← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§3.14-3.15

智者之丘的奇迹与婆罗门的生活方式

阿波罗尼乌斯在印度青年的引导下登上智者们的山丘,目睹了检验之井、赦免之火、风雨二瓮以及古希腊神像。接着通过达米斯的记载,详细阐明了婆罗门凌空行走、随心获致自然资养的超凡生活方式与装束。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.14

αὐτὸς δὲ ἀναβῆναι1 μὲν κατὰ τὸ νότιον μάλιστα τοῦ ὄχθου τῷ Ἰνδῷ ἑπόμενος, ἰδεῖν δὲ πρῶτον μὲν φρέαρ ὀργυιῶν τεττάρων, οὗ τὴν αὐγὴν ἐπὶ τὸ στόμιον ἀναπέμπεσθαι κυανωτάτην οὖσαν καὶ ὁπότε ἡ μεσημβρία τοῦ ἡλίου σταίη περὶ αὐτό, ἀνιμᾶσθαι τὴν αὐγὴν ἀπὸ τῆς ἀκτῖνος καὶ χωρεῖν ἄνω παρεχομένην εἶδος θερμῆς ἴριδος. μαθεῖν δὲ ὕστερον περὶ τοῦ φρέατος, ὡς σανδαρακίνη μὲν εἴη ἡ ὑπʼ αὐτῷ γῆ, ἀπόρρητον δὲ τὸ ὕδωρ ἡγοῖντο καὶ οὔτε πίνοι τις αὐτὸ οὔτε ἀνασπῴη, ὅρκιον δὲ νομίζοιτο τῇ πέριξ Ἰνδικῇ πάσῃ. πλησίον δὲ τούτου κρατῆρα εἶναι πυρός, οὗ φλόγα ἀναπέμπεσθαι μολυβδώδη, καπνὸν δὲ οὐδένα ἀπʼ αὐτῆς ᾅττειν, οὐδὲ ὀσμὴν οὐδεμίαν, οὐδὲ ὑπερχυθῆναί ποτε ὁ κρατὴρ οὗτος, ἀλλʼ ἀναδίδοσθαι τοσοῦτος, ὡς μὴ ὑπερβλύσαι τοῦ βόθρου. ἐνταῦθα Ἰνδοὶ καθαίρονται τῶν ἀκουσίων, ὅθεν οἱ σοφοὶ τὸ μὲν φρέαρ ἐλέγχου καλοῦσι, τὸ δὲ πῦρ ξυγγνώμης. καὶ διττὼ ἑωρακέναι φασὶ πίθω λίθου μέλανος ὄμβρων τε καὶ ἀνέμων ὄντε. ὁ μὲν δὴ τῶν ὄμβρων, εἰ αὐχμῷ ἡ Ἰνδικὴ πιέζοιτο, ἀνοιχθεὶς νεφέλας ἀναπέμπει καὶ ὑγραίνει τὴν γῆν πᾶσαν, εἰ δὲ ὄμβροι πλεονεκτοῖεν, ἴσχει αὐτοὺς ξυγκλειόμενος, ὁ δὲ τῶν ἀνέμων πίθος ταὐτόν, οἶμαι, τῷ τοῦ Αἰόλου ἀσκῷ πράττει, παρανοιγνύντες γὰρ τὸν πίθον ἕνα τῶν ἀνέμων ἀνιᾶσιν ἐμπνεῖν ὥρᾳ κἀντεῦθεν ἡ γῆ ἔρρωται. θεῶν δὲ ἀγάλμασιν ἐντυχεῖν φασιν, εἰ μὲν Ἰνδοῖς ἢ Αἰγυπτίοις, θαῦμα οὐδέν, τὰ δέ γε ἀρχαιότατα τῶν παρʼ Ἕλλησι τό τε τῆς Ἀθηνᾶς τῆς Πολιάδος καὶ τὸ τοῦ Ἀπόλλωνος τοῦ Δηλίου καὶ τὸ τοῦ Διονύσου τοῦ Λιμναίου καὶ τὸ τοῦ Ἀμυκλαίου καὶ ὁπόσα ὧδε ἀρχαῖα, ταῦτα ἱδρύεσθαί τε τοὺς Ἰνδοὺς τούτους καὶ νομίζειν Ἑλληνικοῖς ἤθεσι, φασὶ δʼ οἰκεῖν τὰ μέσα τῆς Ἰνδικῆς. καὶ τὸν ὄχθον ὀμφαλὸν ποιοῦνται τοῦ λόφου τούτου, πῦρ τε ἐπʼ αὐτοῦ ὀργιάζουσιν, ὅ φασιν ἐκ τῶν τοῦ ἡλίου ἀκτίνων αὐτοὶ ἕλκειν· τούτῳ καὶ τὸν ὕμνον ἡμέραν ἅπασαν ἐς μεσημβρίαν ᾅδουσιν.

阿波罗尼乌斯本人跟随那印度人,主要从山丘的南面攀登上去。他首先见到一口四寻深的井,浓郁深蓝的光辉从井口向上喷薄;每当正午的太阳行至其正上方时,光辉便被太阳的光芒抽取出来并向上攀升,呈现出一道温润彩虹的景象。关于这口井,他后来得知井底的泥土是雄黄,井水被视为神圣禁忌之物,无人饮用亦无人汲取,而是被周围全印度视为誓约之水。井旁有一处火坛般的火口,喷出铅色的火焰,却无丝毫烟雾腾起,亦无任何气味,这火口也从未漫溢,而只是喷发得恰到好处,不致溢出坑外。印度人在此洗涤无心犯下的罪愆,因此智者们称此井为“检验之井”,称此火为“赦免之火”。他们还说看见了两个黑石做成的大瓮,分别盛着雨和风。那雨瓮在印度遭受旱灾时便被开启,腾起云雾润泽全地;若雨水过盛,瓮合上便能将雨止住。而风瓮的作用,我想正如埃俄罗斯的皮囊一般,他们微微开启瓮口,放出一道风令其应时吹拂,大地遂得以强健茂盛。据说他们还见到了诸神的雕像,若是印度或埃及的神像本不足为奇,但希腊人中最古老的神像——如雅典守护神雅典娜、提洛的阿波罗、沼泽的狄奥尼索斯、阿密克莱的阿波罗以及诸如此类古老的神祇——这群印度人不仅加以设立,更按照希腊习俗加以敬拜;据说他们居住在印度的中央。他们将这座山丘的顶端视作大地的肚脐,在其上举行火的秘仪,据说这火是他们自己从太阳光线中引下来的;他们每日正午都向这火歌唱赞歌。

§3.15

ὁποῖοι μὲν δὴ καὶ οἱ ἄνδρες καὶ ὅπως οἰκοῦντες τὸν ὄχθον, αὐτὸς ὁ ἀνὴρ δίεισιν· ἐν μιᾷ γὰρ τῶν πρὸς Αἰγυπτίους ὁμιλιῶν εἶδον φησὶν Ἰνδοὺς Βραχμᾶνας οἰκοῦντας ἐπὶ τῆς γῆς καὶ οὐκ ἐπʼ αὐτῆς, καὶ ἀτειχίστως τετειχισμένους, καὶ οὐδὲν κεκτημένους ἢ τὰ πάντων ταυτὶ δὲ ἐκεῖνος μὲν σοφώτερον ἔγραψεν, ὁ δέ γε Δάμις φησὶ χαμευνίᾳ μὲν αὐτοὺς χρῆσθαι, τὴν γῆν δὲ ὑποστρωννύναι πόας, ἃς ἂν αὐτοὶ αἱρῶνται, καὶ μετεωροποροῦντας δὴ ἰδεῖν ἀπὸ τῆς γῆς ἐς πήχεις δύο, οὐ θαυματοποιίας ἕνεκα, τὸ γὰρ φιλότιμον τοῦτο παραιτεῖσθαι τοὺς ἄνδρας, ἀλλʼ ὁπόσα τῷ Ἡλίῳ ξυναποβαίνοντες τῆς γῆς δρῶσιν, ὡς πρόσφορα τῷ θεῷ πράττοντας. τό τοι πῦρ, ὃ ἀπὸ τῆς ἀκτῖνος ἐπισπῶνται καίτοι σωματοειδὲς ὂν2 οὔτε ἐπὶ βωμοῦ καίειν αὐτοὺς οὔτε ἐν ἰπνοῖς φυλάττειν, ἀλλʼ ὥσπερ τὰς αὐγάς, αἳ ἐξ ἡλίου τε ἀνακλῶνται καὶ ὕδατος, οὕτω μετέωρόν τε ὁρᾶσθαι αὐτὸ καὶ σαλεῦον ἐν τῷ αἰθέρι. τὸν μὲν οὖν δὴ Ἥλιον ὑπὲρ τῶν ὡρῶν, ἃς ἐπιτροπεύει αὐτός, ἵνʼ ἐς καιρὸν τῇ γῇ ἴωσι καὶ ἡ Ἰνδικὴ εὖ πράττῃ, νύκτωρ δὲ λιπαροῦσι τὴν ἀκτῖνα μὴ ἄχθεσθαι τῇ νυκτί, μένειν δέ, ὡς ὑπʼ αὐτῶν ἤχθη. τοιοῦτον μὲν δὴ τοῦ Ἀπολλωνίου τὸ ἐν τῇ γῇ τε εἶναι τοὺς Βραχμᾶνας καὶ οὐκ ἐν τῇ γῇ. τὸ δὲ ἀτειχίστως τετειχισμένους δηλοῖ τὸν ἀέρα, ὑφʼ ᾧ ζῶσιν, ὑπαίθριοι γὰρ δοκοῦντες αὐλίζεσθαι σκιάν τε ὑπεραίρουσιν αὑτῶν καὶ ὕοντος οὐ ψεκάζονται καὶ ὑπὸ τῷ ἡλίῳ εἰσίν, ἐπειδὰν αὐτοὶ βούλωνται. τὸ δὲ μηδὲν κεκτημένους τὰ πάντων ἔχειν ὧδε ὁ Δάμις ἐξηγεῖται· πηγαί, ὁπόσαι τοῖς βάκχοις παρὰ τῆς γῆς ἀναθρώσκουσιν, ἐπειδὰν ὁ Διόνυσος αὐτούς τε καὶ τὴν γῆν σείσῃ, φοιτῶσι καὶ τοῖς Ἰνδοῖς τούτοις ἑστιωμένοις τε καὶ ἑστιῶσιν· εἰκότως οὖν ὁ Ἀπολλώνιος τοὺς μηδὲν μὲν ἐκ παρασκευῆς, αὐτοσχεδίως δέ, ἃ βούλονται, ποριζομένους, ἔχειν φησίν, ἃ μὴ ἔχουσιν. κομᾶν δὲ ἐπιτηδεύουσιν, ὥσπερ Λακεδαιμόνιοι πάλαι καὶ Θούριοι Ταραντῖνοί τε καὶ Μήλιοι καὶ ὁπόσοις τὰ Λακωνικὰ ἦν ἐν λόγῳ, μίτραν τε ἀναδοῦνται λευκήν, καὶ γυμνὸν αὐτοῖς βάδισμα καὶ τὴν ἐσθῆτα ἐσχηματίζοντο παραπλησίως ταῖς ἐξωμίσιν. ἡ δὲ ὕλη τῆς ἐσθῆτος ἔριον αὐτοφυὲς ἡ γῆ φύει, λευκὸν μὲν ὥσπερ τὸ Παμφύλων, μαλακώτερον δὲ τίκτει, ἡ δὲ πιμελὴ οἷα ἔλαιον ἀπʼ αὐτοῦ λείβεται. τοῦτο ἱερὰν ἐσθῆτα ποιοῦνται καὶ εἴ τις ἕτερος παρὰ τοὺς Ἰνδοὺς τούτους ἀνασπῴη αὐτό, οὐ μεθίεται ἡ γῆ τοῦ ἐρίου. τὴν δὲ ἰσχὺν τοῦ δακτυλίου καὶ τῆς ῥάβδου, ἃ φορεῖν αὐτοὺς ἄμφω, δύνασθαι μὲν πάντα, δύω δὲ ἀρρήτω τετιμῆσθαι.3

至于这些人是何等样貌、如何居住在这山丘之上,阿波罗尼乌斯本人有详细叙述。在对埃及人的一次谈话中他说道:“我见到了印度的婆罗门,他们居于地上却又不在地上,无墙却有墙环绕,除所有人之物外一无所有。”这些话他写得较为玄妙,而达米斯则说他们虽然卧地而居,但大地会铺垫上他们自选的青草;他还亲眼看见他们离地两肘凌空行走,这并非为了炫耀奇术——因为这些人摒弃这种好名之心——而是为了在离开大地与太阳相伴时,行出一切合乎神明之事。他们从日光中引下的火焰,虽具形体,却既不在祭坛上焚烧,也不保留在炉灶中,而是宛如从太阳与水面反射出的光芒一样,高悬于空中,在以太之中摇曳生姿。他们向太阳祈求他所掌管的时令适时降临大地、使印度蒙福,夜间则殷切恳求那道日光不要厌恶黑夜,而留在被他们引下来的状态中。阿波罗尼乌斯所谓的“婆罗门在地上又不在地上”便是此意。而“无墙却有墙环绕”则是指他们生活于其下的空气;因为他们看似露宿于野外,却能在自身上方展开遮蔽之阴,下雨时不沾水滴,且唯有在他们意愿之时才置身日光之下。至于“一无所有却拥有所有人之物”,达米斯解释道:正如狄奥尼索斯震动巴克科斯信徒与大地时、大地为他们涌现泉水一般,当这群印度人聚宴或招待宾客时,这样的泉水也同样沛然涌至;因此,阿波罗尼乌斯称那些不靠预先筹备、却能随心所欲即刻获得所需之物的人拥有自己所未拥有之物,乃是极合宜的。他们蓄留长发,犹如昔日的斯巴达人以及图里伊人、塔兰托人、梅洛斯人以及所有尊崇斯巴达风尚的人一样;他们头上束着白发带,赤足行走,服饰形制与外展单肩衣相似。他们衣装的原料是大地自然生长的棉花,洁白如潘菲利亚的羊毛,质地却更为柔软,其上滴沥出如油般的油脂。他们以此制成圣洁的衣裳;若这群印度人之外的他人试图采摘,大地绝不释出那棉花。他们所佩戴的戒指与手杖的力量无所不能,却被作为两样不可言说的秘宝而受到敬奉。

语法注3 条
  1. 3.14αὐτὸς δὲ ἀναβῆναι

    在间接引语(不定式结构)中,主语使用主格 αὐτός 而非宾格,属于主格不定式结构(nominativus cum infinitivo),表明不定式的逻辑主语与上文叙述的中心人物(阿波罗尼乌斯)同一,并将其与随从同伴区分开来。

  2. 3.15καίτοι σωματοειδὲς ὄν

    在古典雅典散文中,καίτοι 通常作为连词引导直陈语气独立句,但在后古典期及帝国期希腊语中,它常与让步分词连用(相当于古典期的 καίπερ)。此处构成让步句,意为“尽管具有实体的形态”。

  3. 3.15τὴν δὲ ἰσχὺν τοῦ δακτυλίου καὶ τῆς ῥάβδου, ἃ φορεῖν αὐτοὺς ἄμφω, δύνασθαι μὲν πάντα, δύω δὲ ἀρρήτω τετιμῆσθαι

    首部的宾格短语 τὴν ἰσχύν 作为不定式 δύνασθαι 的逻辑主语(或作为话题性宾格)被置于句首,但在后半并列分句 δύω δὲ ἀρρήτω τετιμῆσθαι 中,主语转换为了指环与手杖这两样器物本身(双数形式 δύω ἀρρήτω)作被动完成时不定式的主语。这是由于句首话题前置而导致的破格句(anacoluthon)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:3.14-3.15