← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§3.49-3.53

告别智者与红海航程

阿波罗尼奥斯在自智者处听闻不死鸟的传说后依依惜别,离开圣山行至海滨,并致信向亚尔卡斯致谢。随后他乘船启航,沿途考察了许法西斯河与印度河的入海口,并记录了红海及其岛屿的独特天象与物产。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.49

καὶ τὸν φοίνικα δὲ τὸν ὄρνιν τὸν διὰ πεντακοσίων ἐτῶν ἐς Αἴγυπτον ἥκοντα πέτεσθαι μὲν ἐν τῇ Ἰνδικῇ τὸν χρόνον τοῦτον, εἶναι δὲ ἕνα ἐκδιδόμενον τῶν ἀκτίνων καὶ χρυσῷ λάμποντα, μέγεθος ἀετοῦ καὶ εἶδος, ἐς καλιάν τε ἱζάνειν τὴν ἐκ τοῦ ἀρώματος ποιουμένην αὐτῷ πρὸς ταῖς τοῦ Νείλου πηγαῖς. ἃ δὲ Αἰγύπτιοι περὶ αὐτοῦ ᾅδουσιν, ὡς ἐς Αἴγυπτον φέρεται, καὶ Ἰνδοὶ ξυμμαρτυροῦσι προσᾴδοντες τῷ λόγῳ τὸ τὸν φοίνικα τὸν ἐν τῇ καλιᾷ τηκόμενον προπεμπτηρίους ὕμνους αὑτῷ ᾅδειν.1 τουτὶ δὲ καὶ τοὺς κύκνους φασὶ δρᾶν οἱ σοφώτερον αὐτῶν ἀκούοντες.

至于那每隔五百年飞往埃及的鸟——不死鸟,据说在此期间一直在印度上空翱翔;它是独一无二的,放射着光芒,金光闪闪,体型和外观宛如苍鹰,落栖于尼罗河源头附近用香料为它筑成的巢穴之中。关于埃及人所传唱的它是如何前往埃及的故事,印度人也予以证实,并在叙述中补充道:不死鸟在巢中消融时,会为自己唱起送别的颂歌。不过,那些更具辨别力倾听天鹅鸣唱的人说,天鹅也会做出同样的事情。

§3.50

τοιαίδε μὲν αἱ πρὸς τοὺς σοφοὺς ξυνουσίαι Ἀπολλωνίῳ ἐγένοντο μηνῶν τεττάρων ἐκεῖ διατρίψαντι καὶ ξυλλαβόντι λόγους φανερούς τε καὶ ἀπορρήτους πάντας, ἐπεὶ δὲ ἐξελαύνειν ἐβούλετο, τὸν μὲν ἡγεμόνα καὶ τὰς καμήλους πείθουσιν αὐτὸν ἀποπέμψαι τῷ Φραώτῃ μετʼ ἐπιστολῆς, αὐτοὶ δὲ ἡγεμόνα ἕτερον καὶ καμήλους δόντες προέπεμπον αὐτὸν εὐδαιμονίζοντες αὑτούς τε κἀκεῖνον. ἀσπασάμενοι δὲ τὸν Ἀπολλώνιον καὶ θεὸν τοῖς πολλοῖς εἶναι δόξειν οὐ τεθνεῶτα μόνον, ἀλλὰ καὶ ζῶντα φήσαντες αὐτοὶ μὲν ὑπέστρεψαν ἐς τὸ φροντιστήριον ἐπιστρεφόμενοι πρὸς τὸν ἄνδρα καὶ δηλοῦντες, ὅτι ἄκοντες αὐτοῦ ἀπαλλάττονται, ὁ δὲ Ἀπολλώνιος ἐν δεξιᾷ μὲν τὸν Γάγγην ἔχων, ἐν ἀριστερᾷ δὲ τὸν Ὕφασιν κατῄει ἐπὶ τὴν θάλατταν ἡμερῶν δέκα ὁδὸν ἀπὸ τοῦ ἱεροῦ ὄχθου. κατιοῦσι δʼ αὐτοῖς πολλαὶ μὲν στρουθοὶ ἐφαίνοντο, πολλοὶ δὲ ἄγριοι βόες, πολλοὶ δὲ ὄνοι καὶ λέοντες καὶ παρδάλεις καὶ τίγρεις καὶ πιθήκων γένος ἕτερον παρὰ τοὺς ἐν ταῖς πεπερίσι, μέλανές τε γὰρ καὶ λάσιοι ἦσαν καὶ τὰ εἴδη κύνειοι καὶ σμικροῖς ἀνθρώποις ἴσοι. διαλεγόμενοι δὲ περὶ τῶν ὁρωμένων, ὁποῖα εἰώθεσαν, ἀφίκοντο ἐπὶ τὴν θάλατταν, ἐν ᾗ κατεσκεύαστο ἐμπόρια μικρά, καὶ πλοῖα δὲ ἐν αὐτοῖς ὥρμει πορθμεῖα παραπλήσια τοῖς Τυρρηνοῖς. τὴν δὲ θάλατταν τὴν Ἐρυθρὰν εἶναι μὲν κυανωτάτην, ὠνομάσθαι δέ, ὡς εἶπον, ἀπὸ Ἐρύθρα βασιλέως, ὃς ἐπωνόμασεν ἑαυτὸν ἐκείνῳ τῷ πελάγει.

阿波罗尼奥斯与智者们的交往便是如此,他在那里度过了四个月,汲取了所有或显明或秘传的教诲。当他决意启程时,智者们劝说他备书一封,将向导和骆驼遣送回弗拉欧忒斯处,他们自己则另行提供向导和骆驼为他送行,并庆幸彼此与他的福分。在拥抱了阿波罗尼奥斯并宣称他在众人眼中不仅死后、而且生前都将被视若神明之后,他们便返回了自己的精舍,途中仍频频回首顾盼其人,显露出依依不舍之情。阿波罗尼奥斯右临恒河,左傍许法西斯河,自圣山向下行往海滨,历时十天的路程。当下行之际,呈现在他们眼前的是许多鸵鸟、许多野牛、许多驴子以及狮子、豹子、老虎,还有一种与胡椒林中不同的猴群;因为它们毛色黝黑且毛发蓬乱,面如犬类,体型与矮小的人类相当。他们一如往常谈论着所见之物,来到了海滨,那里建有若干小型的贸易码头,停泊着类似于第勒尼安式的渡船。红海的海水极其蔚蓝,诚如我先前所说,它得名于埃律特拉斯国王,这位国王以自己的名字命名了那片海域。

§3.51

ἐνταῦθα ἥκων τὰς μὲν καμήλους ἀπέπεμψε τῷ Ἰάρχᾳ μετʼ ἐπιστολῆς· Ἀπολλώνιος Ἰάρχᾳ καὶ ʽτοῖσʼ ἑτέροις σοφοῖς χαίρειν. ἀφικομένῳ μοι πεζῇ πρὸς ὑμᾶς δεδώκατε τὴν θάλατταν, ἀλλὰ καὶ σοφίας τῆς ἐν ὑμῖν κοινωνήσαντες δεδώκατε καὶ διὰ τοῦ οὐρανοῦ πορεύεσθαι. μεμνήσομαι τούτων καὶ πρὸς Ἕλληνας κοινωνήσω τε λόγων ὡς παροῦσιν ὑμῖν, εἰ μὴ μάτην ἔπιον τοῦ Ταντάλου.2 ἔρρωσθε ἀγαθοὶ φιλόσοφοι.

抵达那里后,他备书一封将骆驼送还给亚尔卡斯: “阿波罗尼奥斯致亚尔卡斯及其他智者问候。对于徒步来到你们身边的我,你们赐予了航海之路;不仅如此,借由分享你们心中的智慧,你们更赐予了我穿行苍穹之道。我将向希腊人也提及这一切,并将有如你们亲临般与你们共享言论,只要我未曾徒然饮下坦塔罗斯之杯。愿你们安康,尊贵的哲人们。”

§3.52

αὐτὸς δὲ ἐπιβὰς νεὼς ἐκομίζετο λείῳ καὶ εὐφόρῳ πνεύματι θαυμάζων τὸ στόμα τοῦ Ὑφάσιδος, ὡς φοβερῶς διʼ αὐτοῦ ἐκχεῖται· τελευτῶν γάρ, ὡς ἔφην, ἐς χωρία πετρώδη καὶ στενὰ καὶ κρημνοὺς ἐκπίπτει, διʼ ὧν καταρρηγνὺς ἐς τὴν θάλατταν ἑνὶ στόματι χαλεπὸς δοκεῖ τοῖς ἄγαν τῇ γῇ προσκειμένοις.

他自己登上一艘船,在平稳而顺畅的清风中航行,惊叹于许法西斯河的河口,〔河水〕从中喷涌而出是何等汹涌;正如我所说,该河在终点跌入多石而狭窄的峭壁断崖之间,自此穿过,以单一的河口汹涌崩入大海,对于过分贴近海岸航行的人而言显得极为险峻。

§3.53

καὶ μὴν καὶ τὸ τοῦ Ἰνδοῦ στόμα ἰδεῖν φασι, πόλιν δὲ ἐπʼ αὐτοῦ κεῖσθαι Πάταλα περίρρυτον τῷ Ἰνδῷ, ἐς ἣν τὸ ναυτικὸν τοῦ Ἀλεξάνδρου ἐλθεῖν, ᾧ ναύαρχον ἐπιτετάχθαι Νέαρχον οὐκ ἀγύμναστον τῆς θαλαττίου τάξεως. ἃ δὲ Ὀρθαγόρᾳ περὶ τῆς Ἐρυθρᾶς εἴρηται, καὶ ὅτι μήτε ἡ ἄρκτος ἐν αὐτῇ φαίνοιτο, μήτε σημαίνοιντο τὴν μεσημβρίαν οἱ πλέοντες οἵ τε ἐπίδηλοι τῶν ἀστέρων ἐξαλλάττοιεν τῆς ἑαυτῶν τάξεως, δοκεῖ καὶ Δάμιδι, καὶ χρὴ πιστεύειν ὑγιῶς τε καὶ κατὰ τὸν ἐκεῖ οὐρανὸν εἰρῆσθαι ταῦτα. μνημονεύουσι καὶ νήσου μικρᾶς, ᾗ ὄνομα εἶναι Βίβλον, ἐν ᾗ οἱ μύες ὄστρεά τε καὶ τὰ τοιαῦτα δεκαπλάσια τῶν Ἑλληνικῶν τὸ μέγεθος ταῖς πέτραις προσπέφυκεν.3 ἁλίσκεται δὲ καὶ λίθος ἐκεῖ μαργαρὶς ἐν ὀστράκῳ λευκῷ καρδίας τόπον ἔχουσα τῷ ὀστρέῳ.

而且他们说,他们还见到了印度河的河口,在河口处坐落着被印度河四面环绕的帕塔拉城,亚历山大的水师曾抵达该城,其统帅乃是对海战序列毫不生疏的尼阿库斯。至于奥尔塔戈拉斯关于红海所说的那些论述——即红海之中看不见大熊座,航海者无法辨认正午,显著的星辰脱离其原有的位次——达米斯也深表赞同,人们应当相信这些话是确凿的,且完全符合那里的天穹之象。他们还提及一座名为比布鲁斯的小岛,在那里,岩石上寄生着贻贝、牡蛎以及诸如此类体型达希腊同类十倍之大的水产。在那里还捕获一种名为珍珠的宝石,在白色贝壳中居于牡蛎心脏的位置。

语法注3 条
  1. 3.49τὸ τὸν φοίνικα τὸν ἐν τῇ καλιᾷ τηκόμενον προπεμπτηρίους ὕμνους αὑτῷ ᾅδειν

    带有冠词的不定式短语(τὸ... ᾅδειν)整体作为分词 προσᾴδοντες 的直接宾语(宾格)。它与作与格间接宾语的 τῷ λόγῳ(“在说法上”)搭配,具体指明所补充的“在巢中融化的不死鸟为自己唱起送别颂歌”这一内容。

  2. 3.51εἰ μὴ μάτην ἔπιον τοῦ Ταντάλου

    τοῦ Ταντάλου 为部分属格,指代前文中提到的神异之物“坦塔罗斯之杯”。此处的直说法语气过去时(不定过去时)构成简单条件句,表示对既成事实的限定推论:“只要我未曾徒然饮下坦塔罗斯之杯”。

  3. 3.53οἱ μύες ὄστρεά τε καὶ τὰ τοιαῦτα δεκαπλάσια τῶν Ἑλληνικῶν τὸ μέγεθος ταῖς πέτραις προσπέφυκεν

    尽管复合主语同时包含了阳性复数(οἱ μύες)与中性复数(ὄστρεά τε καὶ τὰ τοιαῦτα),但主述动词 προσπέφυκεν 却遵循雅典语法中中性复数主语使用单数动词的规则,呈现为第三人称单数。此外,δεκαπλάσια 为表语,τὸ μέγεθος 则为状貌/限制宾格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:3.49-3.53