- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:3.54-3.58
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼奥斯一行航经奥雷泰人与食鱼人的海域、巴拉拉及圣岛塞勒拉,见闻了奇特的采珠法与防避海兽的方法,随后经幼发拉底河前往巴比伦和塞浦路斯,最终返回爱奥尼亚。
κατασχεῖν δέ φασι καὶ ἐς Πηγάδας τῆς τῶν Ὠρειτῶν χώρας, οἱ δὲ Ὠρεῖται, χαλκαῖ μὲν αὐτοῖς αἱ πέτραι,1 χαλκῆ δὲ ἡ ψάμμος, χαλκοῦν δὲ ψῆγμα οἱ ποταμοὶ ἄγουσι. χρυσῖτιν δὲ ἡγοῦνται τὴν γῆν διὰ τὴν εὐγένειαν τοῦ χαλκοῦ.
他们说他们还停靠在奥雷泰人地方的佩加代。至于奥雷泰人,他们的岩石是铜的,沙子是铜的,河流带来的也是铜砂;由于铜质极其优良,他们甚至认为这片土地是产金的。
φασὶ δὲ καὶ τοῖς Ἰχθυοφάγοις ἐντυχεῖν, οἷς πόλιν εἶναι Στόβηρα, διφθέρας δὲ τούτους ἐνῆφθαι2 μεγίστων ἰχθύων, καὶ τὰ πρόβατα τὰ ἐκείνῃ ἰχθυώδη εἶναι καὶ φαγεῖν ἄτοπα, τοὺς γὰρ ποιμένας βόσκειν αὐτὰ τοῖς ἰχθύσιν, ὥσπερ ἐν Καρίᾳ τοῖς σύκοις. Καρμανοὶ δὲ Ἰνδοὶ γένος ἥμερον εὔιχθυν οὕτω νέμονται θάλατταν, ὡς μηδʼ ἀποθέτους ποιεῖσθαι τοὺς ἰχθῦς, μηδέ, ὥσπερ ὁ Πόντος, ταριχεύειν, ἀλλʼ ὀλίγους μὲν αὐτῶν ἀποδίδοσθαι, τοὺς δὲ πολλοὺς ἀσπαίροντας ἀποδιδόναι τῇ θαλάττῃ.
据说他们还遇见了食鱼人,其城镇名为斯托贝拉;这些人身披巨大鱼类的皮,那里的羊也带有鱼腥味且吃起来非常怪异,因为牧羊人以鱼作为饲料喂养它们,就像在卡里亚喂食无花果一样。然而,作为温良部族的卡尔马尼亚印度人所据有的海域鱼类如此丰饶,以至于他们既不将鱼储备起来,也不像本都人那样腌制,而是仅售卖极少数,大部分则在其尚在挣扎跳动时放归大海。
προσπλεῦσαί φασι καὶ Βαλάροις, ἐμπόριον δὲ εἶναι τὰ Βάλαρα μεστὸν μυρρινῶν τε καὶ φοινίκων καὶ δάφνας ἐν αὐτῷ ἰδεῖν καὶ πηγαῖς διαρρεῖσθαι τὸ χωρίον. κῆποι δὲ ὁπόσοι τρωκτοὶ καὶ ὁπόσοι ἀνθέων κῆποι, βρύειν αὐτὸ καὶ λιμένας μεστοὺς γαλήνης ἐν αὐτῷ εἶναι. προκεῖσθαι δὲ τοῦ χωρίου τούτου νῆσον ἱεράν, ἣν καλεῖσθαι Σέληρα καὶ στάδια μὲν ἑκατὸν εἶναι τῷ πορθμῷ, νηρηίδα δὲ οἰκεῖν ἐν αὐτῇ δεινὴν δαίμονα, πολλοὺς γὰρ τῶν πλεόντων ἁρπάζειν καὶ μηδὲ ταῖς ναυσὶ ξυγχωρεῖν πεῖσμα ἐκ τῆς νήσου βάλλεσθαι.
据说他们还航行到了巴拉拉,巴拉拉是一个长满香桃木和椰枣树的商港,在那里还能见到月桂树,且该地清泉贯流;无论食用水果园还是百花园,处处洋溢生机,其中还坐落着风平浪静的港湾。在此地前方横卧着一座名为塞勒拉的圣岛,海峡宽达一百斯塔德;岛上居住着一位涅瑞伊得斯——凶险的女神,她常常掳走过往的航海者,甚至不许船只从岛上系缆靠岸。
ἄξιον δὲ μηδὲ τὸν περὶ τῆς ἑτέρας μαργαρίτιδος παρελθεῖν λόγον, ἐπεὶ μηδὲ Ἀπολλωνίῳ μειρακιώδης ἔδοξεν, ἀλλὰ πλάττεται ἥδιστος καὶ τῶν ἐν τῇ θαλαττουργίᾳ θαυμασιώτατος. τὰ γὰρ τετραμμένα τῆς νήσου πρὸς τὸ πέλαγός ἐστι μὲν ἄπειρος πυθμὴν θαλάττης, φέρει δὲ ὄστρεον ἐν ἐλύτρῳ λευκῷ μεστὸν πιμελῆς, οὐδὲ γὰρ λίθον φύει οὐδένα. γαλήνην δὲ ἐπιφυλάξαντες καὶ τὴν θάλατταν αὐτοὶ λεάναντες, τουτὶ δὲ ἡ τοῦ ἐλαίου ἐπιρροὴ πράττει, καταδύεταί τις ἐπὶ τὴν θήραν τοῦ ὀστρέου τὰ μὲν ἄλλα κατεσκευασμένος, ὥσπερ οἱ τὰς σπογγιὰς κείροντες, ἔστι δὲ αὐτῷ καὶ πλινθὶς σιδηρᾶ καὶ ἀλάβαστρος μύρου. παριζήσας οὖν ὁ Ἰνδὸς τῷ ὀστρέῳ δέλεαρ αὐτοῦ τὸ μύρον ποιεῖται, τὸ δὲ ἀνοίγνυταί τε καὶ μεθύει ὑπʼ αὐτοῦ, κέντρῳ δὲ διελαθὲν ἀποπτύει τὸν ἰχῶρα, ὁ δὲ ἐκδέχεται αὐτὸν τῇ πλινθίδι τύπους ὀρωρυγμένῃ. λιθοῦται δὲ τὸ ἐντεῦθεν καὶ ῥυθμίζεται, καθάπερ ἡ φύσει μαργαρὶς κἄστιν ἡ μαργαρὶς αἷμα λευκὸν ἐξ ἐρυθρᾶς τῆς θαλάττης. ἐπιτίθεσθαι δὲ τῇ θήρᾳ ταύτῃ καὶ τοὺς Ἀραβίους φασὶν ἀντιπέρας οἰκοῦντας. τὸ δὲ ἐντεῦθεν θηριώδη μὲν τὴν θάλατταν εἶναι πᾶσαν, ἀγελάζεσθαι δὲ ἐν αὐτῇ τὰ κήτη, τὰς δὲ ναῦς ἔρυμα τούτου κωδωνοφορεῖν κατὰ πρύμναν τε καὶ πρῷραν, τὴν δὲ ἠχὼ ἐκπλήττειν τὰ θηρία, καὶ μὴ ἐᾶν ἐμπελάζειν ταῖς ναυσί.
另外关于另一种珍珠的叙述也是不应忽略的,因为即便阿波罗尼奥斯也不认为它荒诞幼稚,其构想不仅至为悦人,而且在一切涉海劳作中最为奇妙。盖因该岛面向外海的部分乃是深不可测的海底,产有一种白壳牡蛎,内含丰满的油脂,却全然不生任何宝石。于是人们窥探风平浪静之时,并亲自使海面光滑(倾倒橄榄油便能做到这一点),便有一人潜入海底捕捞牡蛎;其装备在其余方面与割取海绵的人无异,但他还携带着一块铁板和一瓶香膏。印度人坐在牡蛎旁,以香膏作为诱饵;牡蛎张开壳并因香膏而沉醉,继而被尖刺穿刺后吐出体液,捕捞者便用凿有模槽的铁板承接。自此以后它逐渐石化并定型,宛若天生的珍珠;这珍珠乃是红海所出的白色血液。据说居住在对岸的阿拉伯人也从事这种捕捞。自那往后的整个海域满是怪兽,鲸类成群结队;船只为了防备它们,在船首与船尾都悬挂着铃铛,其声响能惊吓巨兽,使其不敢靠近船只。
καταπλεύσαντες δὲ ἐς τὰς ἐκβολὰς τοῦ Εὐφράτου φασὶν ἐς Βαβυλῶνα διʼ αὐτοῦ ἀναπλεῦσαι παρὰ τὸν Οὐαρδάνην, καὶ τυχόντες αὐτοῦ οἵου ἐγίγνωσκον,3 ἐπὶ τὴν Νῖνον ἐλθεῖν αὖθις, καὶ τῆς Ἀντιοχείας συνήθως ὑβριζούσης καὶ μηδὲν τῶν Ἑλληνικῶν ἐσπουδακυίας ἐπὶ θάλαττάν τε καταβῆναι τὴν ἐπὶ Σελεύκειαν νεώς τε ἐπιτυχόντες προσπλεῦσαι Κύπρῳ κατὰ τὴν Πάφον, οὗ τὸ τῆς Ἀφροδίτης ἕδος, ὃ ξυμβολικῶς ἱδρυμένον θαυμάσαι τὸν Ἀπολλώνιον, καὶ πολλὰ τοὺς ἱερέας ἐς τὴν ὁσίαν τοῦ ἱεροῦ διδαξάμενον ἐς Ἰωνίαν πλεῦσαι θαυμαζόμενον ἱκανῶς καὶ μεγάλων ἀξιούμενον παρὰ τοῖς τὴν σοφίαν τιμῶσιν.
据说他们驶入幼发拉底河河口,沿河上溯至巴比伦拜访瓦尔丹内斯;在发现他一如既往之后,他们再次前往尼尼微;由于安提阿一如既往地傲慢放肆且对希腊学术毫无兴趣,他们便下行至塞琉西亚的海滨,觅得船只后航行至塞浦路斯的帕福斯。那里有阿佛洛狄忒的神庙,阿波罗尼奥斯惊叹于其象征性的构建;在就神庙的圣洁礼仪向祭司们传授了诸多事宜后,他启航前往爱奥尼亚,并在敬重智慧的人们中间备受赞赏与高度尊崇。
- 3.54οἱ δὲ Ὠρεῖται, χαλκαῖ μὲν αὐτοῖς αἱ πέτραι
主格 οἱ δὲ Ὠρεῖται 并没有直接的主动词相呼应,而是由后文的与格代词 αὐτοῖς 复指承接,构成了悬垂主格(nominativus pendens),用以提出话题。
- 3.55διφθέρας δὲ τούτους ἐνῆφθαι
完成时不定式 ἐνῆφθαι(源自 ἐνάπτω)带宾格 διφθέρας 作为宾语,在此处作中间态(反身)用法,表示“把……穿戴在身上”。
- 3.58τυχόντες αὐτοῦ οἵου ἐγίγνωσκον
分词 τυχόντες 支配属格 αὐτοῦ,而关系代词 οἵου 则因指示代词先行词(τοιούτου)的省略而发生了格吸引(attraction),从原本应有的宾格(οἷον)变为属格。
