← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§3.35-3.37

巨轮之喻论宇宙统驭及陆海之大小

亚尔卡斯以巨轮为喻阐明了宇宙的统驭体制及诸神的位阶,其纯熟优美的希腊语令达米斯惊叹不已。随后针对阿波罗尼奥斯的提问,亚尔卡斯论述了大地与海洋及湿性实体之间的大小关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.35

καὶ παράδειγμα μὲν οὐκ οἶδʼ ὅ τι ἀρκέσει τῷ λόγῳ μεγίστῳ τε ὄντι καὶ πρόσω ἐννοίας, ὑποκείσθω δὲ ναῦς, οἵαν Αἰγύπτιοι ξυντιθέντες ἐς τὴν θάλατταν τὴν ἡμεδαπὴν ἀφιᾶσιν ἀγωγίμων Ἰνδικῶν ἀντιδιδόντες Αἰγύπτια, θεσμοῦ γὰρ παλαιοῦ περὶ τὴν Ἐρυθρὰν ὄντος, ὃν βασιλεὺς Ἐρύθρας ἐνόμισεν, ὅτε τῆς θαλάττης ἐκείνης ἦρχε, μακρῷ μὲν πλοίῳ μὴ ἐσπλεῖν ἐς αὐτὴν Αἰγυπτίους, στρογγύλῃ δʼ αὖ μιᾷ νηὶ χρῆσθαι, σοφίζονται πλοῖον Αἰγύπτιοι πρὸς πολλὰ τῶν παρʼ ἑτέροις1 καὶ παραπλευρώσαντες αὐτὸ ἁρμονίαις, ὁπόσαι ναῦν ξυνιστᾶσι, τοίχοις τε ὑπεράραντες καὶ ἱστῷ καὶ πηξάμενοι πλείους οἰκίας, οἵας ἐπὶ τῶν σελμάτων, πολλοὶ μὲν κυβερνῆται τῆς νεὼς ταύτης ὑπὸ τῷ πρεσβυτάτῳ τε καὶ σοφωτάτῳ πλέουσι, πολλοὶ δὲ κατὰ πρῷραν ἄρχοντες ἄριστοί τε καὶ δεξιοὶ ναῦται καὶ πρὸς ἱστία πηδῶντες, ἔστι δέ τι τῆς νεὼς ταύτης καὶ ὁπλιτεῦον, πρὸς γὰρ τοὺς κολπίτας βαρβάρους, οἳ ἐν δεξιᾷ τοῦ ἔσπλου κεῖνται, παρατάττεσθαι δεῖ τὴν ναῦν, ὅτε ληίζοιντο αὐτὴν ἐπιπλέοντες. τοῦτο ἡγώμεθα καὶ περὶ τόνδε τὸν κόσμον εἶναι, θεωροῦντες αὐτὸν πρὸς τὸ τῆς ναυτιλίας σχῆμα, τὴν μὲν γὰρ δὴ πρώτην καὶ τελεωτάτην ἕδραν ἀποδοτέον θεῷ γενέτορι τοῦδε τοῦ ζῴου, τὴν δὲ ἐπʼ ἐκείνῃ θεοῖς, οἳ τὰ μέρη αὐτοῦ κυβερνῶσι, καὶ τῶν γε ποιητῶν ἀποδεχώμεθα, ἐπειδὰν πολλοὺς μὲν φάσκωσιν ἐν τῷ οὐρανῷ θεοὺς εἶναι, πολλοὺς δὲ ἐν θαλάττῃ, πολλοὺς δὲ ἐν πηγαῖς τε καὶ νάμασι, πολλοὺς δὲ περὶ γῆν, εἶναι δὲ καὶ ὑπὸ γῆν τινας. τὸν δὲ ὑπὸ γῆν τόπον, εἴπερ ἐστίν, ἐπειδὴ φρικώδη αὐτὸν καὶ φθαρτικὸν ᾅδουσιν, ἀποτάττωμεν τοῦ κόσμου.

“至于比喻,我不知有什么能配得上这至大且远超心智理解的论述,但姑且设定一艘船吧,正如埃及人所建造并派入我们这片海域的那种,用埃及的货物换取印度的商品。因为关于红海有一条古老的律法,那是厄律特拉斯王统治那片海域时所设立的,规定埃及人不得乘长船驶入其中,而只能使用一艘圆船,因此埃及人便巧妙地设计出一艘足以抵得上别国许多艘的船只:用构成一艘船所必需的全部接榫加固船舷,高高竖立起舷墙和桅杆,并建起许多如同甲板上那样的船舱。许多位舵手在这艘船上听从那位年纪最长、最为明智之人的指挥航行,船首则有许多位长官,以及精湛熟练、身手敏捷奔向风帆的水手,并且这艘船上甚至还有一支重甲武装部队;因为在面对位于进港水道右侧的湾区蛮族时,每当他们乘船袭来抢劫,这艘船就必须列阵迎敌。我们也当以同样的方式来看待这个宇宙,依照航海的架构来观察它。因为第一位也是最圆满的宝座,理当归于生养这个生灵的造物神,紧随其后的宝座则归于统管其各个部分的诸神;当诗人们宣称天上有许多神、海中有许多神、泉源溪流中有许多神、大地周围有许多神,并且地下也有一些神时,我们不妨接纳诗人们的说法。然而至于地下的处所,即便它真的存在,既然诗人们歌咏它是可怖而具毁灭性的,就让我们把它排除在宇宙之外吧。”

§3.36

ταῦτα τοῦ Ἰνδοῦ διελθόντος ἐκπεσεῖν ὁ Δάμις ἑαυτοῦ φησιν ὑπʼ ἐκπλήξεως καὶ ἀναβοῆσαι μέγα, μὴ γὰρ ἄν ποτε νομίσαι ἄνδρα Ἰνδὸν ἐς τοῦτο ἐλάσαι γλώττης Ἑλλάδος, μηδʼ ἄν, εἴπερ τὴν γλῶτταν ἠπίστατο, τοσῇδε εὐροίᾳ καὶ ὥρᾳ διελθεῖν2 ταῦτα. ἐπαινεῖ δὲ αὐτοῦ καὶ βλέμμα καὶ μειδίαμα καὶ τὸ μὴ ἀθεεὶ δοκεῖν ἐκφέρειν τὰς δόξας. τόν τοι Ἀπολλώνιον εὐσχημόνως τε καὶ ἀψοφητὶ τοῖς λόγοις χρώμενον ὅμως ἐπιδοῦναι μετὰ τὸν Ἰνδὸν τοῦτον, καὶ ὅπου καθήμενος διαλέγοιτο, θαμὰ δὲ τοῦτο ἔπραττε, προσεοικέναι τῷ Ἰάρχᾳ.

印度人阐述完这些之后,达米斯说自己惊骇得不能自持而大声喊叫起来;因为他绝未想到一个印度人竟能在希腊语言上达到如此造诣,也未想到即便通晓这门语言,竟能以如此流畅而优美之态阐述这些道理。他称赞他的目光、微笑,以及他看来并非没有神助而宣讲其见解这一点。事实上,阿波罗尼奥斯平日说话固然文雅安静,但在见识了这位印度人之后仍大有长进,每逢坐下论道时——他常常如此——便神似亚尔卡斯。

§3.37

ἐπαινεσάντων δὲ τῶν ἄλλων πρὸς τῇ φωνῇ τὰ εἰρημένα, πάλιν ὁ Ἀπολλώνιος ἤρετο, πότερα τὴν θάλατταν μείζω ἡγοῖντο ἢ τὴν γῆν, ὁ δὲ Ἰάρχας εἰ μὲν πρὸς τὴν θάλατταν ἔφη ἡ γῆ ἐξετάζοιτο, μείζων ἔσται,3 τὴν γὰρ θάλατταν αὕτη ἔχει, εἰ δὲ πρὸς πᾶσαν τὴν ὑγρὰν οὐσίαν θεωροῖτο, ἥττω τὴν γῆν ἀποφαινοίμεθα ἄν, καὶ γὰρ ἐκείνην τὸ ὕδωρ φέρει.

当其他人除了那声音外也称赞所说之言时,阿波罗尼奥斯再次问道,他们认为大海更大还是大地更大。亚尔卡斯说: “如果将大地与大海相比加以考量,大地将会更大,因为大地容纳着大海;但如果将它与全部的湿性实体相对照,我们就会断定大地较小,因为正是水承载着大地。”

语法注3 条
  1. 3.35σοφίζονται πλοῖον Αἰγύπτιοι πρὸς πολλὰ τῶν παρʼ ἑτέροις

    介词短语 πρὸς πολλὰ τῶν παρʼ ἑτέροις 表示比较或相称的基准(“足以抵得上别国许多艘”)。紧承前文关于红海航行受限于“仅限一艘圆船”(στρογγύλῃ δʼ αὖ μιᾷ νηὶ χρῆσθαι)的规定,此处说明埃及人巧妙设计,使其一艘船便具备其他各民族多艘船只的容量与功能。

  2. 3.36μὴ γὰρ ἄν ποτε νομίσαι ... μηδʼ ἄν ... διελθεῖν

    在由动词 φησίν 所统辖的间接引语中,不定式 νομίσαι 和 διελθεῖν 与小词 ἄν 连用,表示潜在或与过去事实相反的推测(对应于直接引语中的 οὐκ ἂν ᾤμην/ἐνόμισα ... οὐκ ἂν διῆλθεν,“绝不会料想……也不可能阐述”)。此处使用否定词 μή 而非 οὐ,体现了强调的主观断言语势,并符合后古典希腊语中不定式普遍倾向于使用 μή 的语法演变。

  3. 3.37εἰ μὲν πρὸς τὴν θάλατταν ... ἡ γῆ ἐξετάζοιτο, μείζων ἔσται

    这是一个混合条件句,条件从句(protasis)使用希求式 ἐξετάζοιτο(假定或潜在),而归结主句(apodosis)则使用直陈式将来时 ἔσται。与后半句中规范的希求式加 ἄν(ἥττω τὴν γῆν ἀποφαινοίμεθα ἄν)形成对比,此处直陈式将来时的使用斩截地表明:一旦以大海为比较对象,大地更大这一结论便是必然且确定无疑的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:3.35-3.37