← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§3.1-3.3

许法西斯河的自然风物与奇观

本段记叙了许法西斯河的水势地形及其孕育的孔雀鱼、用于攻城的产火虫油等奇观,随后记录了阿波罗尼乌斯对额生独角之兽所制酒杯疗效的怀疑,以及众人与一位半黑半白的圣女的相遇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1

περὶ δὲ τοῦ Ὑφάσιδος καὶ ὁπόσος τὴν Ἰνδικὴν διαστείχει1 καὶ ὅ τι περὶ αὐτὸν θαῦμα, τάδε χρὴ γιγνώσκειν· αἱ πηγαὶ τοῦ ποταμοῦ τούτου βλύζουσι μὲν ἐκ πεδίου ναυσίποροι αὐτόθεν, προϊοῦσαι δὲ καὶ ναυσὶν ἤδη ἄποροί εἰσιν. ἀκρωνυχίαι γὰρ πετρῶν παραλλὰξ ὑπανίσχουσι τοῦ ὕδατος, περὶ ἃς ἀνάγκη τὸ ῥεῦμα ἑλίττεσθαι καὶ ποιεῖν τὸν ποταμὸν ἄπλουν. εὖρος δὲ αὐτῷ κατὰ τὸν Ἴστρον, ποταμῶν δὲ οὗτος δοκεῖ μέγιστος, ὁπόσοι διʼ Εὐρώπης ῥέουσι. δένδρα δέ οἱ προσόμοια φύει παρὰ τὰς ὄχθας, καί τι καὶ μύρον ἐκδίδοται τῶν δένδρων, ὃ ποιοῦνται Ἰνδοὶ γαμικὸν χρίσμα, καὶ εἰ μὴ τῷ μύρῳ τούτῳ ῥάνωσι τοὺς νυμφίους οἱ ξυνιόντες ἐς τὸν γάμον, ἀτελὴς δοκεῖ καὶ οὐκ ἐς χάριν τῇ Ἀφροδίτῃ ξυναρμοσθείς. ἀνεῖσθαι δὲ τῇ θεῷ ταύτῃ λέγουσιν αὐτό τε τὸ περὶ τῷ ποταμῷ νέμος καὶ τοὺς ἰχθῦς τοὺς ταώς, οὓς οὗτος μόνος ποταμῶν τρέφει, πεποίηνται δὲ αὐτοὺς ὁμωνύμους τοῦ ὄρνιθος, ἐπεὶ κυάνεοι μὲν αὐτοῖς οἱ λόφοι, στικταὶ δὲ αἱ φολίδες, χρυσᾶ δὲ τὰ οὐραῖα καί, ὁπότε βούλοιντο, ἀνακλώμενα. ἔστι δέ τι θηρίον ἐν τῷ ποταμῷ τούτῳ σκώληκι εἰκασμένον λευκῷ. τοῦτο οἱ τήκοντες ἔλαιον ποιοῦνται, πῦρ δὲ ἄρα τοῦ ἐλαίου τούτου ἐκδίδοται καὶ στέγει αὐτὸ πλὴν ὑελοῦ οὐδέν. ἁλίσκεται δὲ τῷ βασιλεῖ μόνῳ τὸ θηρίον τοῦτο πρὸς τειχῶν ἅλωσιν. ἐπειδὰν γὰρ θίγῃ τῶν ἐπάλξεων ἡ πιμελή, πῦρ ἐκκαλεῖται κρεῖττον σβεστηρίων, ὁπόσα ἀνθρώποις πρὸς τὰ πυρφόρα εὕρηται.

关于许法西斯河、它以多大的规模流经印度,以及关于它有什么奇观,应当知晓以下内容:这条河的源头自平原涌出,自源头起便可行船,但顺流而下时,对船只而言便难以通行了。因为水面上参差交错地凸起着嶙峋的岩角,水流不得不环绕着它们曲折旋转,致使河流无法航行。其宽度堪比伊斯特罗斯河,而在流经欧洲的所有河流中,此河被视为最大。河岸旁生长着与其相似的树木,从树木中分泌出一种香膏,印度人将其制成婚礼的涂油;若参加婚礼的人不用这种香膏洒在新郎新娘身上,婚姻便被视为不完整,且未能蒙得阿佛洛狄忒的恩惠。他们说,环绕该河的树林本身,以及唯独此河所育的名叫“孔雀”的鱼,都奉献给了这位女神;他们之所以使这种鱼与那种鸟同名,是因为它们的脊冠是深青色的,鳞片带斑点,尾部则是金色的,且在它们愿意时便能向上卷起。在这条河里还有一种形似白虫的异兽。人们将它熔化熬出油脂,而从这种油脂中竟然喷发出火焰,除了玻璃,没有任何东西能够盛放它。这种异兽仅为国王捕获以攻取城墙;因为只要这油脂触及垛口,便会引发大火,其威力胜过人类针对纵火武器所发明的一切灭火手段。

§3.2

καὶ τοὺς ὄνους δὲ τοὺς ἀγρίους ἐν τοῖς ἕλεσι τούτοις ἁλίσκεσθαί φασιν, εἶναι δὲ τοῖς θηρίοις τούτοις ἐπὶ μετώπου κέρας, ᾧ ταυρηδόν τε καὶ οὐκ ἀγεννῶς μάχονται, καὶ ἀποφαίνειν τοὺς Ἰνδοὺς ἔκπωμα τὸ κέρας τοῦτο, οὐ γὰρ οὔτε νοσῆσαι τὴν ἡμέραν ἐκείνην ὁ ἀπʼ αὐτοῦ πιὼν οὔτε ἂν τρωθεὶς ἀλγῆσαι πυρός τε διεξελθεῖν ἂν καὶ μηδʼ ἂν φαρμάκοις ἁλῶναι2 ὁπόσα ἐπὶ κακῷ πίνεται, βασιλέων δὲ τὸ ἔκπωμα εἶναι καὶ βασιλεῖ μόνῳ ἀνεῖσθαι τὴν θήραν. Ἀπολλώνιος δὲ τὸ μὲν θηρίον ἑωρακέναι φησὶ καὶ ἄγασθαι αὐτὸ τῆς φύσεως, ἐρομένου δὲ αὐτὸν τοῦ Δάμιδος, εἰ τὸν λόγον τὸν περὶ τοῦ ἐκπώματος προσδέχοιτο, προσδέξομαι εἶπεν ἢν ἀθάνατον μάθω τὸν βασιλέα τῶν δεῦρο Ἰνδῶν ὄντα, τὸν γὰρ ἐμοί τε καὶ τῷ δεῖνι ὀρέγοντα πῶμα ἄνοσόν τε καὶ οὕτως ὑγιὲς πῶς οὐχὶ μᾶλλον εἰκὸς αὐτὸν ἐπεγχεῖν ἑαυτῷ τούτου3 καὶ ὁσημέραι πίνειν ἀπὸ τοῦ κέρατος τούτου μέχρι κραιπάλης; οὐ γὰρ διαβαλεῖ τις, οἶμαι, ʽτὂ τούτῳ μεθύειν.

他们还说,野驴也在这些沼泽中被捕获,这些野兽的额头上长着一只角,它们凭此角如公牛般奋力搏斗且毫不怯弱;印度人将这只角制成酒杯。据说,从这只角中饮酒的人在那一天绝不会生病,受了伤也不会感到痛苦,甚至能穿越大火,亦不会被任何为了害人而服下的毒药所伤;这种酒杯属于国王们,此种狩猎仅专属于国王一人。阿波罗尼乌斯说,他见过这种野兽并赞叹它的天性,但当达米斯问他是否采信关于那酒杯的传闻时,他说: “如果我得知此地的印度国王长生不老,我就会采信。 因为,给我也好给某人也好提供如此无疾且康健之饮的人,自己难道不是更应当为自己斟上这种饮品,并且每天从这只角里痛饮直到酩酊大醉吗?因为我想,谁也不会去指责借此而大醉的人。”

§3.3

ἐνταῦθα καὶ γυναίῳ φασὶν ἐντετυχηκέναι τὰ μὲν ἐκ κεφαλῆς ἐς μαζοὺς μέλανι, τὰ δὲ ἐκ μαζῶν ἐς πόδας λευκῷ πάντα, καὶ αὐτοὶ μὲν ὡς δεῖμα φυγεῖν, τὸν δὲ Ἀπολλώνιον ξυνάψαι τε τῷ γυναίῳ τὴν χεῖρα καὶ ξυνεῖναι ὅ τι εἴη· ἱεροῦται δὲ ἄρα τῇ Ἀφροδίτῃ Ἰνδὴ τοιαύτη, καὶ τίκτεται τῇ θεῷ γυνὴ ποικίλη, καθάπερ ὁ Ἆπις Αἰγυπτίοις.

他们说,在这里他们还遇到过一个小妇人,从头部到乳房是黑色的,而从乳房到双脚则全都是白色的。其他人把〔她〕当作怪异而逃散,阿波罗尼乌斯却与那小妇人握了握手,并领会了她究竟是什么人。原来,这样的印度女子是奉献给阿佛洛狄忒的,如同阿庇斯之于埃及人一样,杂色斑斓的女人是为这位女神而诞生的。

语法注3 条
  1. 3.1ὁπόσος τὴν Ἰνδικὴν διαστείχει

    ὁπόσος 作为间接疑问词引导宾语从句,与 διαστείχει 连用,其宾语 τὴν Ἰνδικὴν 表示空间范围,整句意为“它以多大的跨度流经印度”。

  2. 3.2οὐ γὰρ οὔτε νοσῆσαι τὴν ἡμέραν ἐκείνην ὁ ἀπʼ αὐτοῦ πιὼν οὔτε ἂν τρωθεὶς ἀλγῆσαι πυρός τε διεξελθεῖν ἂν καὶ μηδʼ ἂν φαρμάκοις ἁλῶναι

    间接引语中的“主格加不定式”结构。逻辑主语是带冠词分词 ὁ ἀπʼ αὐτοῦ πιὼν。不定式 νοσῆσαι, ἀλγῆσαι, διεξελθεῖν, ἁλῶναι 由 οὔτε... οὔτε ἂν... τε... μηδʼ ἂν 串联,后三者结合 ἄν 表达潜在或虚拟的免疫力/能力。

  3. 3.2τὸν γὰρ ἐμοί τε καὶ τῷ δεῖνι ὀρέγοντα πῶμα ἄνοσόν τε καὶ οὕτως ὑγιὲς πῶς οὐχὶ μᾶλλον εἰκὸς αὐτὸν ἐπεγχεῖν ἑαυτῷ τούτου

    包含预提(prolepsis)的倒装结构:句首的宾格短语 τὸν... ὀρέγοντα 提前置顶,与不定式 ἐπεγχεῖν 的逻辑主语 αὐτόν 同指,由非人称句 πῶς οὐχὶ μᾶλλον εἰκός 统领。τούτου 作 ἐπεγχεῖν 的部分属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:3.1-3.3