- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:3.9-3.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼乌斯一行人途经以猎龙闻名的帕拉卡城,经四日行程抵达智者们的山丘脚下;一位直呼其名的使节青年引路,命他独自上山,阿波罗尼乌斯欣然前往。
τὴν δὲ πόλιν τὴν ὑπὸ τῷ ὄρει μεγίστην οὖσαν φασὶ μὲν καλεῖσθαι Πάρακα, δρακόντων δὲ ἀνακεῖσθαι κεφαλὰς ἐν μέσῃ πλείστας γυμναζομένων τῶν ἐν ἐκείνῃ Ἰνδῶν τὴν θήραν ταύτην ἐκ νέων. λέγονται δὲ καὶ ζῴων ξυνιέναι φθεγγομένων τε καὶ βουλευομένων σιτούμενοι δράκοντος οἱ μὲν καρδίαν, οἱ δὲ ἧπαρ. προϊόντες δὲ αὐλοῦ μὲν ἀκοῦσαι δόξαι νομέως δή τινος ἀγέλην τάττοντος, ἐλάφους δὲ ἄρα βουκολεῖσθαι λευκάς, ἀμέλγουσι δὲ Ἰνδοὶ ταύτας εὐτραφὲς ἡγούμενοι τὸ ἀπʼ αὐτῶν γάλα.
他们说,山脚下的那座城市极大,名叫帕拉卡,城中央供奉着极多的龙首,因为那里的印度人自幼就操练这种捕猎技术。据说他们有的食用龙的心脏,有的食用龙的肝脏,从而能够听懂动物的发声与心思。继续前行时,他们隐约听到某种牧人整饬畜群的笛声,却发现放牧的原是白色的母鹿,印度人挤取鹿乳,认为这种奶极富营养。
ἐντεῦθεν ἡμερῶν τεττάρων ὁδὸν πορευόμενοι δι’ εὐδαίμονος καὶ ἐνεργοῦ τῆς χώρας προσελθεῖν φασι τῇ τῶν σοφῶν τύρσει. τὸν δὲ ἡγεμόνα κελεύσαντα συνοκλάσαι τὴν κάμηλον ἀποπηδῆσαι αὐτῆς περιδεᾶ καὶ ἱδρῶτος πλέων. τὸν δὲ Ἀπολλώνιον ξυνεῖναι μὲν οὗ ἥκοι, γελάσαντα δὲ ἐπὶ τῷ τοῦ Ἰνδοῦ δέει δοκεῖ μοι φάναι οὗτος, εἰ καὶ κατέπλευσεν ἐς λιμένα μακρόν τι ἀναμετρήσας πέλαγος, ἀχθεσθῆναι ἂν τῇ γῇ καὶ δεῖσαι τὸ ἐν ὅρμῳ εἶναι.1 καὶ ἅμα εἰπὼν ταῦτα προσέταξε τῇ καμήλῳ συνιζῆσαι, καὶ γὰρ δὴ καὶ ἐθὰς λοιπὸν ἦν τῶν τοιούτων, περίφοβον δὲ ἄρα ἐποίει τὸν ἡγεμόνα τὸ πλησίον τῶν σοφῶν ἥκειν, Ἰνδοὶ γὰρ δεδίασι τούτους μᾶλλον ἢ τὸν σφῶν αὐτῶν βασιλέα, ὅτι καὶ βασιλεὺς αὐτός, ὑφʼ ᾧ ἐστιν ἡ χώρα, περὶ πάντων, ἃ λεκτέα τε αὐτῷ καὶ πρακτέα, ἐρωτᾷ τούσδε τοὺς ἄνδρας, ὥσπερ οἱ ἐς θεοῦ πέμποντες, οἱ δὲ σημαίνουσι μέν, ὅ τι λῷον, αὐτῷ πράττειν, ὅ τι δὲ μὴ λῷον, ἀπαγορεύουσί τε καὶ ἀποσημαίνουσι.
他们从那里出发,穿过富庶而经耕垦的土地行进了四天的路程,据说接近了智者们的堡塔。向导命令骆驼跪下后,极度惊恐且浑身大汗地从驼背上跳了下来。阿波罗尼乌斯明白自己到了何处,看着那印度人的恐惧笑了起来,说道: “在我看来,此人即便在横渡辽阔大洋之后驶入港湾,也会厌弃陆地,连身处停泊地都会感到害怕。” 说完这些话,他也命骆驼跪卧下来,因为到这时他也已习惯于此种举动。而让向导如此惶恐的,原来是走近了智者们的跟前;因为印度人敬畏他们甚于敬畏自己的国王,甚至统辖该国的国王本人,凡事关于自己当言当行者,都如遣使求神谕者一般向这些人请教,而他们则指示何事对他更有益去行,何事不益,则加以禁止和警告。
καταλύσειν δὲ μέλλοντες ἐν τῇ κώμῃ τῇ πλησίον — ἀπέχει δὲ τοῦ ὄχθου τῶν σοφῶν οὔπω στάδιον — ἰδεῖν φασι νεανίαν δρόμῳ ἥκοντα μελάντατον Ἰνδῶν πάντων, ὑποστίλβειν δὲ αὐτῷ μηνοειδῶς τὸ μεσόφρυον. τουτὶ δὲ ἀκούω χρόνοις ὕστερον καὶ περὶ Μένωνα τὸν Ἡρώδου τοῦ σοφιστοῦ τρόφιμον, ἀπʼ Αἰθιόπων δὲ ἦν, ἐν μειρακίῳ δόξαι, προϊόντος δὲ ἐς ἄνδρας ἐκλιπεῖν τὴν αὐγὴν ταύτην καὶ συναφανισθῆναι τῇ ὥρᾳ, τὸν δὲ Ἰνδὸν χρυσῆν μὲν φέρειν φασὶν ἄγκυραν, ἣν νομίζουσιν Ἰνδοὶ κηρύκειον ἐπὶ τῷ πάντα ἴσχειν.
他们正打算在附近的村落——离智者们的山丘尚不足一斯塔德——歇宿时,据说看见一个青年跑了过来,他是所有印度人中最黝黑的,两眉之间如新月般微微闪光。我听说在后世,修辞学家希罗德所抚养的弟子、埃塞俄比亚裔的梅农在年少时似乎也有这般样貌,但随着他步入成年,这光芒便消失了,并与青春一同消逝。据说那印度青年携带着一柄金锚,印度人视其为使节之杖,因其具有固定一切的作用。
προσδραμόντα δὲ τῷ Ἀπολλωνίῳ φωνῇ Ἑλλάδι προσειπεῖν αὐτόν, καὶ τοῦτο μὲν οὔπω θαυμαστὸν δόξαι διὰ τὸ καὶ τοὺς ἐν τῇ κώμῃ πάντας ἀπὸ Ἑλλήνων φθέγγεσθαι, τὸ δὲ ὁ δεῖνα χαῖρε2 τοῖς μὲν ἄλλοις παρασχεῖν ἔκπληξιν, τῷ δὲ ἀνδρὶ θάρσος ὑπὲρ ὧν ἀφῖκτο, βλέψας γὰρ ἐς τὸν Δάμιν, παρὰ ἄνδρας ἔφη σοφοὺς ἀτεχνῶς ἥκομεν, ἐοίκασι γὰρ προγιγνώσκειν. καὶ ἅμα ἤρετο τὸν Ἰνδόν, ὅ τι χρὴ πράττειν, ποθῶν ἤδη τὴν ξυνουσίαν, ὁ δὲ Ἰνδὸς τούτους μὲν ἔφη καταλύειν χρὴ ἐνταῦθα, σὲ δὲ ἥκειν ὡς ἔχεις, κελεύουσι γὰρ αὐτοί.
他跑到阿波罗尼乌斯跟前,用希腊语向他问候。村里所有人也都会说希腊语,这本身倒还不算令人称奇;但他直呼其名说“某某,你好”,却令其余的人大为惊愕,唯独给阿波罗尼乌斯本人就其来访目的增添了信心。因为他看着达米斯说道: “我们当真来到了智者们这里,因为他们似乎具有先知之能。” 同时,他渴望着立即会面,便问那印度青年应当如何行事。印度人说道: “这些人应当在此留宿,而你则须照现在的样子前去,因为是他们亲自吩咐的。”
τὸ μὲν δὴ αὐτοὶ Πυθαγόρειον ἤδη τῷ Ἀπολλωνίῳ ἐφάνη3 καὶ ἠκολούθει χαίρων. τὸν δὲ ὄχθον, ἐφʼ οὗ οἱ σοφοὶ ἀνῳκισμένοι εἰσίν, ὕψος μὲν εἶναι κατὰ τὴν Ἀθηναίων φασὶν ἀκρόπολιν, ἀνίστασθαι δὲ ἐκ πεδίου ἄνω, εὐφυᾶ δὲ ὁμοίως πέτραν ὀχυροῦν αὐτὸν κύκλῳ περιήκουσαν, ἧς πολλαχοῦ δίχηλα ὁρᾶσθαι ἴχνη καὶ γενειάδων τύπους καὶ προσώπων καί που καὶ νῶτα ἰδεῖν ἀπωλισθηκόσιν ὅμοια, τὸν γὰρ Διόνυσον, ὅτε ξὺν Ἡρακλεῖ ἀπεπειρᾶτο τοῦ χωρίου, προσβαλεῖν μὲν αὐτῷ φασι κελεῦσαι τοὺς Πᾶνας, ὡς πρὸς τὸν σεισμὸν ἱκανούς, ἐμβροντηθέντας δὲ αὐτοὺς ὑπὸ τῶν σοφῶν πεσεῖν ἄλλον ἄλλως, καὶ τὰς πέτρας οἷον ἐντυπωθῆναι τὰ τῆς διαμαρτίας σχήματα. περὶ δὲ τῷ ὄχθῳ νεφέλην ἰδεῖν φασιν, ἐν ᾗ τοὺς Ἰνδοὺς οἰκεῖν φανερούς τε καὶ ἀφανεῖς καὶ ὅ τι βούλονται. πύλας δὲ εἰ μὲν καὶ ἄλλας εἶναι τῷ ὄχθῳ, οὐκ εἰδέναι. τὸ γὰρ περὶ αὐτὸν νέφος οὔτε ἀκλείστῳ ξυγχωρεῖν οὔτʼ αὖ ξυγκεκλεισμένῳ φαίνεσθαι.4
这声“他们亲自”在阿波罗尼乌斯听来顿时显出毕达哥拉斯式的神髓,他欣然相随。据说智者们定居其上的山丘,其高度相当于雅典人的卫城,从平原上拔地而起,同样天生险峻的岩石环绕四周以为防御。岩石上随处可见双蹄印、胡须与脸部的印痕,甚至在某处还能看见宛如滑落者的背影。据说狄奥尼索斯当年与赫拉克勒斯一同试探该地时,曾命令诸潘神前去攻打,认为他们长于震动撼地;但他们被智者们以雷霆震慑,各自七零八落地摔落,岩石遂仿佛印刻下了他们溃败的形状。据说山丘周围可见一片云雾,印度人居于其中,显形或隐形,悉随己意。至于山丘是否还有其他门户,他们并不得知;因为围绕着它的云雾既不容它看似未关,也不容它看似紧闭。
- 3.10εἰ καὶ κατέπλευσεν ἐς λιμένα μακρόν τι ἀναμετρήσας πέλαγος, ἀχθεσθῆναι ἂν τῇ γῇ καὶ δεῖσαι τὸ ἐν ὅρμῳ εἶναι
在间接引语(从属于 δοκεῖ μοι,φάναι 为插入语)中的与过去事实相反的虚拟语气结构。条件从句用直陈式过去时(εἰ κατέπλευσεν),归结从句则体现为 ἄν 搭配不定式(ἀχθεσθῆναι ἄν 与 δεῖσαι [ἄν]),其中 δεῖσαι 共享前面的 ἄν。
- 3.12ὁ δεῖνα χαῖρε
不定代词 ὁ δεῖνα(“某某”)在此是叙述者或记录者(达米斯)用来替代具体专有名词“阿波罗尼乌斯”的概括性表达。从后文“令其余的人大为惊愕”可知,青年实际上直呼了素未谋面的阿波罗尼乌斯的真实姓名。
- 3.13τὸ μὲν δὴ αὐτοὶ Πυθαγόρειον ἤδη τῷ Ἀπολλωνίῳ ἐφάνη
代词 αὐτοί(“他们亲自/尊师们”)在此不带专有名词先行词,专门用来尊称智者或宗师。阿波罗尼乌斯感到这“显出毕达哥拉斯式的神髓”(Πυθαγόρειον),正是因为它直接呼应了毕达哥拉斯学派著名的格言 αὐτὸς ἔφα(“师长亲自如是说”,ipse dixit)。
- 3.13τὸ γὰρ περὶ αὐτὸν νέφος οὔτε ἀκλείστῳ ξυγχωρεῖν οὔτʼ αὖ ξυγκεκλεισμένῳ φαίνεσθαι
与格形容词 ἀκλείστῳ 与完成时被动态分词 ξυγκεκλεισμένῳ 在语法上呼应从上下文承接的阳性名词山丘(τῷ ὄχθῳ)。句式表明周围的云雾既不容许山丘显现为敞开的状态,亦不容许其显现为紧闭的状态。
