← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§3.6-3.8

印度各地的巨龙习性与诱捕之法

阿波罗尼奥斯一行在印度目睹了捕龙的景象,详细叙述了迟缓的沼泽龙、敏捷的平原龙以及巨大的山岳龙之生态特征,还有它们同大象的搏斗、借咒术诱捕猎杀它们的方法及其头中所藏宝石的传说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.6

καταβαίνοντες δὲ τὸ ὄρος δρακόντων θήρᾳ περιτυχεῖν φασι, περὶ ἧς ἀνάγκη λέξαι· καὶ γὰρ σφόδρα εὔηθες1 ὑπὲρ μὲν τοῦ λαγὼ καὶ ὅπως ἁλίσκεται καὶ ἁλώσεται, πολλὰ εἰρῆσθαι τοῖς ἐς φροντίδα βαλλομένοις ταῦτα, ἡμᾶς δὲ παρελθεῖν λόγον γενναίας τε καὶ δαιμονίου θήρας μηδὲ τῷ ἀνδρὶ παραλειφθέντα, ἐς ὃν ταῦτα ἔγραψα· δρακόντων μὲν γὰρ δὴ ἀπείροις μήκεσι κατέζωσται πᾶσα ἡ Ἰνδικὴ χώρα καὶ μεστὰ μὲν αὐτῶν ἕλη, μεστὰ δὲ ὄρη, κενὸς δὲ οὐδεὶς λόφος. οἱ μὲν δὴ ἕλειοι νωθροί τέ εἰσι καὶ τριακοντάπηχυ μῆκος ἔχουσι καὶ κράνος αὐτοῖς οὐκ ἀνέστηκεν, ἀλλʼ εἰσὶ ταῖς δρακαίναις ὅμοιοι, μέλανες δὲ ἱκανῶς τὸν νῶτον καὶ ἧττον φολιδωτοὶ τῶν ἄλλων. καὶ σοφώτερον ἧπται τοῦ λόγου περὶ αὐτῶν Ὅμηρος ἢ οἱ πολλοὶ ποιηταί, τὸν γὰρ δράκοντα τὸν ἐν Αὐλίδι τὸν πρὸς τῇ πηγῇ οἰκοῦντα περὶ νῶτα δαφοινὸν εἴρηκεν, οἱ δὲ ἄλλοι ποιηταὶ τὸν ὁμοήθη τούτῳ τὸν ἐν τῷ τῆς Νεμέας ἄλσει φασὶ καὶ λοφιὰν ἔχειν, ὅπερ οὐκ ἂν περὶ τοὺς ἑλείους εὕροιμεν.

他们说,在下山途中偶遇了一场猎龙,关于此事非讲不可。因为如果一方面,那些用心于此类琐事之人已就野兔以及野兔如何被捕获、将来如何被捕获发表了浩繁之论,而另一方面,我们却要忽略关于一场高贵而神异之狩猎的叙述——这场狩猎甚至没有被我为其撰写本传记的那个人所遗漏——那将是极其愚蠢的。事实上,整个印度都被身长无际的龙所缠绕;沼泽满是龙,山峦满是龙,没有任何丘陵是空无其迹的。沼泽中的龙性情迟缓,长达三十肘,头顶上没有冠嵴直立,而是与雌龙相似,背部颇黑,鳞片较其他龙更为稀疏。荷马关于它们的叙述比大多数诗人都更为明智,因为他称那条栖息于奥利斯泉边的龙背部是赤黑色的,而其他诗人则说与其习性相似的那条栖息于涅墨亚神树林中的龙也生有冠嵴,这是我们在沼泽龙身上绝对找不到的特征。

§3.7

οἱ δὲ ὑπὸ τὰς ὑπωρείας τε καὶ τοὺς λόφους ἵενται μὲν ἐς τὰ πεδία ἐπὶ θήρᾳ, πλεονεκτοῦσι δὲ τῶν ἑλείων πάντα, καὶ γὰρ ἐς πλέον τοῦ μήκους ἐλαύνουσι καὶ ταχύτεροι τῶν ὀξυτάτων ποταμῶν φέρονται καὶ διαφεύγει αὐτοὺς οὐδέν· τούτοις καὶ λοφιὰ φύεται νέοις μὲν ὑπανίσχουσα τὸ μέτριον, τελειουμένοις δὲ συναυξανομένη τε καὶ συνανιοῦσα ἐς πολύ, ὅτε δὴ πυρσοί τε καὶ πριόνωτοι γίγνονται. οὗτοι καὶ γενειάσκουσι καὶ τὸν αὐχένα ὑψοῦ αἴρουσι καὶ τὴν φολίδα στίλβουσι δίκην ἀργύρου, αἱ δὲ τῶν ὀφθαλμῶν κόραι λίθος ἐστὶ διάπυρος, ἰσχὺν δʼ αὐτῶν ἀμήχανον εἶναί φασιν ἐς πολλὰ τῶν ἀποθέτων.2 γίγνεται δὲ τοῖς θηρῶσιν ὁ πεδινὸς εὕρημα, ἐπειδὰν τῶν ἐλεφάντων τινὰ ἐπισπάσηται, τουτὶ γὰρ ἀπόλλυσιν ἄμφω τὰ θηρία. καὶ κέρδος τοῖς ἑλοῦσι δράκοντας ὀφθαλμοί τε γίγνονται καὶ δορὰ καὶ ὀδόντες. εἰσὶ δὲ τὰ μὲν ἄλλα ὅμοιοι τοῖς τῶν μεγίστων συῶν, λεπτότεροι δὲ καὶ διάστροφοι καὶ τὴν αἰχμὴν ἄτριπτοι, καθάπερ οἱ τῶν μεγάλων ἰχθύων.

那些栖息在山麓和丘陵地带的龙,则奔向平原去捕猎,在一切方面都胜过沼泽龙;因为它们伸展到更长的体躯,移动得比最湍急的河流还要迅猛,没有任何东西能从它们面前逃脱。这些龙也长出冠嵴,年轻时只是适度耸立,成熟时则随之大为增长并高耸入云,此时〔它们〕便化为火红且背部呈锯齿状。它们还会长出胡须,高高昂起脖颈,鳞片如银子般闪闪发亮,眼瞳则是灼热的晶石,据说对于诸多隐秘之用途具有神异莫测的力量。当平原龙缠卷住某头大象时,它便成了猎手们的飞来横财,因为这种相斗会将两只巨兽双双毁灭。对于捕获龙的人来说,龙眼、龙皮和龙牙都会成为收益。它们的牙齿在其他方面与最大的野猪之牙相似,但更细、弯曲且尖端未受磨损,就像大鱼的牙齿一样。

§3.8

οἱ δὲ ὄρειοι δράκοντες τὴν μὲν φολίδα χρυσοῖ φαίνονται, τὸ δὲ μῆκος ὑπὲρ τοὺς πεδινούς, γένεια δὲ αὐτοῖς βοστρυχώδη, χρυσᾶ κἀκεῖνα, καὶ κατωφρύωνται μᾶλλον ἢ οἱ πεδινοὶ ὄμμα τε ὑποκάθηται τῇ ὀφρύι δεινὸν καὶ ἀνειδὲς δεδορκός, ὑπόχαλκόν τε ἠχὼ φέρουσιν, ἐπειδὰν τῇ γῇ ὑποκυμαίνωσιν, ἀπὸ δὲ τῶν λόφων πυρσῶν ὄντων πῦρ αὐτοῖς ἄττει λαμπαδίου πλέον. οὗτοι καὶ τοὺς ἐλέφαντας αἱροῦσιν, αὐτοὶ δὲ ὑπὸ τῶν Ἰνδῶν οὕτως ἁλίσκονται· κοκκοβαφεῖ πέπλῳ χρυσᾶ ἐνείραντες γράμματα τίθενται πρὸ τῆς χειᾶς ὕπνον ἐγγοητεύσαντες τοῖς γράμμασιν, ὑφʼ οὗ νικᾶται τοὺς ὀφθαλμοὺς ὁ δράκων ἀτρέπτους ὄντας, καὶ πολλὰ τῆς ἀπορρήτου σοφίας ἐπʼ αὐτὸν ᾅδουσιν, οἷς ἄγεταί τε καὶ τὸν αὐχένα ὑπερβαλὼν τῆς χειᾶς ἐπικαθεύδει τοῖς γράμμασι· προσπεσόντες οὖν οἱ Ἰνδοὶ κειμένῳ πελέκεις ἐναράττουσι, καὶ τὴν κεφαλὴν ἀποτεμόντες λῄζονται τὰς ἐν αὐτῇ λίθους. ἀποκεῖσθαι δέ φασιν ἐν ταῖς τῶν ὀρείων δρακόντων κεφαλαῖς λίθους τὸ μὲν εἶδος ἀνθηρὰς καὶ πάντα ἀπαυγαζούσας χρώματα, τὴν δὲ ἰσχὺν ἀρρήτους3 κατὰ τὸν δακτύλιον, ὃν γενέσθαι φασὶ τῷ Γύγῃ. πολλάκις δὲ καὶ τὸν Ἰνδὸν αὐτῷ πελέκει καὶ αὐτῇ τέχνῃ4 συλλαβὼν ἐς τὴν αὑτοῦ χειὰν φέρων ᾤχετο μονονοὺ σείων τὸ ὄρος. οὗτοι καὶ τὰ ὄρη τὰ περὶ τὴν Ἐρυθρὰν οἰκεῖν λέγονται, σύριγμα δὲ δεινόν φασιν ἀκούεσθαι τούτων καὶ κατιόντας αὐτοὺς ἐπὶ τὴν θάλατταν πλεῖν ἐπὶ πολὺ τοῦ πελάγους. περὶ δὲ ἐτῶν μήκους τοῦ θηρίου τούτου γνῶναί τε ἄπορον καὶ εἰπεῖν ἄπιστον. τοσαῦτα περὶ δρακόντων οἶδα.

山岳龙的鳞片看似金黄色,身长超过平原龙,生有卷曲的胡须,那胡须也是金色的;它们的眉弓比平原龙更加突显,眉弓之下嵌着一双凶狠且直勾勾注视的眼睛。当它们在地面之下蜿蜒起伏时,会发出如同青铜般的声响,而且由于冠嵴色泽赤红,从其冠嵴喷射出的火焰胜过火炬。这些龙甚至能捕获大象,但它们自身却被印度人以如下方式捕获:印度人将金字织入绛红色的衣袍中,放置在龙穴前,并在金字中施下睡眠的符咒,龙的双眼虽然从不闭合,却被这符咒所降服;他们还对着它吟唱诸多隐秘智慧的咒歌,龙被这些咒歌所引诱,把脖颈伸出洞穴外,俯睡在金字之上。于是印度人扑向躺卧着的龙,用板斧砍下去,剁下它的头颅,抢走藏在其中的宝石。据说山岳龙的头骨中贮存着宝石,外表绚丽,折射出一切色彩,其神力则无可言喻,堪比传说中属于癸盖斯的那枚戒指。但常常有这样的情形:龙将印度人连同其斧头和技法一同抓获,带进自己的洞穴中扬长而去,几乎将整座大山震动。据说这些龙还栖息在红海周围的山脉中,人们说能听到它们发出可怕的咝咝声,它们还会下到大海中,游向辽阔的远洋。至于这种巨兽的寿命年岁,既难于探明,道出亦难令人置信。关于龙,我所知者仅止于此。

语法注4 条
  1. 3.6καὶ γὰρ σφόδρα εὔηθες

    谓语形容词 εὔηθες 后省略了系动词 ἐστί,其后由两个不定式从句构成的对比并列结构作真正的主语:前有 μέν 引出的 ὑπὲρ... πολλὰ εἰρῆσθαι,后有 δέ 引出的带宾格主语的不定式 ἡμᾶς δὲ παρελθεῖν λόγον。整句意为“若一方面……已被大书特书,而另一方面我们却要遗漏……,那将是极其愚蠢的”。

  2. 3.7ἐς πολλὰ τῶν ἀποθέτων

    介词 ἐς 接中性复数名词化形容词 τῶν ἀποθέτων(“秘藏之物”、“隐秘之效验/用途”),表示其超绝力量所施加的范围或目的,意为“用于诸多隐秘的用途/功效”。

  3. 3.8τὴν ἰσχὺν ἀρρήτους

    ἀρρήτους 是二尾形容词 ἄρρητος 的宾格阴性复数,修饰前面的 λίθους。前面的 τὴν ἰσχὺν 是关系宾格(“在力量方面”),整句即“在力量方面无可言喻的宝石”。

  4. 3.8αὐτῷ πελέκει καὶ αὐτῇ τέχνῃ

    由 αὐτός 配合与格名词构成的伴随与格(comitative dative),意为“连同其斧头及其伎俩一起”,生动表示龙将印度人连人带物及计策一并掠走。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:3.6-3.8