← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§3.41-3.44

论星占预知之术与医术之起源

阿波罗尼奥斯获亚尔卡斯传授星象占卜与祭祀之秘奥,二人论及预知之神圣性与行星指环;在达米斯一番风趣的应对后,亚尔卡斯进一步阐述了占卜对确立医术以及利用毒物疗疾的根本贡献。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.41

τῆς μὲν οὖν διαλεκτικῆς ξυνουσίας ἄμφω μετεῖχον, τὰς δὲ ἀπορρήτους σπουδάς, αἷς ἀστρικὴν μαντείαν κατενόουν καὶ τὴν πρόγνωσιν ἐσπούδαζον θυσιῶν τε ἥπτοντο καὶ κλήσεων, αἷς θεοὶ χαίρουσι, μόνον φησὶν ὁ Δάμις τὸν Ἀπολλώνιον ξυμφιλοσοφεῖν τῷ Ἰάρχᾳ, καὶ ξυγγράψαι μὲν ἐκεῖθεν περὶ μαντείας ἀστέρων βίβλους τέτταρας, ὧν καὶ Μοιραγένης ἐπεμνήσθη, ξυγγράψαι δὲ περὶ θυσιῶν καὶ ὡς ἄν τις ἑκάστῳ θεῷ προσφόρως τε καὶ κεχαρισμένως θύοι. τὰ μὲν δὴ τῶν ἀστέρων καὶ τὴν τοιαύτην μαντικὴν πᾶσαν ὑπὲρ τὴν ἀνθρωπείαν ἡγοῦμαι φύσιν καὶ οὐδʼ εἰ κέκτηταί τις οἶδα, τὸ δὲ περὶ θυσιῶν ἐν πολλοῖς μὲν ἱεροῖς εὗρον, ἐν πολλαῖς δὲ πόλεσι, πολλοῖς δὲ ἀνδρῶν σοφῶν οἴκοις, καὶ τί ἄν τις ἑρμηνεύοι αὐτὸ σεμνῶς ξυντεταγμένον καὶ κατὰ τὴν ἠχὼ τοῦ ἀνδρός; φησὶ δὲ ὁ Δάμις καὶ δακτυλίους ἑπτὰ τὸν Ἰάρχαν τῷ Ἀπολλωνίῳ δοῦναι τῶν ἑπτὰ ἐπωνύμους ἀστέρων, οὓς φορεῖν τὸν Ἀπολλώνιον κατὰ ἕνα πρὸς τὰ ὀνόματα τῶν ἡμερῶν.

辩证的交谈固然由两人共同参与,但那些探究星象占卜、钻研预知之术、举行神明喜悦的祭祀与祈请等隐秘研究,达米斯说唯有阿波罗尼奥斯与亚尔卡斯共同探究哲理;阿波罗尼奥斯由此撰写了四卷论星象占卜的书(莫伊拉格涅斯也曾提及此书),并撰写了论祭祀之书,阐明人当如何得体且受悦纳地向每一位神祇献祭。关于星象和所有这一类占卜之事,我认为超越了人之本性,我甚至不知道是否真有人掌握此术;但论祭祀的书我却在许多圣所、许多城邦以及许多智者的家中见过,而该书撰写得如此庄严且符合此人的声调风范,又有谁需要去阐释它呢?达米斯还说,亚尔卡斯赠予阿波罗尼奥斯七枚以七颗星辰命名的戒指,阿波罗尼奥斯按照一星期的日子名称逐一佩戴它们。

§3.42

περὶ δὲ προγνώσεως λόγου αὐτοῖς ποτε ὄντος καὶ τοῦ Ἀπολλωνίου προσκειμένου τῇ σοφίᾳ ταύτῃ καὶ τὰς πλείους τῶν διαλέξεων ἐς τοῦτο ξυντείνοντος, ἐπαινῶν αὐτὸν ὁ Ἰάρχας οἱ μαντικῇ ἔφη χαίροντες, ὦ χρηστὲ Ἀπολλώνιε, θεῖοί τε ὑπʼ αὐτῆς γίγνονται καὶ πρὸς σωτηρίαν ἀνθρώπων πράττουσι. τὸ γάρ, ἃ χρὴ ἐς θεοῦ ἀφικόμενον εὑρέσθαι, ταῦτα αὖ, ὦ χρηστέ, ἐφʼ ἑαυτοῦ προιδέσθαι προειπεῖν τε ἑτέροις, ἃ μήπω ἴσασι, πανολβίου τινὸς ἡγοῦμαι1 καὶ ταὐτὸν ἰσχύοντος τῷ Ἀπόλλωνι τῷ Δελφικῷ. ἐπεὶ δὲ ἡ τέχνη τοὺς ἐς θεοῦ φοιτῶντας ἐπὶ τῷ χρήσασθαι καθαροὺς κελεύει βαδίζοντας φοιτᾶν, ἢ ἔξιθι τοῦ νεὼ πρὸς αὐτοὺς ἐρεῖ, δοκεῖ μοι καὶ τὸν προγνωσόμενον ἄνδρα ὑγιῶς ἑαυτοῦ ἔχειν καὶ μήτε κηλῖδα προσμεμάχθαι τῇ ψυχῇ μηδεμίαν μήτε οὐλὰς ἁμαρτημάτων ἐντετυπῶσθαι τῇ γνώμῃ, καθαρῶς δὲ αὐτὸν προφητεύειν ἑαυτοῦ καὶ τοῦ περὶ τῷ στέρνῳ τρίποδος συνιέντα.2 γεγωνότερον γὰρ οὕτω καὶ ἀληθέστερον τὰ λόγια ἐκδώσει· ὅθεν οὐ χρὴ θαυμάζειν, εἰ καὶ σὺ τὴν ἐπιστήμην ξυνείληφας τοσοῦτον ἐν τῇ ψυχῇ φέρων αἰθέρα.

有一次,当他们谈论起预知,而阿波罗尼奥斯潜心于这种智慧,并将大部分讨论引向这一主题时,亚尔卡斯赞许他道: “尊贵的阿波罗尼奥斯,喜爱占卜之人不仅借此变得神圣,而且致力于拯救人类。因为,仁兄啊,将凡是需要求教神明方能得悉之事,单凭自身加以预见,并向他人预先道出他们尚不知晓之事,我认为这乃是极为蒙福且具有德尔斐阿波罗同等威能之人的特征。鉴于占卜之术要求那些前往神所求取神谕的人必须保持洁净而行,否则便会对他们说‘离开神庙’,依我看,意欲行使预知之人也必须使自身保持纯正健全,灵魂不沾染任何污垢,心意中不铭刻任何过犯的伤痕,而是纯洁地施行预言,透彻理解自身及胸膛中的三脚坛。因为唯有如此,他所宣示的神谕才会更加响亮、更加真实;因此,既然你在灵魂中怀有如此浩瀚的以太清气,若你也领悟了这门学问,实不足为奇。”

§3.43

καὶ χαριεντιζόμενος ἅμα πρὸς τὸν Δάμιν σὺ δʼ οὐδὲν ἔφη προγιγνώσκεις, Ἀσσύριε, καὶ ταῦτα ξυνὼν ἀνδρὶ τοιούτῳ; νὴ Δίʼ, εἶπε τά γε ἐμαυτῷ ἀναγκαῖα· ἐπειδὴ γὰρ πρώτῳ ἐνέτυχον τῷ Ἀπολλωνίῳ τούτῳ καὶ σοφίας μοι ἔδοξε πλέως δεινότητός τε καὶ σωφροσύνης καὶ τοῦ καρτερεῖν ὀρθῶς, ἐπεὶ δὲ καὶ μνημοσύνην ἐν αὐτῷ εἶδον, πολυμαθέστατόν τε καὶ φιλομαθίας ἥττω, δαιμόνιόν τί μοι ἐγένετο, καὶ ξυγγενόμενος αὐτῷ σοφὸς μὲν ᾠήθην δόξειν ἐξ ἰδιώτου τε καὶ ἀσόφου, πεπαιδευμένος δὲ ἐκ βαρβάρου, ἑπόμενος δὲ αὐτῷ καὶ ξυσπουδάζων ὄψεσθαι μὲν Ἰνδούς, ὄψεσθαι δὲ ὑμᾶς, Ἕλλησί τε ἐπιμίξειν Ἕλλην ὑπʼ αὐτοῦ γενόμενος. τὰ μὲν δὴ ὑμέτερα περὶ μεγάλων ὄντα Δελφοὺς ἡγεῖσθε καὶ Δωδώνην καὶ ὅ τι βούλεσθε, τἀμὰ δέ, ἐπειδὴ Δάμις μὲν ὁ προγιγνώσκων αὐτά, προγιγνώσκει δʼ ὑπὲρ αὑτοῦ μόνου, γραὸς ἔστω ἀγυρτρίας μαντευομένης ὑπὲρ προβατίων καὶ τῶν τοιούτων.

同时,他又同达米斯开玩笑说: “而你,亚述人,难道你就什么也不预知吗?况且你还是与这样的人朝夕相伴!” “对宙斯起誓,”达米斯说,“我至少预知对自己而言必不可少之事。因为当我最初遇见这位阿波罗尼奥斯,见他充满智慧、能干、节制与真正的坚忍,又见他记忆惊人,学识极其渊博且孜孜不倦时,我心中便生出某种神圣的感动;我料定通过与他交往,我将从一个庸碌无知之人显现为智者,从一个野蛮人蜕变为有教养之人;跟随他并共同钻研,我将得见印度人,得见诸位,并因他而成为希腊人,得以同希腊人往来。诸位的预知关涉宏大之事,你们大可将其视为德尔斐、多多纳或随你们所愿的圣所;而我的预知,既然是由达米斯来预知,且仅为他自己一人而预知,就权当是行乞的老妇为羔羊之类的小事所作的占卜吧。”

§3.44

ἐπὶ τούτοις μὲν δὴ ἐγέλασαν οἱ σοφοὶ πάντες, καταστάντος δὲ τοῦ γέλωτος ἐπανῆγεν ὁ Ἰάρχας ἐς τὸν περὶ τῆς μαντικῆς λόγον, καὶ πολλὰ μὲν αὐτὴν ἀγαθὰ ἔλεγε τοὺς ἀνθρώπους εἰργάσθαι, μέγιστον δὲ τὸ τῆς ἰατρικῆς δῶρον· οὐ γὰρ ἄν ποτε τοὺς σοφοὺς Ἀσκληπιάδας ἐς ἐπιστήμην τούτου παρελθεῖν, εἰ μὴ παῖς Ἀπόλλωνος Ἀσκληπιὸς γενόμενος καὶ κατὰ τὰς ἐκείνου φήμας τε καὶ μαντείας ξυνθεὶς τὰ πρόσφορα ταῖς νόσοις φάρμακα παισί τε ἑαυτοῦ παρέδωκε καὶ τοὺς ξυνόντας ἐδιδάξατο, τίνας μὲν δεῖ προσάγειν πόας ὑγροῖς ἕλκεσι, τίνας δὲ αὐχμηροῖς καὶ ξηροῖς ξυμμετρίας τε ποτίμων φαρμάκων, ὑφʼ ὧν ὕδεροι ἀποχετεύονται καὶ αἷμα ἴσχεται φθόαι τε παύονται καὶ τὰ οὕτω κοῖλα. καὶ τὰ τῶν ἰοβόλων δὲ ἄκη καὶ τὸ τοῖς ἰοβόλοις αὐτοῖς ἐς πολλὰ τῶν νοσημάτων χρῆσθαι τίς ἀφαιρήσεται τὴν μαντικήν;3 οὐ γάρ μοι δοκοῦσιν ἄνευ τῆς προγιγνωσκούσης σοφίας θαρσῆσαί ποτε ἄνθρωποι τὰ πάντων ὀλεθριώτατα φαρμάκων ἐγκαταμῖξαι τοῖς σώζουσιν.

听到这里,智者们全都笑了;笑声平息之后,亚尔卡斯重新回到关于占卜的话题,说占卜为人类带来了诸多福祉,其中最伟大的乃是医术的赐予。因为若非阿波罗之子阿斯克勒庇俄斯遵循其父的神示与神谕,配制出契合各样疾病的药物,传授给自己的子嗣并教导同道,告知当将何种草药敷于湿创,何种敷于枯燥之创,以及适度调配用于排泄水肿、止住出血、遏制痨病及类似空洞之症的汤药,聪慧的阿斯克勒庇俄斯子孙们便绝不可能掌握这门学问。至于那些对抗毒物的解药,以及利用毒物本身来医治诸多疾患的做法,又有谁能剥夺这属于占卜的功绩呢?因为依我看,若没有预见的智慧,人类绝不敢贸然将万物中最具毁灭性的毒药掺入拯救生命的药物之中。

语法注3 条
  1. 3.42τὸ γάρ, ἃ χρὴ ἐς θεοῦ ἀφικόμενον εὑρέσθαι, ταῦτα αὖ, ὦ χρηστέ, ἐφʼ ἑαυτοῦ προιδέσθαι προειπεῖν τε ἑτέροις, ἃ μήπω ἴσασι, πανολβίου τινὸς ἡγοῦμαι

    句首带冠词的不定式短语“τὸ ... προιδέσθαι προειπεῖν τε”(“凭自身预见……并预先告之”)作“ἡγοῦμαι”的宾语从句主语,属格短语“πανολβίου τινός”作表语属格,表示“属于/是……的特征”(省略了“εἶναι”)。关系分句“ἃ χρὴ ... εὑρέσθαι”前置于其先行词“ταῦτα”。

  2. 3.42καθαρῶς δὲ αὐτὸν προφητεύειν ἑαυτοῦ καὶ τοῦ περὶ τῷ στέρνῳ τρίποδος συνιέντα

    由“δοκεῖ μοι”引出的宾格不定式结构,其中“αὐτόν”为作主语的宾格代词,“προφητεύειν”为不定式。属格短语“ἑαυτοῦ καὶ τοῦ περὶ τῷ στέρνῳ τρίποδος”由分词“συνιέντα”支配(动词 συνίημι 表领会、理解时常接属格),意为“透彻领会自身及胸膛中的三脚坛”。

  3. 3.44καὶ τὰ τῶν ἰοβόλων δὲ ἄκη καὶ τὸ τοῖς ἰοβόλοις αὐτοῖς ἐς πολλὰ τῶν νοσημάτων χρῆσθαι τίς ἀφαιρήσεται τὴν μαντικήν;

    中动动词“ἀφαιρέομαι”(剥夺)带双宾格结构。“τὴν μαντικήν”是被剥夺的对象(“从占卜中剥夺”),而“καὶ τὰ ... ἄκη καὶ τὸ ... χρῆσθαι”则是被剥夺之物(直接宾语)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:3.41-3.44