- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:3.33-3.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
国王在深夜仪式和交谈后邀请阿波罗尼奥斯前往王宫遭拒,并在亚尔卡斯的规劝下下山离开。随后达米斯获准加入,阿波罗尼奥斯与亚尔卡斯就宇宙的五大元素及宇宙作为具有心智的生灵之本性展开了对话。
πιόντας δὲ αὐτοὺς ἐδέξατο ἡ γῆ εὐναῖς, ἃς αὐτὴ ὑπεστόρνυ. ἐπεὶ δὲ νὺξ μέση ἐγένετο, πρῶτον μὲν ἀναστάντες τὴν ἀκτῖνα μετέωροι ὕμνησαν, ὥσπερ ἐν τῇ μεσημβρίᾳ, εἶτα τῷ βασιλεῖ ξυνεγένοντο, ὁπόσα ἐδεῖτο. παρατυχεῖν μὲν οὖν τὸν Ἀπολλώνιον οἷς ἐσπούδασεν ὁ βασιλεὺς οὔ φησιν ὁ Δάμις, οἴεσθαι δʼ αὐτὸν περὶ τῶν τῆς ἀρχῆς ἀπορρήτων τὴν ξυνουσίαν πεποιῆσθαι. θύσας οὖν ἅμα ἡμέρᾳ προσῆλθε τῷ Ἀπολλωνίῳ καὶ ἐκάλει ἐπὶ ξένια ἐς τὰ βασίλεια, ζηλωτὸν ἀποπέμψειν φάσκων ἐς Ἕλληνας, ὁ δὲ ἐπῄνει μὲν ταῦτα, οὐ μὴν ἐπιδώσειν γε ἑαυτὸν ἔφασκεν ἀνδρὶ μηδὲν ὁμοίῳ, καὶ ἄλλως πλείω χρόνον ἀποδημῶν τοῦ εἰκότος αἰσχύνεσθαι τοὺς οἴκοι φίλους ὑπερορᾶσθαι δοκοῦντας. ἀντιβολεῖν δὲ τοῦ βασιλέως φάσκοντος καὶ ἀνελευθέρως ἤδη προσκειμένου βασιλεὺς ἔφη ταπεινότερον αὑτοῦ περὶ ὧν αἰτεῖ διαλεγόμενος ἐπιβουλεύει.1 προσελθὼν οὖν ὁ Ἰάρχας ἀδικεῖς, εἶπεν ὦ βασιλεῦ, τὸν ἱερὸν οἶκον ἀπάγων ἐνθένδε ἄνδρα ἄκοντα, καὶ ἄλλως τῶν προγιγνωσκόντων οὗτος ὢν οἶδε τὴν ξυνουσίαν αὐτῷ τὴν πρὸς σὲ μὴ ἐπʼ ἀγαθῷ τῷ ἑαυτοῦ ἐσομένην,2 ἴσως δὲ οὐδʼ αὐτῷ σοι χρηστόν τι ἕξουσαν.
他们饮酒之后,大地便以自己铺设的卧榻接纳了他们。到了半夜,智者们首先起立,宛如在正午时分一般悬浮在空中赞美光芒,随后与国王会合,商议了他所求的一切。达米斯说阿波罗尼奥斯并未在场听闻国王所热切探询之事,但推测国王是就其政权的机密进行了交谈。天明时分,国王献祭之后走向阿波罗尼奥斯,邀请他前往王宫接受款待,声称必将使他作为受人羡慕之人返回希腊;阿波罗尼奥斯对此表示称谢,但声称自己决不会将自身托付给一个志趣全然不合的人,况且离家日久已超情理,面对家中看似遭到忽视的朋友深感羞愧。当国王一再恳求且近乎卑屈地强求时,阿波罗尼奥斯说道: “一个国王在谈论自己所求之事时若表现得比其身份更为卑微,便是在图谋不轨。” 亚尔卡斯走上前来,说道: “国王啊,你要从这里带走一个心不情愿的人,便是对这圣所施加不义;况且他属于具有预知能力之人,深知与你的交往对自己并无益处,或许对你自己也毫无裨益。”
ὁ μὲν δὴ κατῄει ἐς τὴν κώμην, ὁ γὰρ θεσμὸς τῶν σοφῶν οὐ ξυνεχώρει τῷ βασιλεῖ ξυνεῖναί σφισιν ὑπὲρ μίαν ἡμέραν, ὁ δὲ Ἰάρχας πρὸς τὸν ἄγγελον καὶ Δάμιν εἶπε τῶν δεῦρο ἀπορρήτων ἀξιοῦμεν καὶ ἡκέτω, τῶν δὲ ἄλλων ἐπιμελοῦ ἐν τῇ κώμῃ. Ὡς δὲ ἀφίκετο, ξυνιζήσαντες, ὥσπερ εἰώθεσαν, ξυνεχώρουν τῷ Ἀπολλωνίῳ ἐρωτᾶν, ἤρετό τε ἐκ τίνων ξυγκεῖσθαι τὸν κόσμον ἡγοῖντο, οἱ δὲ ἔφασαν ἐκ στοιχείων. μῶν ἔφη τεττάρων; οὐ τεττάρων, ἔφη ὁ Ἰάρχας ἀλλὰ πέντε. καὶ τί ἂν ἔφη πέμπτον γένοιτο παρὰ τὸ ὕδωρ τε καὶ τὸν ἀέρα καὶ τὴν γῆν καὶ τὸ πῦρ; ὁ αἰθήρ, εἶπεν ὃν ἡγεῖσθαι χρὴ γένεσιν θεῶν εἶναι, τὰ μὲν γὰρ τοῦ ἀέρος ἕλκοντα θνητὰ πάντα, τὰ δὲ τοῦ αἰθέρος ἀθάνατά τε καὶ θεῖα. πάλιν ἤρετο, τί τῶν στοιχείων πρῶτον γένοιτο, ὁ δὲ Ἰάρχας ὁμοῦ ἔφη πάντα, τὸ γὰρ ζῷον κατὰ μέρος οὐ τίκτεται. ζῷον ἔφη ἡγῶμαι τὸν κόσμον; ἤν γε ἔφη ὑγιῶς γιγνώσκῃς, αὐτὸς γὰρ ζωογονεῖ πάντα. θῆλυν εἶπεν αὐτὸν καλῶμεν ἢ τῆς ἄρσενός τε καὶ ἀντικειμένης φύσεως; ἀμφοῖν, ἔφη αὐτὸς γὰρ αὑτῷ ξυγγιγνόμενος τὰ μητρός τε καὶ πατρὸς ἐς τὴν ζωογονίαν πράττει ἔρωτά τε ἑαυτοῦ ἴσχει θερμότερον ἢ ἕτερόν τι ἑτέρου, ὃς ἁρμόττει αὐτὸν καὶ ξυνίστησιν· ἀπεικὸς δὲ οὐδὲν ἑαυτῷ ξυμφύεσθαι. καὶ ὥσπερ χειρῶν τε καὶ ποδῶν ἔργον πεποίηται ἡ τοῦ ζῴου κίνησις καὶ ὁ ἐν αὐτῷ νοῦς, ὑφʼ οὗ ὁρμᾷ, οὕτως ἡγώμεθα καὶ τὰ μέρη τοῦ κόσμου διὰ τὸν ἐκείνου νοῦν ἐπιτήδεια παρέχειν αὑτὰ τοῖς τικτομένοις τε καὶ κυουμένοις πᾶσι. καὶ γὰρ τὰ πάθη τὰ ἐξ αὐχμῶν φοιτῶντα κατὰ τὸν ἐκείνου φοιτᾷ νοῦν, ἐπειδὰν ἐκπεσοῦσα ἡ δίκη τῶν ἀνθρώπων ἀτίμως πράττῃ, ποιμαίνεταί τε χειρὶ οὐ μιᾷ τόδε τὸ ζῷον, ἀλλὰ πολλαῖς τε καὶ ἀρρήτοις, αἷς χρῆται, ἀχαλίνωτον μὲν διὰ μέγεθος, εὐήνιον δὲ κινεῖται καὶ εὐάγωγον.3
于是国王便下山前往村庄,因为智者们的规约不允许国王与他们在一起超过一日;而亚尔卡斯对信使说: “我们认为达米斯也配得上领受此处的秘仪,让他来吧;其余的人则在村里照看即可。” 当达米斯到来后,他们如往常一样环坐在一起,准许阿波罗尼奥斯提问;阿波罗尼奥斯便询问他们认为宇宙是由什么组成的。他们回答说: “由元素组成。” “难道是四种?”他问。 “不是四种,”亚尔卡斯说,“而是五种。” “除了水、气、土、火之外,”他说,“还能有什么作为第五种呢?” “以太,”亚尔卡斯说,“应当认为它是诸神的生成之源;因为凡呼吸空气者皆属凡俗,而呼吸以太者则不朽且神圣。” 阿波罗尼奥斯又问哪种元素最先产生,亚尔卡斯说: “全部同时产生;因为生灵并非按各个部分分别产出的。” “我应当把宇宙视为一个生灵吗?”他问。 “只要你认识健全,便当如此,”他说,“因为是它自身赋予万物以生命。” “我们应称它为雌性呢,”他说,“还是属于雄性及对立的性质?” “兼具两者,”他说,“因为它与自身交合,为孕育生命而行使母亲与父亲的双重职分,并且对自身抱有比任何一物对另一物都更为炽热的爱,正是这种爱使它协调并凝聚在一起;它与自身结合毫无不近情理之处。正如生灵的运动是由手足的劳作以及其内在驱动它的心智所构成,我们也同样应当认为,宇宙的各个部分也是因其内在的心智,而使自身适宜于所有正在诞生与正在孕育之物。因为旱灾所带来的苦难也是依循其心智而降临的,那是在正义见弃于人间、蒙受耻辱之时;而这一生灵并非由单单一只手来牧养,而是由它所使用的无数不可言说的手来牧养,虽然因其庞大而未加辔头,动转起来却顺从缰绳且易于驾驭。”
- 3.33βασιλεὺς ταπεινότερον αὑτοῦ περὶ ὧν αἰτεῖ διαλεγόμενος ἐπιβουλεύει
无冠词的 βασιλεὺς 具有格言式的普遍意义(“君王者”),ταπεινότερον αὑτοῦ 则由中性比较级副词接比较属格(αὑτοῦ)构成,意为“比自身(君王应有的)身份更卑下地”。整句构成一句警句:“若一国之君就其所求之事而言辞卑屈于其身份,便是在行阴谋。”
- 3.33τῶν προγιγνωσκόντων οὗτος ὢν οἶδε τὴν ξυνουσίαν αὐτῷ τὴν πρὸς σὲ μὴ ἐπʼ ἀγαθῷ τῷ ἑαυτοῦ ἐσομένην
τῶν προγιγνωσκόντων ὢν 带有部分属格(“作为具有预知能力之人”),作表原因的分词从句。οἶδε 的宾语为 τὴν ξυνουσίαν,后接带有否定词 μή 的将来时分词 ἐσομένην,构成知觉动词后的补语分词结构,意为“知晓与你的交往将不会有利于他自身”。ἐπʼ ἀγαθῷ τῷ ἑαυτοῦ 为介词短语,意为“为了他自身的利益”。
- 3.34ἀχαλίνωτον μὲν διὰ μέγεθος, εὐήνιον δὲ κινεῖται καὶ εὐάγωγον
κινεῖται 为中动态/被动态(“运转/被运转”),主语承前文的 τόδε τὸ ζῷον(这一生灵,即宇宙)。形容词 ἀχαλίνωτον、εὐήνιον 和 εὐάγωγον 对动词 κινεῖται 作表语性修饰,描绘主语的状态:“虽然由于其庞大而未被佩上嚼子,运动起来却顺应缰绳且易于驾驭”。
