- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:3.45-3.48
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿波罗尼奥斯向亚尔卡斯询问关于玛尔提科拉斯兽、黄金之水、吸石(潘塔尔贝)、异人族以及狮鹫的传闻,亚尔卡斯在否定荒诞怪谈的同时,揭示了潘塔尔贝石与狮鹫的真实性质与习性。
ἐπεὶ δὲ καὶ ὅδε ὁ λόγος ἀναγέγραπται τῷ Δάμιδι1 σπουδασθεὶς ἐκεῖ περὶ τῶν ἐν Ἰνδοῖς μυθολογουμένων θηρίων τε καὶ πηγῶν καὶ ἀνθρώπων, μηδʼ ἐμοὶ παραλειπέσθω, καὶ γὰρ κέρδος ʽἂνʼ εἴη μήτε πιστεύειν, μήτε ἀπιστεῖν πᾶσιν. ἤρετο γὰρ δὴ ὁ Ἀπολλώνιος ἔστι τι ζῷον ἐνταῦθα μαρτιχόρας; ὁ δὲ Ἰάρχας καὶ τίνα ἔφη φύσιν τοῦ ζῴου τούτου ἤκουσας; εἰκὸς γὰρ καὶ περὶ εἴδους αὐτοῦ ʽτιʼ λέγεσθαι. λέγεται εἶπε μεγάλα καὶ ἄπιστα, τετράπουν μὲν γὰρ εἶναι αὐτό, τὴν κεφαλὴν δὲ ἀνθρώπῳ εἰκάσθαι, λέοντι δὲ ὡμοιῶσθαι τὸ μέγεθος, τὴν δὲ οὐρὰν τοῦ θηρίου τούτου πηχυαίας ἐκφέρειν καὶ ἀκανθώδεις τὰς τρίχας, ἃς βάλλειν ὥσπερ τοξεύματα ἐς τοὺς θηρῶντας αὐτό. ἐρομένου δὲ αὐτοῦ καὶ περὶ τοῦ χρυσοῦ ὕδατος, ὅ φασιν ἐκ πηγῆς βλύζειν, καὶ περὶ τῆς ψήφου τῆς ἅπερ ἡ μαγνῆτις ποιούσης ἀνθρώπων τε ὑπὸ γῆν οἰκούντων καὶ πυγμαίων αὖ καὶ σκιαπόδων ὑπολαβὼν ὁ Ἰάρχας περὶ μὲν ζῴων ἢ φυτῶν εἶπεν ἢ πηγῶν, ὧν αὐτὸς ἐνταῦθα ἥκων εἶδες, τί ἄν σοι λέγοιμι; σὸν γὰρ ἤδη νῦν ἐξηγεῖσθαι αὐτὰ ἑτέροις· θηρίον δὲ τοξεῦον ἢ χρυσοῦ πηγὰς ὕδατος οὔπω ἐνταῦθα ἤκουσα.
既然达米斯也将在彼地探讨印度流传的各样奇兽、泉水与异人的这一段论述记录了下来,我也不当将其遗漏;因为既不全信也不全疑,终究是大有裨益的。阿波罗尼奥斯问道: “此地果真有一种名为玛尔提科拉斯的走兽吗?” 亚尔卡斯回答说: “你听闻过这种走兽具备何种性质?想必关于它的外形也有所传闻吧。” 阿波罗尼奥斯说: “传闻甚是惊人而难以置信。据说它虽是四足之兽,头颅却宛如人类,体型似狮,而这种野兽的尾部生有一肘之长且如荆棘般的鬃毛,能够像箭矢一般将其射向狩猎它的人。” 当他又询问起据说从泉中涌出的黄金之水,以及那种与磁石作用相同的砾石,还有地下穴居之人、俾格米人以及荫足族时,亚尔卡斯接着说道: “关于你亲自来到此地所亲眼目睹的禽兽、植物或泉水,我又何须多言?因为如今向他人讲解这些正是你的职责;但能射箭的野兽或是黄金之水的泉源,在此地我还未曾听闻。
περὶ μέντοι τῆς ψήφου τῆς ἐπισπωμένης τε καὶ ξυνδούσης ἑαυτῇ λίθους ἑτέρας οὐ χρὴ ἀπιστεῖν· ἔστι γάρ σοι καὶ ἰδεῖν τὴν λίθον καὶ θαυμάσαι τὰ ἐν αὐτῇ πάντα. γίγνεται μὲν γὰρ ἡ μεγίστη κατὰ ὄνυχα δακτύλου τούτου, δείξας τὸν ἑαυτοῦ ἀντίχειρα κυίσκεται δὲ ἐν γῇ κοίλῃ βάθος ὀργυιαὶ τέτταρες, τοσοῦτον δὲ αὐτῇ περίεστι τοῦ πνεύματος, ὡς ὑποιδεῖν τὴν γῆν καὶ κατὰ πολλὰ ῥήγνυσθαι κυισκομένης ἐν αὐτῇ τῆς λίθου. μαστεῦσαι δὲ αὐτὴν οὐδενὶ ἔξεστιν, ἀποδιδράσκει γάρ, εἰ μὴ μετὰ λόγου ἀνασπῷτο ἀλλʼ ἡμεῖς μόνοι τὰ μὲν δράσαντες, τὰ δὲ εἰπόντες ἀναιρούμεθα τὴν παντάρβην· ὄνομα γὰρ αὐτῇ τοῦτο. νύκτωρ μὲν οὖν ἡμέραν ἀναφαίνει, καθάπερ τὸ πῦρ, ἔστι γὰρ πυρσὴ καὶ ἀκτινώδης, εἰ δὲ μεθʼ ἡμέραν ὁρῷτο, βάλλει τοὺς ὀφθαλμοὺς μαρμαρυγαῖς μυρίαις. τὸ δὲ ἐν αὐτῇ φῶς πνεῦμά ἐστιν ἀρρήτου ἰσχύος, πᾶν γὰρ τὸ ἐγγὺς ἐσποιεῖ αὑτῇ. τί λέγω τὸ ἐγγύς; ἔστι σοι λίθους, ὁπόσας βούλει, καταποντῶσαί ποι ἢ τῶν ποταμῶν ἢ τῆς θαλάττης καὶ μηδὲ ἐγγὺς ἀλλήλων, ἀλλὰ σποράδας καὶ ὡς ἔτυχεν, ἡ δὲ ἐς αὐτὰς καθιμηθεῖσα ξυλλέγεται πάσας τῇ τοῦ πνεύματος διαδόσει καὶ ὑποκείσονται αὐτῇ βοτρυδὸν αἱ λίθοι, καθάπερ σμῆνος.
然而,关于能够吸引并将其他石头与自身紧密相连的那种砾石,却切不可怀疑。你大可亲眼得见此石,并惊叹其所蕴含的一切神异。因为最大的一块也不过如这根手指的指甲般大小,”他指着自己的大拇指说道,“它在深达四寻的中空地底孕育,其所蕴藏的气极其充盈,乃至当此石在地下孕育成形时,土地都隆起并在多处破裂。任何人都不被允许搜寻它,因为若不循特定仪礼将之拔取,它便会遁逃而去;唯有我们,在行使了特定的举动并念诵了特定的言语之后,方能采掘这块潘塔尔贝——这正是它的名字。因此,在夜间它宛如烈火一般照彻如白昼,因它是赤红而光芒四射的;若在白天观看,它便以万道流光刺痛人目。其间的光乃是一种具有不可言喻之威力的气,能将附近的一切吸附于己。我何必说‘附近’?你尽可将任意数量的石头投入江河或大海之中,纵然彼此不相挨近,而是散落各处、杂乱无序,只要将这块石头悬垂伸向它们,它便借着气的播散将所有石头汇聚一处,那些石头便会如同蜂群一般,成串地悬附在其下方。”
καὶ εἰπὼν ταῦτα ἔδειξε τὴν λίθον αὐτήν τε καὶ ὁπόσα ἐργάζεται. τοὺς δὲ πυγμαίους οἰκεῖν μὲν ὑπογείους, κεῖσθαι δὲ ὑπὲρ τὸν Γάγγην ζῶντας τρόπον, ὃς πᾶσιν εἴρηται. σκιάποδας δὲ ἀνθρώπους ἢ μακροκεφάλους ἢ ὁπόσα Σκύλακος ξυγγραφαὶ περὶ τούτων ᾅδουσιν, οὔτε ἄλλοσέ ποι βιοτεύειν τῆς γῆς οὔτε μὴν ἐν Ἰνδοῖς.
说完这些,他展示了那块石头本身以及它所施展的一切异能。他又说,俾格米人确实居于地下,但定居在恒河彼岸,依循众人皆知的方式生活;至于荫足族、巨头人,或是斯库拉克斯的著作在记述他们时所夸大描绘的一切,无论在世上其他何处,还是在印度境内,都绝无生存之迹。
ὃν δʼ ὀρύττουσι χρυσὸν οἱ γρῦπες, πέτραι εἰσὶν2 οἷον σπινθῆρσιν ἐστιγμέναι ταῖς τοῦ χρυσοῦ ῥανίσιν, ἃς λιθοτομεῖ τὸ θηρίον τοῦτο τῇ τοῦ ῥάμφους ἰσχύι. τὰ γὰρ θηρία ταῦτα εἶναί τε ἐν Ἰνδοῖς καὶ ἱεροὺς νομίζεσθαι τοῦ Ἡλίου τέθριππά τε αὐτῶν ὑποζευγνύναι τοῖς ἀγάλμασι τοὺς τὸν Ἥλιον ἐν Ἰνδοῖς γράφοντας μέγεθός τε καὶ ἀλκὴν εἰκάσθαι αὐτοὺς τοῖς λέουσιν, ὑπὸ δὲ πλεονεξίας τῶν πτερῶν αὐτοῖς τε ἐκείνοις ἐπιτίθεσθαι καὶ τῶν ἐλεφάντων δὲ καὶ δρακόντων ὑπερτέρους εἶναι. πέτονται δὲ οὔπω μέγα, ἀλλʼ ὅσον οἱ βραχύποροι ὄρνιθες, μὴ γὰρ ἐπτιλῶσθαι σφᾶς, ὡς ὄρνισι πάτριον, ἀλλʼ ὑμέσι τοὺς ταρσοὺς ὑφάνθαι πυρσοῖς, ὡς εἶναι κυκλώσαντας πέτεσθαί τε καὶ ἐκ μετεώρου μάχεσθαι,3 τὴν τίγριν δὲ αὐτοῖς ἀνάλωτον εἶναι μόνην, ἐπειδὴ τὸ τάχος αὐτὴν ἐσποιεῖ τοῖς ἀνέμοις.
“至于狮鹫所挖掘的黄金,乃是点缀着宛如火星般的金滴的岩石,这种野兽凭着利喙的力量将它们开凿下来。因为这些野兽不仅确存留在印度,且被视为献给太阳神的圣兽,在印度描绘太阳神的人,便将四只一组的它们套配给神像。在体型和勇武方面,它们堪与雄狮相比,但凭借翅膀的优势,它们甚至敢于攻击雄狮自身,并凌驾于大象和巨蛇之上。不过它们飞得并不太高,仅如短途飞行的鸟类一般;因为它们不像一般鸟类那样覆有羽毛,而是双翼织有赤红色的薄膜,使得它们能够将其圆展翻飞并从空中搏击;唯有老虎是它们无法擒获的,因为老虎的神速使之与疾风无异。”
- 3.45ἐπεὶ δὲ καὶ ὅδε ὁ λόγος ἀναγέγραπται τῷ Δάμιδι
τῷ Δάμιδι 是配合完成体被动动词 ἀναγέγραπται 的施事者与格(dativus auctoris),意为“由达米斯所记录”。
- 3.48ὃν δʼ ὀρύττουσι χρυσὸν οἱ γρῦπες, πέτραι εἰσὶν
先行词 χρυσόν 被吸纳入关系代词 ὅν 引导的关系节中(先行词内引/前置关系构式)。主句主语为 πέτραι,整句意为“至于狮鹫所掘出的黄金,乃是……的岩石”。
- 3.48ὡς εἶναι κυκλώσαντας πέτεσθαί τε καὶ ἐκ μετεώρου μάχεσθαι
由 ὡς 搭配不定式 εἶναι 构成的结果从句。εἶναι 用作无人称结构(相当于 ἔξεστι,“得以/能够”),分词 κυκλώσαντας 为宾格,作补充不定式 πέτεσθαι 和 μάχεσθαι 的逻辑主语。
