← 斐洛斯脱拉德

阿波罗尼乌斯传

§3.27-3.28

自动机关的宴席与印度国王的争论

奢华傲慢的印度国王抵达并享用由自动装置伺候的神奇宴席,席间国王与阿波罗尼奥斯就哲学及弗拉奥特斯的价值展开了言语交锋。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.27

ἀλλʼ ἰδοὺ ἔφη οὗτος. προῄει δὲ ἄρα ὁ βασιλεὺς ἀδελφῷ τε καὶ υἱῷ ἅμα χρυσῷ τε ἀστράπτων καὶ ψήφοις. ὑπανισταμένου δὲ τοῦ Ἀπολλωνίου, κατεῖχεν αὐτὸν ὁ Ἰάρχας ἐν τῷ θρόνῳ, μηδὲ γὰρ αὐτοῖς πάτριον εἶναι τοῦτο. τούτοις ὁ Δάμις αὐτὸς μὲν οὔ φησι παρατυχεῖν διὰ τὸ τὴν ἡμέραν ἐκείνην ἐν τῇ κώμῃ διαιτᾶσθαι, Ἀπολλωνίου δὲ ἀκηκοὼς ἐγγράψαι αὐτὰ ἐς τὸν αὑτοῦ λόγον. φησὶ τοίνυν καθημένοις μὲν αὐτοῖς τὸν βασιλέα προτείνοντα τὴν χεῖρα οἷον εὔχεσθαι τοῖς ἀνδράσι, τοὺς δὲ ἐπινεύειν, ὥσπερ ξυντιθεμένους οἷς ᾔτει, τὸν δὲ ὑπερήδεσθαι τῇ ἐπαγγελίᾳ, καθάπερ ἐς θεοῦ ἥκοντα. τὸν δὲ ἀδελφὸν τοῦ βασιλέως καὶ τὸν υἱὸν κάλλιστον μειράκιον ὄντα μηδὲν ὁρᾶσθαι βέλτιον ἢ εἰ ἀνδράποδα τουτωνὶ τῶν ἀκολούθων ἦσαν. μετὰ ταῦτα ἐξαναστῆναι τὸν Ἰνδὸν καὶ φωνὴν ἱέντα κελεύειν αὐτὸν σίτου ἅπτεσθαι, προσδεξαμένου δʼ αὐτοῦ καὶ τοῦτο μάλιστα ἀσμένως τρίποδες μὲν ἐξεπορεύθησαν Πυθικοὶ τέτταρες αὐτόματοι, καθάπερ οἱ Ὁμήρειοι προϊόντες, οἰνοχόοι δʼ ὑπʼ αὐτοῖς χαλκοῦ μέλανος, οἷοι παρʼ Ἕλλησιν οἱ Γανυμήδεις τε καὶ οἱ Πέλοπες. ἡ γῆ δὲ ὑπεστόρνυ πόας μαλακωτέρας ἢ αἱ εὐναί. τραγήματα δὲ καὶ ἄρτοι καὶ λάχανα καὶ τρωκτὰ ὡραῖα, πάντα ἐν κόσμῳ ἐφοίτα διακείμενα ἥδιον ἢ εἰ ὀψοποιοὶ αὐτὰ παρεσκεύαζον, τῶν δὲ τριπόδων οἱ μὲν δύο οἴνου ἐπέρρεον, τοῖν δυοῖν δὲ ὁ μὲν ὕδατος θερμοῦ κρήνην παρεῖχεν, ὁ δὲ αὖ ψυχροῦ. αἱ δʼ ἐξ Ἰνδῶν φοιτῶσαι λίθοι παρʼ Ἕλλησι μὲν ἐς ὅρμους τε καὶ δακτυλίους ἐμβιβάζονται διὰ σμικρότητα, παρὰ δὲ Ἰνδοῖς οἰνοχόαι τε ψυκτῆρές τε γίγνονται διὰ μέγεθος καὶ κρατῆρες ἡλίκοι ἐμπλῆσαι τέτταρας ὥρᾳ ἔτους διψῶντας. τοὺς δὲ οἰνοχόους τοὺς χαλκοῦς ἀρύεσθαι μέν φησι ξυμμέτρως τοῦ τε οἴνου καὶ τοῦ ὕδατος, περιελαύνειν δὲ τὰς κύλικας, ὥσπερ ἐν τοῖς πότοις. κατακεῖσθαι δὲ αὐτοὺς ὡς ἐν ξυσσιτίῳ μέν, οὐ μὴν πρόκριτόν γε τὸν βασιλέα, τοῦτο δὴ τὸ παρʼ Ἕλλησί τε καὶ Ῥωμαίοις πολλοῦ ἄξιον, ἀλλʼ ὡς ἔτυχέ γε, οὗ ἕκαστος ὥρμησεν.

“但看哪,”他说,“他来了。” 国王果然走上前来,由其兄弟和儿子陪同,浑身闪烁着金光与宝石的光芒。阿波罗尼奥斯正要起立相迎,亚尔卡斯却将他按在座位上,说即便对他们自己而言,这也并非祖传的习俗。达米斯称自己并未亲历这些场面,因为那天他留在村庄里度过,但他从阿波罗尼奥斯那里听闻后,便将这些事记录在自己的记述中。达米斯说,当他们依旧安坐时,国王伸出手来,仿佛向这些人祈求一般,而他们则点头应允,宛如应允了他所祈求之事,国王则因这应许而欣喜若狂,如同来到了神明的面前。至于国王的兄弟以及那个相貌极为俊美的少年儿子,他们受到的看待并不比这些侍从的奴隶更好。此后,这位印度人站起身来,出声命国王进餐;国王对此也极为欣然地应允后,便有四座皮提亚式的三脚铜鼎自动走上前来,正如荷马诗篇中所写的那样行进着,其下有黑铜制成的斟酒侍者,如同希腊人中的伽倪墨得斯与珀罗普斯一般。大地在他们身下铺展出比卧榻更为柔软的青草。甜点、面包、蔬菜与时令佳肴,皆井然有序地送上,其布置之怡人胜过厨师的精心调理;三脚鼎中的两座涌流出葡萄酒,另外两座则一座提供温泉,另一座提供冷泉。产自印度的宝石,在希腊人那里因细小而被镶嵌进项链与戒指,而在印度人这里,却因体硕而制成酒壶与冰酒器,以及大到足以让盛夏中渴极的四人畅饮的调酒缸。他说,那些青铜斟酒侍者按比例舀取葡萄酒与水,并如同在酒宴中那样来回传递酒杯。他们宛如在共餐会上那样入席就座,然而并未给国王设立尊位——这种待遇在希腊人和罗马人中备受重视——而是随遇而安,各自走向自己选定的位置。

§3.28

ἐπεὶ δὲ προῄει ὁ πότος προπίνω σοι, ὁ Ἰάρχας εἶπεν ὦ βασιλεῦ, ἄνδρα Ἕλληνα τὸν Ἀπολλώνιον1 ὑποκεκλιμένον αὐτῷ δείξας καὶ τῇ χειρὶ προσημαίνων, ὅτι γενναῖός τε εἴη καὶ θεῖος. ὁ δὲ βασιλεὺς ἤκουσα ἔφη προσήκειν Φραώτῃ τοῦτόν τε καὶ τοὺς ἐν τῇ κώμῃ καταλύοντας. ὀρθῶς ἔφη καὶ ἀληθῶς ἤκουσας, ἐκεῖνος γὰρ κἀνταῦθα ξενίζει αὐτόν. τί ἔφη ἐπιτηδεύοντα; τί δʼ ἄλλο γε εἶπεν ἢ ἅπερ ἐκεῖνος; οὐδὲν ἔφη ξένον εἴρηκας ἀσπαζόμενον ἐπιτήδευσιν, ἣ μηδὲ ἐκείνῳ ξυνεχώρησε γενναίῳ γενέσθαι. ὁ μὲν δὴ Ἰάρχας σωφρονέστερον, ἔφη ὦ βασιλεῦ, περὶ φιλοσοφίας τε καὶ Φραώτου γίγνωσκε, τὸν μὲν γὰρ χρόνον, ὃν μειράκιον ἦσθα, ξυνεχώρει σοι ἡ νεότης τὰ τοιαῦτα, ἐπεὶ δὲ ἐς ἄνδρας ἐξαλλάττεις ἤδη, φειδώμεθα τῶν ἀνοήτων τε καὶ εὐκόλων. ὁ δὲ Ἀπολλώνιος ἑρμηνεύοντος τοῦ Ἰάρχα σοὶ δὲ τί, ἔφη ὦ βασιλεῦ, τὸ μὴ φιλοσοφῆσαι δέδωκεν; ἐμοὶ δὲ ἀρετὴν πᾶσαν καὶ τὸ εἶναί με τὸν αὐτὸν τῷ Ἡλίῳ. ὁ δὲ ἐπιστομίζων αὐτοῦ τὸν τῦφον εἰ ἐφιλοσόφεις, εἶπεν οὐκ ἂν ταῦτα ᾤου. σὺ δέ, ἐπειδὴ φιλοσοφεῖς, ὦ βέλτιστε, ἔφη τί περὶ σαυτοῦ οἴει; τό γε ἀνὴρ ἔφη ἀγαθὸς δοκεῖν, εἰ φιλοσοφοίην.2 ἀνατείνας οὖν τὴν χεῖρα ἐς τὸν οὐρανὸν νὴ τὸν Ἥλιον, ἔφη Φραώτου μεστὸς ἥκεις. ὁ δὲ ἕρμαιόν γε ἐποιήσατο τὸν λόγον καὶ ὑπολαβὼν οὐ μάτην ἀποδεδήμηταί μοι,3 εἶπεν εἰ Φραώτου μεστὸς γέγονα· εἰ δὲ κἀκείνῳ νῦν ἐντύχοις, πάνυ φήσεις αὐτὸν ἐμοῦ μεστὸν εἶναι, καὶ γράφειν δὲ ὑπὲρ ἐμοῦ πρὸς σὲ ἐβούλετο, ἀλλʼ ἐπειδὴ ἔφασκεν ἄνδρα ἀγαθὸν εἶναί σε, παρῃτησάμην τὸν ὄχλον τῆς ἐπιστολῆς, ἐπεὶ μηδὲ ἐκείνῳ τις ὑπὲρ ἐμοῦ ἐπέστειλεν.

随着酒宴的进行,亚尔卡斯说道: “国王啊,我向你敬酒引见一位希腊人,即阿波罗尼奥斯。” 他指向斜倚在自己身旁的阿波罗尼奥斯,并用手示意他是一位高贵而神圣的人物。 国王说: “我听闻此人以及客居在村里的那些人,都与弗拉奥特斯有关。” “你听得极是,”亚尔卡斯说,“且所闻属实;因为正是那个人甚至在此地招待着他。” “他在研习什么?” 国王问。 “除了那个人所做之事,”亚尔卡斯说,“还能有什么呢?” “你说的倒不是什么稀奇事,”国王说,“他所热衷的行当,甚至都没能容许那个人成为高贵之辈。” 于是亚尔卡斯说: “国王啊,谈及哲学与弗拉奥特斯时,还请更谨慎地评判;因为在你年轻的时候,你的年少尚且能宽恕你说出这般话来,但既然你如今已迈入成年人之列,我们还是免开愚蠢与轻浮之口吧。” 在亚尔卡斯作翻译的情况下,阿波罗尼奥斯说道: “国王啊,不研习哲学又赋予了你什么呢?” “赋予了我一切德行,并且使我与太阳无异。” 阿波罗尼奥斯抑制住他的傲慢,说道: “如果你研习哲学,就不会作此想法了。” “而你既然研习哲学,尊驾,”国王说,“你又如何看待你自己呢?” “至少在我研习哲学的条件下,”他说,“使自己看起来算是个善人吧。” 国王于是向天伸出手,说道: “凭太阳起誓,你来到这里时浑身充满了弗拉奥特斯的做派!” 阿波罗尼奥斯顺势抓住了这句话,接言道: “如果我当真充满了弗拉奥特斯的教益,我的远行就没有白费;而且如果你此刻遇见他,你定会说他浑身充满了我的影响。其实,他本想为你写一封关于我的推荐信,但由于他说你是个善人,我便辞谢了书信的累赘,因为当初也没有任何人曾为了我而给他写信。”

语法注3 条
  1. 3.28προπίνω σοι, ... ἄνδρα Ἕλληνα τὸν Ἀπολλώνιον

    动词 προπίνω 通常接与格(对象)与宾格(酒杯或酒),意为“向某人敬酒/干杯”。此处支配人的宾格(ἄνδρα Ἕλληνα τὸν Ἀπολλώνιον),属于酒宴中的转义用法,意为“在敬酒中向你引见/献上一位希腊人”。

  2. 3.28τό γε ἀνὴρ ἀγαθὸς δοκεῖν, εἰ φιλοσοφοίην

    由于不定式 δοκεῖν 的逻辑主语与主句隐含的第一人称主语一致,其谓语补足语 ἀνὴρ ἀγαθός 采用了主格而非宾格(不定式的主格相符)。条件从句 εἰ φιλοσοφοίην(现在祈愿语气)表示委婉的限制或假设(“假若我当真研习哲学”)。

  3. 3.28οὐ μάτην ἀποδεδήμηταί μοι

    由完成时被动态无人称结构(ἀποδεδήμηται)与动作发出者的与格(μοι)结合而成,字面意思为“外游未被我徒劳地进行”,即“我的远行并非徒劳”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0638.tlg001.humanitext-grc2:3.27-3.28