λόγοι τε ἐγίγνοντο περί τε νήσων, ἐπειδὴ πολλαῖς τε καὶ ὀνομασταῖς ἐνετύγχανον, περί τε ναυπηγίας καὶ κυβερνητικῆς πρόσφοροι τοῖς πλέουσιν, ἐπεὶ δὲ ὁ Δάμις τοὺς μὲν διέβαλλε τῶν λόγων, τοὺς δὲ ὑπετέμνετο, τοὺς δὲ οὐ ξυνεχώρει ἐρωτᾶν, ξυνῆκεν ὁ Ἀπολλώνιος, ὅτι λόγον ἕτερον σπουδάσαι βούλοιτο, καὶ τί παθών,3 ἔφη ὦ Δάμι, διασπᾷς τὰ ἐρωτώμενα; οὐ γὰρ ναυτιῶν γε ἢ ὑπὸ τοῦ πλοῦ πονήρως ἔχων ἀποστρέφῃ τοὺς λόγους, ἡ γὰρ θάλαττα, ὁρᾷς, ὡς ὑποτέθεικεν ἑαυτὴν τῇ νηὶ καὶ πέμπει. τί οὖν δυσχεραίνεις; ὅτι ἔφη λόγου μεγάλου ἐν μέσῳ ὄντος, ὃν εἰκὸς ἦν ἐρωτᾶν μᾶλλον, ἡμεῖς δὲ τοὺς ἑώλους τε καὶ ἀρχαίους ἐρωτῶμεν. καὶ τίς εἶπεν ὁ λόγος οὗτος εἴη ἄν, δι’ ὃν τοὺς ἄλλους ἡγῇ περιττούς; Ἀχιλλεῖ ἔφη ξυγγενόμενος, ὦ Ἀπολλώνιε, καὶ πολλὰ ἴσως διακηκοὼς μήπω ἡμῖν γιγνωσκόμενα οὐ δίει ταῦτα, οὐδὲ τὸ εἶδος ἡμῖν τοῦ Ἀχιλλέως ἀνατυποῖς, περιπλεῖς δὲ τὰς νήσους καὶ ναυπηγεῖς τῷ λόγῳ. εἰ μὴ ἀλαζονεύεσθαι ἔφη δόξω, πάντα εἰρήσεται.

此后,当他们航行在通往优卑亚的海面上时——这片海域连荷马亦认为艰难险阻且难以度量——海面却显出一片平缓,比起该时节通常的情形更为温和;众人谈论起诸岛屿,因为他们途经了许多著名的岛屿,又谈论起造船术与航海术,这些对于航海之人皆甚为相称。然而达米斯对某些言谈横加指责,对另一些加以打断,对另外一些则不许深问;阿波罗尼奥斯领会到他是急于探讨另一个话题,便说道:“达米斯,你遭遇了何事,竟要这般拆散正在询问的话题?因为你并非因晕船或因航行之苦而避开这些言谈;你瞧,大海已将自身顺服于船只,护送着它前行。那你为何还闷闷不乐?” 〔达米斯〕答道:“因为眼前摆着一个重大课题,本该更加热切去探问,我们却在询问那些陈腐古旧的事情。” 〔阿波罗尼奥斯〕问道:“究竟是何等话题,竟令你认为其余一切皆是多余?” 〔达米斯〕说道:“阿波罗尼奥斯,你与阿喀琉斯相见,且想必彻底探听了许多我们尚未知晓之事,你却不详述这些,亦不为我们勾勒阿喀琉斯的形貌,反而在话语中环游诸岛、大造舟船!” 〔阿波罗尼奥斯〕说:“若我不被看作是在夸夸其谈,一切皆将如实道来。”

语法注3 条
  1. 4.13ἐν πρεσβυτέρῳ, ἢ ὡς Παλαμήδης, τῷ εἴδει

    ἢ ὡς Παλαμήδης 是依附于比较级 πρεσβυτέρῳ 的省略比较从句,省略了如 ἦν 或 ἐτελεύτησεν 等述语动词,意为“比起符合帕拉墨得斯本身(早逝)形象的容貌更为苍老”。ἢ ὡς 结构在此用于表示与标准或预期常态的比较。

  2. 4.14ἔστε τὸν Ἀπόλλω ἐπιμεμελῆσθαι αὐτόν

    虽然由时间连词 ἔστε(“直到……为止”)引导,该从句却并未采用直陈式,而是使用了宾格不定式结构(完成时不定式 ἐπιμεμελῆσθαι)。这是由于主句间接引语动词 φασί 的支配力渗透进时间从句所致,属于间接引语中从属节转用不定式的典型语法现象。

  3. 4.15τί παθών

    短语 τί παθών 是由疑问词 τί 与 πάσχω 的不定过去时主动分词构成的经典惯用表达,字面意为“经历了何事而……”,常用来质问对方做出反常或不可理解之举动时的原因或动机(即“你怎么回事竟…… / 究竟为何……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:4.13-4.15