← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§3.31-3.32

辩护希腊人与印度国王的悔改言和

面对印度国王粗鲁的打断,阿波罗尼奥斯借薛西斯败逃如家奴之事以及希腊人崇德尊敌的胸襟对其进行反驳,使国王幡然醒悟。国王坦陈自己因轻信埃及人的中伤而敌视希腊,并立誓修好,众人随后共饮坦塔罗斯的友谊之杯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.31

ταῦτα σπουδάζοντας αὐτοὺς ὁ βασιλεὺς ἐκκρούειν ἐπειρᾶτο διείργων αὐτοὺς παντὸς λόγου καὶ ἀεί τι ἔμπληκτον καὶ ἀμαθὲς λέγων. πάλιν οὖν ἤρετο ὑπὲρ τοῦ σπουδάζοιεν, ὁ δὲ Ἀπολλώνιος διαλεγόμεθα μὲν ὑπὲρ μεγάλων καὶ τῶν παρʼ Ἕλλησιν εὐδοκιμωτάτων, σὺ δʼ ἂν μικρὰ ταῦτα ἡγοῖο, φῂς γὰρ διαβεβλῆσθαι πρὸς τὰ Ἑλλήνων.1 διαβέβλημαι μὲν ἀληθῶς, εἶπεν ἀκοῦσαι δʼ ὅμως βούλομαι, δοκεῖτε γάρ μοι λέγειν ὑπὲρ Ἀθηναίων τῶν Ξέρξου δούλων. ὁ δὲ ὑπὲρ ἄλλων μὲν ἔφη διαλεγόμεθα, ἐπεὶ δʼ ἀτόπως τε καὶ ψευδῶς Ἀθηναίων ἐπεμνήσθης, ἐκεῖνό μοι εἰπέ· εἰσί σοι, βασιλεῦ, δοῦλοι; δισμύριοι, ἔφη καὶ οὐδὲ ἐώνημαί γε αὐτῶν οὐδένα, ἀλλʼ εἰσὶν οἰκογενεῖς πάντες. πάλιν οὖν ἤρετο ἑρμηνεύοντος τοῦ Ἰάρχα, πότερʼ αὐτὸς ἀποδιδράσκοι τοὺς αὑτοῦ δούλους ἢ οἱ δοῦλοι ἐκεῖνον, ὁ δὲ ὑβρίζων αὐτὸν τὸ μὲν ἐρώτημα ἔφη ἀνδραποδῶδες, ὅμως δʼ οὖν ἀποκρίνομαι τὸν ἀποδιδράσκοντα δοῦλόν τε εἶναι καὶ ἄλλως κακόν, δεσπότην δὲ οὐκ ἂν ἀποδρᾶναι τοῦτον, ὃν ἔξεστιν αὐτῷ στρεβλοῦν τε καὶ ξαίνειν.2 οὐκοῦν, ἔφη ὦ βασιλεῦ, δοῦλος εἶναι Ἀθηναίων Ξέρξης ὑπὸ σοῦ ἀποπέφανται καὶ ὡς κακὸς δοῦλος ἀποδρᾶναι αὐτούς, ἡττηθεὶς γὰρ ὑπʼ αὐτῶν τῇ ναυμαχίᾳ τῇ περὶ τὰ στενὰ καὶ δείσας περὶ ταῖς ἐν Ἑλλησπόντῳ σχεδίαις ἐν μιᾷ νηὶ ἔφυγε. καὶ μὴν καὶ ἐνέπρησεν ἔφη τὰς Ἀθήνας ταῖς ἑαυτοῦ χερσίν. ὁ δὲ Ἀπολλώνιος τούτου μέν, εἶπεν ὦ βασιλεῦ, τοῦ τολμήματος ἔδωκε δίκας, ὡς οὔπω τις ἕτερος· οὓς γὰρ ἀπολωλεκέναι ᾤετο, τούτους ἀποδρὰς ᾤχετο. ἐγὼ δὲ καὶ ʽτἂ Ξέρξου θεωρῶν ἐπὶ μὲν τῇ διανοίᾳ, καθʼ ἣν ἐστράτευσεν, ἡγοίμην ἂν αὐτὸν ἀξίως δοξασθῆναι ἐνίοις, ὅτι Ζεὺς εἴη, ἐπὶ δὲ τῇ φυγῇ κακοδαιμονέστατον ἀνθρώπων ὑπείληφα· εἰ γὰρ ἐν χερσὶ τῶν Ἑλλήνων ἀπέθανε, τίς μὲν ἂν λόγων λαμπροτέρων ἠξιώθη; τῷ δʼ ἂν μείζω τάφον ἐπεσημήναντο Ἕλληνες; ἀγωνία δʼ ἐνόπλιος καὶ ἀγωνία μουσικὴ τίς οὐκ ἂν ἐπʼ αὐτῷ ἐτέθη; εἰ γὰρ Μελικέρται καὶ Παλαίμονες3 καὶ Πέλοψ ὁ ἐπηλύτης Λυδός, οἱ μὲν ἔτι πρὸς μαζῷ ἀποθανόντες, ὁ δὲ τὴν Ἀρκαδίαν τε καὶ τὴν Ἀργολίδα καὶ τὴν ἐντὸς Ἰσθμοῦ δουλωσάμενος ἐς θείαν μνήμην ὑπὸ τῶν Ἑλλήνων ἤρθησαν, τί οὐκ ἂν ἐπὶ Ξέρξῃ ἐγένετο ὑπʼ ἀνδρῶν ἀσπαζομένων τε ἀρετὰς φύσει καὶ ἔπαινον αὑτῶν ἡγουμένων τὸ ἐπαινεῖν οὓς νικῶσιν;

正当他们热切讨论这些事情时,国王试图打断他们,阻断他们的全部交谈,并不时说出一些乖张而无知的话。因此他又问他们在热切讨论什么,阿波罗尼奥斯便说: “我们谈论的是重大的事情,以及在希腊人中最受尊崇的事物;但你或许会认为这些微不足道,因为你声称对希腊人的事心怀偏见。” 国王说: “我的确心怀偏见,但我仍想听听;因为在我看来,你们似乎在谈论薛西斯的奴隶雅典人。” 阿波罗尼奥斯说: “我们谈论的是别的事;然而既然你荒谬而虚妄地提到了雅典人,那就请告诉我这件事:国王啊,你有奴隶吗?” 国王说: “有两万人,而且他们当中我连一个也没买过,全都是家生的。” 于是,在亚尔卡斯翻译之下,阿波罗尼奥斯又问他是他自己从奴隶那里逃跑,还是奴隶从他那里逃跑;国王侮辱他道: “这问题本身像奴隶一样卑贱,但我还是要回答:逃跑者是奴隶,而且无论如何是个恶劣之徒,然而主人决不会从一个自己可以随意施以拷打和鞭笞的人面前逃跑。” 阿波罗尼奥斯说: “国王啊,那么正是由你表明了薛西斯是雅典人的奴隶,并且像个恶劣的奴隶一样从他们面前逃跑;因为他在海峡海战中被他们击败,又为赫勒斯滂的海桥担忧,便乘着单单一只船逃跑了。” 国王说: “然而他也曾亲手烧毁了雅典。” 阿波罗尼奥斯说: “国王啊,为了这一冒失之举,他偿付了前所未有的代价;因为他竟从自以为消灭了的人面前逃匿而去了。就我而言,纵观薛西斯的生平,就其出征的图谋而言,我或许会认为他曾被某些人视为宙斯并非全无道理,但就其逃亡而言,我认为他是人类中最不幸的人。因为倘若他死在希腊人手中,还有谁配得上获得更光辉的悼词?希腊人又会为谁筑起更宏伟的陵墓?又有什么武装竞技与文艺竞技不会为他设立?因为如果连墨利凯尔忒斯们和帕莱蒙们,以及外来的吕底亚人珀罗普斯——前者还在吮吸乳汁时便死去,而后者征服了阿卡迪亚、阿尔戈利斯和地峡以内的土地——都被希腊人提升至宛如神明的追念之中,那么对于薛西斯,那些天性崇尚美德、并认为赞扬被自己战胜之人便是赞扬自己的男儿们,又有什么不会为他去做呢?”

§3.32

ταῦτα τοῦ Ἀπολλωνίου λέγοντος ἐς δάκρυα ἀπήχθη ὁ βασιλεύς, καὶ ὦ φίλτατε, εἶπεν οἵους ἄνδρας ἑρμηνεύεις μοι τοὺς Ἕλληνας εἶναι. πόθεν οὖν, ὦ βασιλεῦ, χαλεπῶς πρὸς αὐτοὺς εἶχες; διαβάλλουσιν, εἶπεν ὦ ξένε, τὸ Ἑλλήνων γένος οἱ ἐξ Αἰγύπτου φοιτῶντες ἐνταῦθα, σφᾶς μὲν αὐτοὺς ἱερούς τε καὶ σοφοὺς ἀποφαίνοντες καὶ νομοθέτας θυσιῶν τε καὶ τελετῶν, ὁπόσας νομίζουσιν οἱ Ἕλληνες, ἐκείνους δὲ οὐδὲν ὑγιὲς εἶναι φάσκοντες, ἀλλʼ ὑβριστάς τε καὶ ξυγκλύδας καὶ ἀναρχίαν πᾶσαν καὶ μυθολόγους καὶ τερατολόγους καὶ πένητας μέν, ἐνδεικνυμένους δὲ τοῦτο οὐχ ὡς σεμνόν, ἀλλʼ ὑπὲρ ξυγγνώμης τοῦ κλέπτειν, σοῦ δὲ ἀκούων ταῦτα καὶ ὅπως φιλότιμοί τε καὶ χρηστοί εἰσι, σπένδομαί τε λοιπὸν τοῖς Ἕλλησι καὶ δίδωμι αὐτοῖς ἐπαινεῖσθαί τε ὑπʼ ἐμοῦ καὶ εὔχεσθαί με ὑπὲρ Ἑλλήνων ὅ τι δύναμαι καὶ τοὺς Αἰγυπτίους ὑπʼ ἐμοῦ ἀπιστεῖσθαι. ὁ δὲ Ἰάρχας κἀγώ, ἔφη ὦ βασιλεῦ, ἐγίγνωσκον, ὅτι σοι τὰ ὦτα διέφθορεν ὑπὸ τῶν Αἰγυπτίων τούτων,4 διῄειν δὲ ὑπὲρ Ἑλλήνων οὐδέν, ἔστʼ ἂν ξυμβόλου τοιούτου τύχῃς, ἀλλʼ ἐπεὶ βελτίων γέγονας ὑπʼ ἀνδρὸς σοφοῦ, νῦν μὲν ἡμῖν ἡ Ταντάλου φιλοτησία πινέσθω καὶ καθεύδωμεν διʼ ἃ χρὴ νύκτωρ σπουδάσαι, λόγων δὲ Ἑλληνικῶν, πλεῖστοι δʼ οὗτοι τῶν κατʼ ἀνθρώπους, ἐμπλήσω σε λοιπὸν ἐγὼ χαίροντα, ὁπότε ἀφίκοιο. καὶ ἅμα ἐξῆρχε τοῖς ξυμπόταις πρῶτος ἐς τὴν φιάλην κύπτων, ἡ δὲ ἐπότιζεν ἱκανῶς πάντας, τὸ γὰρ νᾶμα ἀφθόνως ἐπεδίδου, καθάπερ δὴ τοῖς πηγαίοις ἀναδιδομένοις, ἔπιέ τε καὶ ὁ Ἀπολλώνιος, ὑπὲρ γὰρ φιλότητος Ἰνδοῖς τὸ ποτὸν τοῦτο εὕρηται. ποιοῦνται δὲ αὐτοῦ οἰνοχόον Τάνταλον, ἐπειδὴ φιλικώτατος ἀνθρώπων ἔδοξεν.

阿波罗尼奥斯说到这里,国王不禁流下泪来,说道: “最亲爱的朋友,你向我阐释的希腊人究竟是何等的人物啊!” “那么国王,你从前为何对他们心怀怨恨呢?” 国王说: “异乡人啊,那些从埃及来此的人诽谤希腊族类,宣称他们自己神圣而智慧,并且是希腊人所遵奉的一切祭祀与秘仪的立法者,却声称希腊人毫无健全之处,而是狂妄之徒、乌合之众、彻底无法无天、沉溺神话与怪诞之说的人,并且贫困不堪,却不将此展示为高尚之物,反而作为盗窃的托辞。但听你说了这些,知晓他们是如何崇尚荣誉而又品格高尚,从今以后我便与希腊人修好,并准许他们受我称赞,我尽我所能为希腊人祈福,且不再信任埃及人。” 亚尔卡斯说: “国王啊,我也深知你的耳朵被这些埃及人败坏了,但在你遇到这样一位向导之前,我绝口不谈关于希腊人的事。然而既然一位智者已使你变得更好,现在就让我们饮下坦塔罗斯的友谊之杯,并为了夜间必须热切从事的职责去安睡吧;至于希腊的传说——它们是人类中最为丰富的——今后每当你到来,我都会令满心欢喜的你饱听无遗。” 说罢,亚尔卡斯便作为同饮者的表率,率先俯身就杯;那杯子使所有人都喝得心满意足,因为泉流丰沛地涌出,恰如喷涌的泉水一般。阿波罗尼奥斯也喝了,因为这一饮品是印度人为缔结友谊而设立的;他们让坦塔罗斯担任其斟酒人,因为他被视为人类中最重情谊者。

语法注4 条
  1. 3.31διαβεβλῆσθαι πρὸς τὰ Ἑλλήνων

    动词 διαβάλλω 的完成时被动态不定词与介词 πρός(接宾格)连用,表示“对……怀有偏见或敌意”的状态性含义,体现了因听信谗言(διαβολή)而产生的先入为主的敌对心态。

  2. 3.31δεσπότην δὲ οὐκ ἂν ἀποδρᾶναι τοῦτον, ὃν ἔξεστιν αὐτῷ στρεβλοῦν τε καὶ ξαίνειν

    间接引语中带有 ἄν 的不定词结构(οὐκ ἂν ἀποδρᾶναι),对应于直接引语中的潜势希求语气(οὐκ ἂν ἀποδραίη,“决不会逃跑”)。关系代词 ὅν 做非人称动词 ἔξεστιν 所支配的不定词 στρεβλοῦν 和 ξαίνειν 的宾语,指代先行词 τοῦτον。

  3. 3.31εἰ γὰρ Μελικέρται καὶ Παλαίμονες

    专有名词的复数形式(Μελικέρται, Παλαίμονες)为修辞性复数(generic plural),意指“像墨利凯尔忒斯、帕莱蒙这样的人物”。该从句使用过去直陈式(εἰ ... ἤρθησαν)陈述既成事实,作为归结句中与过去事实相反的修辞性疑问(τί οὐκ ἂν ... ἐγένετο)的前提,构成了由小见大的推论(a fortiori)。

  4. 3.32σοι τὰ ὦτα διέφθορεν ὑπὸ τῶν Αἰγυπτίων τούτων

    动词 διαφθείρω 的第二完成时主动式 διέφθορεν 在此作不及物或被动含义解(“被败坏”、“受毒害”)。代词 σοι 作受损与格(dativus incommodi)修饰 τὰ ὦτα,与施动者短语 ὑπὸ τῶν Αἰγυπτίων 一同构成相当于被动语态的句式语义。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:3.31-3.32