- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:3.4-3.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼乌斯一行越过山脉,记载了肉桂以及猴子协助采集胡椒的情形。翻过山后是一片由恒河灌溉的广袤肥沃平原,生长着巨大的农作物和奇特的水果。
ἐντεῦθέν φασιν ὑπερβαλεῖν τοῦ Καυκάσου τὸ κατατεῖνον ἐς τὴν Ἐρυθρὰν θάλασσαν,1 εἶναι δὲ αὐτὸ ξυνηρεφὲς ἴδαις ἀρωμάτων. τοὺς μὲν δὴ πρῶνας τοῦ ὄρους τὸ κιννάμωμον φέρειν, προσεοικέναι δὲ αὐτὸ νέοις κλήμασι, βάσανον δὲ τοῦ ἀρώματος τὴν αἶγα εἶναι· κινναμώμου γὰρ εἴ τις αἰγὶ ὀρέξειε, κνυζήσεται πρὸς τὴν χεῖρα, καθάπερ κύων, ἀπιόντι τε ὁμαρτήσει τὴν ῥῖνα ἐς αὐτὸ ἐρείσασα, κἂν ὁ αἰπόλος ἀπάγῃ, θρηνήσει καθάπερ λωτοῦ ἀποσπωμένη. ἐν δὲ τοῖς κρημνοῖς τοῦ ὄρους λίβανοί τε ὑψηλοὶ πεφύκασι καὶ πολλὰ εἴδη ἕτερα καὶ τὰ δένδρα αἱ πεπερίδες, ὧν γεωργοὶ πίθηκοι, καὶ οὐδὲ ᾧ εἴκασται τοῦτο, παρεῖταί σφισιν,2 ὃν δὲ εἴρηται τρόπον, ἐγὼ δηλώσω· τὸ δένδρον ἡ πεπερὶς εἴκασται μὲν τῷ παρʼ Ἕλλησιν ἄγνῳ τά τε ἄλλα καὶ τὸν κόρυμβον τοῦ καρποῦ, φύεται δὲ ἐν τοῖς ἀποτόμοις οὐκ ἐφικτὸς τοῖς ἀνθρώποις, οὗ λέγεται πιθήκων οἰκεῖν δῆμος ἐν μυχοῖς τοῦ ὄρους καὶ ὅ τι αὐτοῦ κοῖλον, οὓς πολλοῦ ἀξίους οἱ Ἰνδοὶ νομίζοντες, ἐπειδὴ τὸ πέπερι ἀποτρυγῶσι, τοὺς λέοντας ἀπʼ αὐτῶν ἐρύκουσι κυσί τε καὶ ὅπλοις. ἐπιτίθεται δὲ πιθήκῳ λέων νοσῶν μὲν ὑπὲρ φαρμάκου, τὴν γὰρ νόσον αὐτῷ τὰ κρέα ἴσχει ταῦτα, γεγηρακὼς δὲ ὑπὲρ σίτου, τῆς γὰρ τῶν ἐλάφων καὶ συῶν θήρας ἔξωροι γεγονότες τοὺς πιθήκους λαφύσσουσιν ἐς τοῦτο χρώμενοι τῇ λοιπῇ ῥώμῃ. οὐ μὴν οἱ ἄνθρωποι περιορῶσιν, ἀλλʼ εὐεργέτας ἡγούμενοι τὰ θηρία ταῦτα πρὸς τοὺς λέοντας ὑπὲρ αὐτῶν αἰχμὴν αἴρονται. τὰ γὰρ πραττόμενα περὶ τὰς πεπερίδας ὧδε ἔχει· προσελθόντες οἱ Ἰνδοὶ τοῖς κάτω δένδρεσι τὸν καρπὸν ἀποθερίσαντες ἅλως ποιοῦνται μικρὰς περὶ τὰ δένδρα καὶ τὸ πέπερι περὶ αὐτὰς ξυμφοροῦσιν οἷον ῥιπτοῦντες, ὡς ἄτιμόν τι καὶ μὴ ἐν σπουδῇ τοῖς ἀνθρώποις, οἱ δὲ ἄνωθεν καὶ ἐκ τῶν ἀβάτων ἀφεωρακότες ταῦτα, νυκτὸς γενομένης ὑποκρίνονται τὸ τῶν Ἰνδῶν ἔργον καὶ τοὺς βοστρύχους τῶν δένδρων περισπῶντες ῥιπτοῦσι φέροντες ἐς τὰς ἅλως, οἱ Ἰνδοὶ δὲ ἅμα ἡμέρᾳ σωροὺς ἀναιροῦνται τοῦ ἀρώματος οὐδὲ πονήσαντες οὐδέν, ἀλλὰ ῥᾴθυμοί τε καὶ καθεύδοντες.
他们说,从那里他们越过了高加索山脉向红海延伸的部分,该山丘完全被芳香的树丛所覆盖。山脉的尖峰出产肉桂,它类似于新生的葡萄枝蔓,而山羊则是这种香料的鉴别者。因为如果有人把肉桂递给山羊,它就会像狗一样对着他的手呜咽,当他走开时,它会把鼻子紧贴在其上跟随他,即使牧羊人将它赶走,它也会哀鸣,如同被强行拉离忘忧草一样。在山脉的悬崖峭壁上生长着高大的乳香树和许多其他物种,还有胡椒树,其耕作采集者则是猴子;这树与何物相似,他们并未漏掉记载,至于它是如何被讲述的,我当予以阐明:胡椒树在其他方面、尤其在果实的穗状簇上,类似于希腊人所谓的牡荆,但它生长在人类难以企及的陡壁峭崖之上,据说在那里的山之深处及各类山谷凹洞中,住着一个猴子族群;印度人认为它们极具价值,因为它们采收胡椒,所以用猎犬和武器为它们驱逐狮子。狮子在生病时袭击猴子是当作药用,因为这种肉能抑制其疾病;而在衰老时袭击则是为了充饥,因为它们错过了捕猎鹿和野猪的盛年,便运用所剩的力气以此为目的去吞食猴子。然而人们绝非坐视不管,而是将这些野兽视为恩人,为了它们而向狮子举起长矛。因为围绕胡椒树所做的事情乃是这般:印度人走近下方的树木,采割果实后,在树木周围筑起小小的场院,并将胡椒堆积在场院周围随手扔掷,如同它是什么卑贱之物且不为人类所珍视一样;而上方的猴子从险不可攀的高处观察到了这些,入夜之后便模仿印度人的劳作,撕扯下树上的果穗,运来丢掷到那些场院里;而印度人在天亮时便收走成堆的香料,根本未受任何劳累,反倒安逸闲散、高枕无忧。
ὑπεράραντες δὲ τοῦ ὄρους πεδίον ἰδεῖν φασι λεῖον κατατετμημένον ἐς τάφρους πλήρεις ὕδατος. εἶναι δὲ αὐτῶν τὰς μὲν ἐπικαρσίους, τὰς δὲ ὀρθάς, διηγμένας ἐκ τοῦ ποταμοῦ τοῦ Γάγγου τῆς τε χώρας ὅρια οὔσας τοῖς τε πεδίοις ἐπαγομένας, ὁπότε ἡ γῆ διψῴη. τὴν δὲ γῆν ταύτην ἀρίστην φασὶ τῆς Ἰνδικῆς εἶναι καὶ μεγίστην τῶν ἐκεῖ λήξεων, πεντεκαίδεκα ἡμερῶν ὁδοῦ μῆκος ἐπὶ τὸν Γάγγην, ὀκτωκαίδεκα δὲ ἀπὸ θαλάσσης ἐπὶ τὸ τῶν πιθήκων ὄρος, ᾧ ξυμπαρατείνει. πεδιὰς πᾶσα ἡ χώρα μέλαινά τε καὶ πάντων εὔφορος. ἰδεῖν μὲν γὰρ ἐν αὐτῇ στάχυας ἀνεστῶτας, ὅσον οἱ δόνακες, ἰδεῖν δὲ κυάμους τριπλασίους τῶν Αἰγυπτίων τὸ μέγεθος σήσαμόν τε καὶ κέγχρον ὑπερφυᾶ πάντα. ἐνταῦθα καὶ τὰ κάρυα φύεσθαί φασιν, ὧν πολλὰ πρὸς ἱεροῖς ἀνακεῖσθαι τοῖς δεῦρο θαύματος ἕνεκα. τὰς δὲ ἀμπέλους φύεσθαι μὲν μικράς, καθάπερ αἱ Λυδῶν τε καὶ Μαιόνων, ποτίμους δὲ εἶναι καὶ ἀνθοσμίας ὁμοῦ τῷ ἀποτρυγᾶν.3 ἐνταῦθα καὶ δένδρῳ φασὶν ἐντετυχηκέναι προσεοικότι τῇ δάφνῃ, φύεσθαι δὲ αὐτοῦ κάλυκα εἰκασμένην τῇ μεγίστῃ ῥόᾳ, καὶ μῆλον ἐγκεῖσθαι τῇ κάλυκι κυάνεον μέν, ὥσπερ τῶν ὑακίνθων αἱ κάλυκες, πάντων δὲ ἥδιστον, ὁπόσα ἐξ ὡρῶν ἥκει.
他们说,翻过那座山之后,看见了一处平整的平原,被充满水的水渠纵横分割。水渠有的是横向的,有的是纵向的,由恒河引出,既充当土地的界标,又在土地干渴时引水入田。他们说这片土地是全印度最肥沃的,也是当地最大的封地,延展至恒河有十五天的行程长,从海到与其毗连的猴山有十八天的行程。整片土地尽是平原,土地肥沃黑润,各类作物丰饶。因为在其中能看到直立如芦苇般的谷穗,看到大小相当于埃及三倍的蚕豆,以及全都巨大无比的芝麻和粟米。据说这里还生长坚果,其中许多都为了显示神异而奉献于此地的神庙中。葡萄藤长得低矮,如同吕底亚人和迈奥尼亚人的葡萄藤一样,但在采摘的同时便宜于饮用且芳香四溢。他们说,在这里他们还遇到了一种类似月桂的树,其上长出形同最大的石榴般的壳苞,壳苞中包着一种果实,呈深青色,宛如风信子的花萼,是时序所出产的一切事物中最甜美的。
- 3.4τοῦ Καυκάσου τὸ κατατεῖνον ἐς τὴν Ἐρυθρὰν θάλασσαν
τοῦ Καυκάσου 作部分属格,修饰中性实体化分词短语 τὸ κατατεῖνον(伸向……的部分)。整个短语充当不定式 ὑπερβαλεῖν(翻过、越过)的宾语。
- 3.4καὶ οὐδὲ ᾧ εἴκασται τοῦτο, παρεῖταί σφισιν
σφισιν 是与完成时被动态动词 παρεῖται 连用的施事者与格,指达米斯等人。关系代词 ᾧ(比作何物)的先行词被省略,整个句式结构为:“关于此物所被比拟的对象,也未曾被他们遗漏”。
- 3.5ὁμοῦ τῷ ἀποτρυγᾶν
由 ὁμοῦ 连同带冠词现在时不定式与格 τῷ ἀποτρυγᾶν 构成的惯用时间短语,表示动作的共时性,意为“一经采摘的同时 / 采摘之刻便……”。
