- 底本
- Philostratus the Athenian. Flavii Philostrati Opera, Vol 1. Kayser, Carl Ludwig, editor. Lepizig: Teubner, 1870.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:3.29-3.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
国王态度缓和并与阿波罗尼奥斯交谈后,阿波罗尼奥斯向亚尔卡斯询问严苛对待国王亲属的原因,以及印度智者为何不拘泥于特定数字而定为十八人,亚尔卡斯随即阐明了依从德行与才智而非固定数目的选拔原则。
ἡ μὲν δὴ πρώτη παροινία τοῦ βασιλέως ἐνταῦθα ἔληξεν· ἀκούσας γὰρ ἐπαινεῖσθαι αὑτὸν ὑπὸ τοῦ Φραώτου τῆς τε ὑποψίας ἐπελάθετο καὶ ὑφεὶς τοῦ τόνου χαῖρε, ἔφη ἀγαθὲ ξένε. ὁ δὲ Ἀπολλώνιος καὶ σύ, βασιλεῦ, εἶπεν ἔοικας γὰρ νῦν ἥκοντι.1 τίς σε ἔφη πρὸς ἡμᾶς ἤγαγεν; οὗτοι εἶπεν οἱ θεοί τε καὶ σοφοὶ ἄνδρες. περὶ ἐμοῦ δέ, ἔφη ὦ ξένε, τίς λόγος ἐν τοῖς Ἕλλησιν; ὅσος γε εἶπε καὶ περὶ Ἑλλήνων ἐνταῦθα. οὐδὲν, ἔφη τῶν παρʼ Ἕλλησιν ἔγωγε λόγου ἀξιῶ. ἀπαγγελῶ ταῦτα, εἶπε καὶ στεφανώσουσί σε ἐν Ὀλυμπίᾳ.
国王最初的狂妄酒态至此便平息了;因为听闻自己受到弗拉奥特斯的称赞,他便忘却了猜忌,放缓了语调说道: “你好,善良的异乡人。” 阿波罗尼奥斯说道: “也向你致意,国王;因为你看起来就像刚刚才到的一样。” “是谁,”国王问,“带你到我们这里来的?” “是这些神明,”阿波罗尼奥斯说,“以及智者们。” “那么关于我,”国王说,“异乡人啊,在希腊人中有什么传闻?” “正如这里关于希腊人的传闻一样多,”他说。 “就我而言,”国王说,“我认为希腊人的事没有任何一件值得挂齿。” “我会将这番话转达回去的,”阿波罗尼奥斯说,“他们在奥林匹亚定会为你加冕。”
καὶ προσκλιθεὶς τῷ Ἰάρχᾳ τοῦτον μὲν ἔφη μεθύειν ἔα, σὺ δέ μοι εἰπὲ τοῦ χάριν τοὺς περὶ αὐτὸν τούτους ἀδελφόν, ὡς φατέ, καὶ υἱὸν ὄντας οὐκ ἀξιοῦτε κοινῆς τραπέζης, οὐδὲ ἄλλης τιμῆς οὐδεμιᾶς; ὅτι ἔφη βασιλεύσειν ποτὲ ἡγοῦνται, δεῖ δὲ αὐτοὺς ὑπερορωμένους παιδεύεσθαι τὸ μὴ ὑπερορᾶν. ὀκτωκαίδεκα δὲ ὁρῶν τοὺς σοφοὺς πάλιν τὸν Ἰάρχαν ἤρετο, τί βούλοιτο αὐτοῖς τὸ εἶναι τοσούτους;2 οὔτε γὰρ τῶν τετραγώνων ὁ ἀριθμός, οὔτε τῶν εὐδοκιμούντων τε καὶ τιμωμένων, καθάπερ ὁ τῶν δέκα καὶ ὁ τῶν δώδεκα καὶ ὁ ἑκκαίδεκα καὶ ὁπόσοι τοιοίδε. ὑπολαβὼν οὖν ὁ Ἰνδὸς οὔτε ἡμεῖς ἔφη ἀριθμῷ δουλεύομεν οὔτε ἀριθμὸς ἡμῖν, ἀλλʼ ἀπὸ σοφίας τε καὶ ἀρετῆς προτιμώμεθα, καὶ ὁτὲ μὲν πλείους τῶν νῦν ὄντων ἐσμέν, ὁτὲ δὲ ἐλάττους. τόν τοι πάππον τὸν ἐμαυτοῦ ἀκούω καταλεχθῆναι μὲν ἐς ἑβδομήκοντα σοφοὺς ἄνδρας νεώτατον αὐτὸν ὄντα, προελθόντα δὲ ἐς τριάκοντα καὶ ἑκατὸν ἔτη καταλειφθῆναι μόνον ἐνταῦθα τῷ μήτʼ ἐκείνων τινὰ λείπεσθαι ἔτι μήτε εἶναί ποι τότε τῆς Ἰνδικῆς ἢ φιλόσοφον ἢ γενναίαν φύσιν.3 Αἰγυπτίων τοίνυν ἐν τοῖς εὐδαιμονεστάτοις γραψάντων αὐτόν, ἐπειδὴ μόνος ἐτῶν τεττάρων ἐξηγήσατο τούτου τοῦ θρόνου, παρῄνει παύσασθαι ὀνειδίζοντας Ἰνδοῖς σοφῶν ὀλιγανδρίαν. ἡμεῖς δέ, ὦ Ἀπολλώνιε, καὶ τὰ Ἠλείων πάτρια Αἰγυπτίων ἀκούοντες καὶ τοὺς Ἑλλανοδίκας, οἳ προΐστανται τῶν Ὀλυμπίων, δέκα ὄντας, οὐκ ἐπαινοῦμεν τὸν νόμον τὸν ἐπὶ τοῖς ἀνδράσι κείμενον, κλήρῳ γὰρ ξυγχωροῦσι τὴν αἵρεσιν, ὃς προνοεῖ οὐδέν, καὶ γὰρ ἂν καὶ τῶν φαυλοτέρων τις αἱρεθείη ὑπὸ τοῦ κλήρου. εἰ δέ γε ἀριστίνδην ἢ καὶ κατὰ ψῆφον ᾑροῦντο τοὺς ἄνδρας, οὐκ ἂν ἡμάρτανον; παραπλησίως· ὁ γὰρ τῶν δέκα ἀριθμὸς ἀπαραίτητος ὢν ἢ πλειόνων ὄντων ἀνδρῶν δικαίων ἀφῃρεῖτο ἂν ἐνίους τὸ ἐπὶ τούτῳ τιμᾶσθαι ἢ οὐκ ὄντων δικαίων δέκα οὐδεὶς δόξει·4 ὅθεν πολλῷ σοφώτερον ἐφρόνουν ἂν Ἠλεῖοι ἀριθμῷ μὲν ἄλλοτε ἄλλοι ὄντες, δικαιότητι δὲ οἱ αὐτοί.
随后他侧身靠近亚尔卡斯,说道: “且由得这人去醉吧;不过请你告诉我,你们既然说他身边的这些人是他的兄弟和儿子,为何却不认为他们配得上共享一席,也不赋予他们任何其他的尊荣呢?” “因为,”亚尔卡斯说,“他们认为自己将来终究会即位为王,而他们必须通过受到轻视来接受教育,从而懂得不轻视他人。” 阿波罗尼奥斯见智者共有十八人,便再次询问亚尔卡斯,他们人数恰好为这般数目究竟有何用意: “因为这一数目既非平方数,亦非如十、十二、十六以及诸如此类受人称颂与推崇的数目。” 于是那位印度人接言道: “我们不役于数目,数目亦不役于我们,而是根据智慧与德行来推选;我们的人数有时多于现存之人,有时则少于此数。我确实听说,我的祖父在身为其中最年轻者之时曾被编列于七十位智者之中,但他活到一百三十岁高龄时,却因那些人无一人在世,且当时印度各地皆无具备哲学才具或高贵天资之人,而独自留在此地。因此,当埃及人因他独自主持这一宝座四年而将他列入最受福祉之人时,他便劝告他们停止就智者人数匮乏而责难印度人。阿波罗尼奥斯啊,我们从埃及人那里听闻伊利斯人的祖制,并得知主持奥林匹亚竞技会的裁判官共有十人,却并不赞赏施加于那些人的法律;因为他们将选任委之于抽签,而抽签毫无远见,甚至鄙劣之人也可能被抽签选中。然而,即便他们凭德选拔或者按投票来选拔这些人,难道就不会犯错吗?情况也是相仿的;因为既然十这一数目是不可更改的,那么当义人更多时,它便会剥夺一部分人因义而获享尊荣的权利,或者当义人不足十人时,便无人会被认定为合格;因此,伊利斯人若是能随时间使人数有所增减,却在公义上始终如一,便会聪明得多了。”
- 3.29ἔοικας γὰρ νῦν ἥκοντι
ἥκοντι 为具有完成意义的现在时与格阳性单数分词,作动词 ἔοικας(第二人称单数)的补足语。针对国王突然收敛狂妄傲慢的态度、宛如初次见面般打招呼的做法,阿波罗尼奥斯讽刺地表示国王“就像刚刚才到场的人一样”。
- 3.30τί βούλοιτο αὐτοῖς τὸ εἶναι τοσούτους
此句由间接疑问句中的祈愿语气动词 βούλοιτο 以及充当实质主语的冠词不定式短语 τὸ εἶναι τοσούτους 构成。惯用表达 βούλομαί τινι 加不定式意为“对某人而言……意味着什么/有何用意”。阿波罗尼奥斯以此询问智者人数设定为十八这一并不具备传统象征意义的数字究竟有何深意与缘由。
- 3.30τῷ μήτʼ ἐκείνων τινὰ λείπεσθαι ἔτι μήτε εἶναί ποι τότε τῆς Ἰνδικῆς ἢ φιλόσοφον ἢ γενναίαν φύσιν
不带介词的冠词与格不定式 τῷ ... λείπεσθαι ... μήτε εἶναι 表示前文 καταλειφθῆναι μόνον(独自被留在此处)的原因。τῆς Ἰνδικῆς 为名词化的阴性单数形容词属格(“印度的土地”),与不定副词 ποι(“在某处”)连用,构成部分属格修饰关系。
- 3.30ἢ οὐκ ὄντων δικαίων δέκα οὐδεὶς δόξει
此句与前半句 ἢ πλειόνων ὄντων ἀνδρῶν δικαίων ἀφῃρεῖτο ἂν ἐνίους τὸ ἐπὶ τούτῳ τιμᾶσθαι(若正义之士多于十人,则会剥夺其中部分人受推崇的权利)相对举。οὐδεὶς δόξει 之后承前省略了 [δίκαιος εἶναι],意指“若达不到十位义人,便无人能被视为[正义之士]”,用以说明固定定额制度在人才不足或过剩时所必然带来的制度缺陷。
