← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§3.38-3.40

亚尔卡斯治愈病患并向求助者传授解法

许多求助者来到印度智者面前,亚尔卡斯等人为被恶灵附身的少年、跛足的猎狮手、盲人、难产的妇人以及饮酒即夭折家族的婴儿提供了疗法与化解之道,阿波罗尼奥斯一行对其渊博的智慧惊叹不已。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.38

μεταξὺ δὲ τῶν λόγων τούτων ἐφίσταται τοῖς σοφοῖς ὁ ἄγγελος Ἰνδοὺς ἄγων σωτηρίας δεομένους. καὶ παρῆγε γύναιον ἱκετεῦον ὑπὲρ παιδός, ὃν ἔφασκε μὲν ἑκκαίδεκα ἔτη γεγονέναι, δαιμονᾶν δὲ δύο ἔτη, τὸ δὲ ἦθος τοῦ δαίμονος εἴρωνα εἶναι καὶ ψεύστην. ἐρομένου δέ τινος τῶν σοφῶν, ὁπόθεν λέγοι ταῦτα, τοῦ παιδὸς τούτου ἔφη τὴν ὄψιν εὐπρεπεστέρου ὄντος ὁ δαίμων ἐρᾷ καὶ οὐ ξυγχωρεῖ αὐτῷ νοῦν ἔχειν, οὐδὲ ἐς διδασκάλου βαδίσαι ἐᾷ ἢ τοξότου, οὐδὲ οἴκοι εἶναι, ἀλλʼ ἐς τὰ ἔρημα τῶν χωρίων ἐκτρέπει, καὶ οὐδὲ τὴν φωνὴν ὁ παῖς τὴν ἑαυτοῦ ἔχει, ἀλλὰ βαρὺ φθέγγεται καὶ κοῖλον, ὥσπερ οἱ ἄνδρες, βλέπει δὲ ἑτέροις ὀφθαλμοῖς μᾶλλον ἢ τοῖς ἑαυτοῦ. κἀγὼ μὲν ἐπὶ τούτοις κλάω τε καὶ ἐμαυτὴν δρύπτω καὶ νουθετῶ τὸν υἱόν, ὁπόσα εἰκός, ὁ δὲ οὐκ οἶδέ με. διανοουμένης δέ μου τὴν ἐνταῦθα ὁδόν, τουτὶ δὲ πέρυσι διενοήθην, ἐξηγόρευσεν ὁ δαίμων ἑαυτὸν ὑποκριτῇ χρώμενος τῷ παιδί, καὶ δῆτα ἔλεγεν εἶναι μὲν εἴδωλον ἀνδρός, ὃς πολέμῳ ποτὲ ἀπέθανεν, ἀποθανεῖν δὲ ἐρῶν τῆς ἑαυτοῦ γυναικός, ἐπεὶ δὲ ἡ γυνὴ περὶ τὴν εὐνὴν ὕβρισε τριταίου κειμένου γαμηθεῖσα ἑτέρῳ, μισῆσαι μὲν ἐκ τούτου τὸ γυναικῶν ἐρᾶν, μεταρρυῆναι δὲ ἐς τὸν παῖδα τοῦτον. ὑπισχνεῖτο δέ, εἰ μὴ διαβάλλοιμι αὐτὸν πρὸς ὑμᾶς, δώσειν τῷ παιδὶ πολλὰ ἐσθλὰ καὶ ἀγαθά. ἐγὼ μὲν δὴ ἔπαθόν τι πρὸς ταῦτα, ὁ δὲ διάγει με πολὺν ἤδη χρόνον καὶ τὸν ἐμὸν οἶκον ἔχει μόνος οὐδὲν μέτριον οὐδὲ ἀληθὲς φρονῶν. ἤρετο οὖν ὁ σοφὸς πάλιν, εἰ πλησίον εἴη ὁ παῖς, ἡ δὲ οὐκ ἔφη, πολλὰ μὲν γὰρ ὑπὲρ τοῦ ἀφικέσθαι αὐτὸν πρᾶξαι ὁ δʼ ἀπειλεῖ κρημνοὺς καὶ βάραθρα καὶ ἀποκτενεῖν μοι τὸν υἱόν, εἰ δικαζοίμην αὐτῷ δεῦρο. θάρσει, ἔφη ὁ σοφός οὐ γὰρ ἀποκτενεῖ αὐτὸν ἀναγνοὺς ταῦτα καί τινα ἐπιστολὴν ἀνασπάσας τοῦ κόλπου ἔδωκε τῇ γυναικί, ἐπέσταλτο δὲ ἄρα ἡ ἐπιστολὴ πρὸς τὸ εἴδωλον ξὺν ἀπειλῇ καὶ ἐκπλήξει.

在这些论述的中途,使者带着祈求救助的印度人来到智者们面前。他领来一位妇人,为自己的儿子恳求;她说儿子十六岁,但已被恶灵附身两年,恶灵的性情嘲弄且狡诈。当一位智者询问她因何作此言时,她说:“由于这少年容貌俊美,恶灵爱上了他,不容他保有神智,也不许他去从师受教或学习弓术,甚至不准他待在家中,而是将他引向荒郊野外;孩子甚至没有自己的声音,而是发出如成年男子般低沉空洞的语调,眼光也像是别人的眼睛而非他自己的。我为此痛哭,撕扯自身,尽一个母亲的常情劝诫儿子,但他却认不出我。当我盘算来此的旅途时——这还是我去年盘算的——,恶灵把儿子当成演员发声袒露了自己,说他其实是一个战死之人的鬼魂,死时深爱着自己的妻子;但当他陈尸至第三天时,妻子便改嫁他人玷污了他的卧榻,自此他痛恨爱恋女人,转而移情于这个少年。他曾许诺,只要我不向诸位告发他,便会给孩子许多美好而丰厚的赐予。我确实一度被这些话所打动;但他拖延我已久,独自霸占我的家宅,心无适度亦无真实。”智者于是再次询问少年是否在近处,妇人回答不在,因为她为了带他来想尽了办法,“但他威胁要将儿子推下悬崖深渊,若我来此告发他,便要杀死我的儿子。”智者说:“放心吧,他读了这封信后便不会杀他。”说着便从怀中取出一封信交给妇人;原来这封写给鬼魂的信满是严惩与震慑之辞。

§3.39

καὶ μὴν καὶ χωλεύων τις ἀφίκετο γεγονὼς μὲν ἤδη τριάκοντα ἔτη, λεόντων δὲ θηρατὴς δεινός, ἐμπεπτωκότος δὲ αὐτῷ λέοντος ὠλισθήκει τὸν γλουτὸν καὶ τοῦ σκέλους ἑτέρως εἶχεν. ἀλλʼ αἱ χεῖρες αὐτῷ καταψῶσαι τὸν γλουτὸν1 ἐς ὀρθὸν τοῦ βαδίσματος ὁ νεανίας ἦλθε. καὶ ὀφθαλμὼ δέ τις ἐρρυηκὼς ἀπῆλθε πᾶν ἔχων τὸ ἐν αὐτοῖς φῶς, καὶ ἄλλος τὴν χεῖρα ἀδρανὴς ὢν ἐγκρατὴς ᾤχετο. γυνὴ δέ τις ἑπτὰ ἤδη γαστέρας δυστοκοῦσα δεομένου ὑπὲρ αὐτῆς τἀνδρὸς ὧδε ἰάθη· τὸν ἄνδρα ἐκέλευσεν, ἐπειδὰν τίκτῃ ἡ γυνή, λαγὼν ὑπὸ κόλπῳ ζῶντα ἐσφέρεσθαι οὗ τίκτει, καὶ περιελθόντα αὐτὴν ἀφεῖναι ὁμοῦ τὸν λαγών, συνεκδοθῆναι γὰρ ἂν τῷ ἐμβρύῳ τὴν μήτραν, εἰ μὴ ὁ λαγὼς αὐτίκα ἐξενεχθείη θύραζε.2

随后,又有一位跛足者到来,他已三十岁,本是勇猛的猎狮手,但因一头狮子扑向他,导致髋部脱臼,一条腿落下了残疾。然而智者们的手按摩了他的髋部后,这位年轻人便恢复了挺直的步履。又有一位双目流脓失明的人离去时眼中重新充满了全部的光芒,另一位手臂瘫痪的人离开时也能自如运用。还有一位妇人此前七次分娩都遭遇难产,在其丈夫为她恳求之下,获得了如下的疗法:智者命丈夫在妻子分娩时,怀揣一只活兔带到生产之处,绕妻子走一圈后立刻放开野兔;因为若不立刻将野兔带出室外,子宫便会同胎儿一同脱出。

§3.40

πατρὸς δʼ αὖ τινος εἰπόντος, ὡς γένοιντο μὲν αὐτῷ παῖδες, ἀποθάνοιεν δὲ ὁμοῦ τῷ ἄρξασθαι οἶνον πίνειν ὑπολαβὼν εἶπεν ὁ Ἰάρχας καὶ βελτίους ἀποθανόντες ἐγένοντο, οὐ γὰρ ἂν διέφυγον τὸ μὴ μανῆναι,3 θερμοτέρων, ὡς φαίνεται, σπερμάτων φύντες. οἴνου μὲν οὖν ἀφεκτέον τοῖς ἐξ ὑμῶν, ὡς δὲ μηδὲ ἐς ἐπιθυμίαν ποτὲ οἴνου κατασταῖεν, εἴ σοί πάλιν παιδίον γένοιτο, γέγονε δὲ ἑβδόμην ἡμέραν, ὡς ὁρῶ, τὴν γλαῦκα τὴν ὄρνιν χρὴ ἐπιφυλάττειν, οὗ νεοττεύει, καὶ τὰ ᾠὰ σπάσαντα δοῦναι μασᾶσθαι τῷ βρέφει συμμέτρως ἕψοντα, εἰ γὰρ βρώσεταί τι τούτων, πρὶν οἴνου γεύσεται, μῖσος αὐτῷ πρὸς τὸν οἶνον ἐμφύσεται καὶ σωφρονέστατα διακείσεται μόνου ξυγκεκραμένος τοῦ ἐν τῇ φύσει θερμοῦ. Τούτων οὖν ἐμπιπλάμενοι καὶ τοὺς ἄνδρας ἐκπληττόμενοι τῆς ἐς πάντα σοφίας παμπόλλους ὁσημέραι λόγους ἠρώτων, πολλοὺς δὲ καὶ αὐτοὶ ἠρωτῶντο.

接着,又有一位父亲说自己曾有几个孩子出生,但刚一开始饮酒便夭折了。亚尔卡斯接话说:“他们死去反倒更好,因为他们看来是源自更为炽热的精种,决不可能逃脱发疯的命运。因此,你的后代必须禁酒;为了使他们永不产生饮酒之欲,若你日后再生下孩子——依我看,七天前已然生下一个——,就必须留心猫头鹰筑巢之处,取出鸟蛋适度煮熟后给婴儿咀嚼;因为如果在尝酒之前吃下这些,孩子体内便会萌生对酒的厌恶,仅由其天性中的温热加以调和,始终保持最为节制的状态。”因此,阿波罗尼奥斯一行沉浸于这些见闻中,对其通达万物的智慧深感惊叹,每日提出许许多多的问题,自己也接受了智者们的诸多询问。

语法注3 条
  1. 3.39αἱ χεῖρες αὐτῷ καταψῶσαι τὸν γλουτὸν

    此处为破格语法(悬垂主格):主格名词短语 αἱ χεῖρες 连同现在时主动分词 καταψῶσαι(阴性复数主格)置于句首,后文却未出现与之呼应的谓语动词,而是转换为主语 ὁ νεανίας 及其谓语 ἦλθε。语义上相当于独立主格结构,表述前置原因:“当他们的双手抚摩了他的髋部后,年轻人恢复了直立行走”。

  2. 3.39συνεκδοθῆναι γὰρ ἂν τῷ ἐμβρύῳ τὴν μήτραν, εἰ μὴ ὁ λαγὼς αὐτίκα ἐξενεχθείη θύραζε

    间接引语中的潜在条件句:主句采用 ἄν 配合不定过去时被动不定式 συνεκδοθῆναι(直接引语中相当于潜在祈愿语气 συνεκδοθείη ἄν,“子宫就会一同脱出”);从句 εἰ μὴ ... ἐξενεχθείη 采用祈愿语气(保留自直接引语的祈愿语气,或由假设语气 ἐὰν μὴ ἐξενεχθῇ 转换而来的间接祈愿语气)。

  3. 3.40τὸ μὴ μανῆναι

    在含有否定词的表示避免/逃避的动词(οὐκ ἂν διέφυγον)之后,定冠词不定式前附加上了冗余否定词 μή。在古典希腊语中,当阻碍或逃避类动词自身被否定时,其宾语不定式常带有 μή,实际表示肯定含义:“他们绝不可能逃脱发疯的命运”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:3.38-3.40